Humanitext Reader

普鲁塔克 · 论命运 §6

可能与偶然以及由我们支配之事的界定

第 3 段,共 6 段 · 希腊语

内容简介

作者分析了“由我们支配的事”、“幸运”、“可能”与“偶然”等概念如何能与命运的因果秩序相共存,系统地讨论了基于亚里士多德范畴的“可能”与“偶然”的定义,以及“由我们支配的事”与人类冲动、选择之间的关系。

§6τούτων δʼ οὕτως ἐχόντων, ἑξῆς ῥητέον, ὡς τὸ γʼ ἐφʼ ἡμῖν καὶ ἡ τύχη τό τε δυνατὸν καὶ τὸ ἐνδεχόμενον καὶ τὰ τούτων συγγενῆ ταχθέντα ἐν τοῖς προηγουμένοις αὐτά τε σῴζοιτʼ ἂν καὶ τὴν εἱμαρμένην σῴζοι.
这些情况既是如此,接下来应当说明,由我们支配的事、幸运、可能与偶然,以及所有与这些同类的事物,若被配置在先行原因之中,不仅其自身能够得以保存,而且也能保存命运。
ἡ μὲν γὰρ εἱμαρμένη πάντα περιέχει καθάπερ καὶ δοκεῖ· τὰ δʼ οὐκ ἐξ ἀνάγκης γενήσεται, ἀλλʼ ἕκαστον αὐτῶν οἷον καὶ πέφυκεν εἶναι.
因为命运确实如人们所认为的那样包括了一切;但事物并不会因必然性而生成,而是其中的每一个都会按照其自然本性所特有的方式而存在。
πέφυκε δὲ τὸ δυνατὸν ὡς γένος προϋφεστάναι τοῦ ἐνδεχομένου· τὸ δʼ ἐνδεχόμενον ὡς ὕλη τῶν ἐφʼ ἡμῖν προϋποκεῖσθαι· τὸ δʼ ἐφʼ ἡμῖν ὡς κύριον χρῆσθαι τῷ ἐνδεχομένῳ· ἡ δὲ τύχη παρεμπίπτει τῷ ἐφʼ ἡμῖν διὰ τὴν ἐφʼ ἑκάτερα ῥοπὴν τοῦ ἐνδεχομένου.
可能作为属,自然地先于偶然存在;而偶然作为由我们支配之物的质料,则是预先被假设的,由我们支配之物则作为主宰来使用偶然;幸运则由于偶然朝向可否两端的倾斜,从而在由我们支配之物中不意介入。
μάθοις δʼ ἂν τὸ λεγόμενον σαφῶς ἐννοήσας, ὡς τὸ γιγνόμενον ἅπαν καὶ ἡ γένεσις αὐτὴ οὐ δίχα δυνάμεως, ἡ δὲ δύναμις οὐκ ἄνευ οὐσίας, οἷον ἀνθρώπου εἴτε γένεσις εἴτε γενητὸν οὐκ ἄνευ τῆς δυνάμεως, αὕτη δὲ περὶ ἄνθρωπον, οὐσία δʼ ὁ ἄνθρωπος.
如果你在心中明确理解以下说法,便能清楚明白所说之意:即生成的一切事物以及生成过程本身都不能没有能力,而能力不能没有实体。 例如,人的生成或所生成的人都不能没有能力,而这能力存在于人,人就是实体。
ἀπὸ δὲ τῆς δυνάμεως μεταξὺ οὔσης, ἡ μὲν οὐσία δυνάμενον, ἡ δὲ γένεσις καὶ τὸ γιγνόμενον ἄμφω δυνατά.
从处于中间位置的能力来看,实体是具有能力者,而生成和生成物这两者都是可能者。
τριῶν τοίνυν τούτων, δυνάμεως καὶ δυναμένου καὶ δυνατοῦ, δυνάμεως μὲν ὡς τὸ εἶναι προϋπόκειται τὸ δυνάμενον, δυνατοῦ δʼ ἡ δύναμις προϋφίσταται.
由此,在这三者(能力、具有能力者、可能者)之中,对于能力而言,具有能力者作为其存在是被预先设立的;而对于可能者而言,能力则是预先存在的。
σαφὲς μὲν οὖν καὶ οὕτω τὸ δυνατόν· τύπῳ δʼ ἂν ἀφορισθείη κοινότερον μὲν τὸ κατὰ δύναμιν πεφυκὸς γίγνεσθαι, κυριώτερον δὲ ταὐτὸ τοῦτο, ὁπόταν μηδὲν ἔξωθεν ἔχῃ πρὸς τὸ γίγνεσθαι ἐμποδών.
因此,可能者以此种方式也是清楚的;若要作一个轮廓性的定义,则较广义地可以说是指依能力自然能够生成者,而较严格地则是指这同一事物在外部没有受到任何阻碍去生成时的情况。
τῶν δὲ δυνατῶν τὰ μὲν οὐκ ἂν κωλυθείη ποτέ, ὥσπερ τὰ κατʼ οὐρανόν, ἀνατολαὶ καὶ δύσεις καὶ τὰ τούτοις παραπλήσια· τὰ δʼ οἷά τε κωλυθῆναί ἐστιν, ὡς πολλὰ μὲν τῶν ἀνθρωπίνων πολλὰ δὲ καὶ τῶν μεταρσίων.
在这些可能者中,有些是绝不会被阻碍的,例如天体运行、日出日落及与之类似的事物;有些则是能够被阻碍的,例如人类事务中的许多事物以及气象中的许多事物。
τὰ μὲν οὖν πρότερʼ ὡς ἐξ ἀνάγκης γιγνόμενʼ ἀναγκαῖα προσαγορεύεται, ἃ δέ πως τοὐναντίον ἐπιδέχεται ἐνδεχόμενα.
因此,前者因其必然生成而被称作必然者,而以某种相反方式接受阻碍的则被称为偶然者。
ἀφορίζοιτο δʼ ἂν καὶ ταῦτα· τὸ μὲν ἀναγκαῖον δυνατὸν τὸ ἀντικείμενον ἀδυνάτῳ, τὸ δʼ ἐνδεχόμενον δυνατόν, οὗ καὶ τὸ ἀντικείμενον δυνατόν.
这些也可以如此界定:必然者是其对立面不可能的可能者,而偶然者是其对立面同样可能的可能者。
τὸ μὲν γάρ καταδῦναι τὸν ἣλιον ἀναγκαῖὸν θʼ ἅμα καὶ δυνατόν, ἀντίκειται δʼ ἀδύνατον τὸ μὴ καταδῦναι· τὸ δὲ καταδύντος ἡλίου ὄμβρον γενέσθαι καὶ μὴ γενέσθαι, ἀμφότερα δυνατὰ καὶ ἐνδεχόμενα.
因为太阳落山既是必然的又是可能的,而其不落山则是作为不可能而与之对立;而在太阳落山之后下雨或不下雨,则这两者都是可能的和偶然的。
πάλιν δὲ καὶ ἐπὶ τοῦ ἐνδεχομένου, τὸ μὲν ὡς ἐπὶ τὸ πολύ, τὸ δʼ ὡς ἐπʼ ἔλαττον, τὸ δʼ ὡς ἐπίσης καὶ ὁπότερον ἔτυχεν·
此外,在偶然者中,有的是大体而言(高频)的,有的是稀少(低频)的,有的是均等且随遇而发生的。
τοῦτο μὲν φανερὸν ὡς αὐτὸ αὑτῷ ἀντιτέτακται, τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπʼ ἔλαττον ἀλλήλοις· καὶ ταῦτα μὲν ἐπὶ τῇ φύσει τὸ πλεῖστον, ἐφʼ ἡμῖν τε τὸ ἐπίσης.
均等且随遇而发生者显然是其自身内部相互对立,而大体而言与稀少发生者则相互对立;并且,前两者多半取决于自然,而均等者则取决于我们。
τὸ μὲν γὰρ ὑπὸ κύνα καῦμʼ ἢ ψῦχος, ὧν τὸ μὲν ὡς ἐπὶ τὸ πολὺ τὸ δʼ ὡς ἐπʼ ἔλαττον, τῇ φύσει ἄμφω ὑποτέτακται· τὸ· δὲ περιπατεῖν καὶ μὴ καὶ ὅσα τοιαῦτα, ὧν ἑκάτερον ἐπὶ τῇ ἀνθρωπίνῃ ὁρμῇ ὑποτέτακται, ὃ δὴ ἐφʼ ἡμῖν καὶ κατὰ προαίρεσιν λέγεται.
因为天狼星下的炎热或寒冷,其中一者是大体而言的,另一者是稀少的,两者都隶属于自然;而散步或不散步及所有此类事物,其每一个都隶属于人类的冲动,这正是所说的由我们支配和依据选择。
γενικώτερον δὲ μᾶλλον τὸ ἐφʼ ἡμῖν· δύο γὰρ εἶναι εἴδη, τὸ τʼ ἐκ πάθους καὶ θυμοῦ ἢ ἐπιθυμίας, τὸ τʼ ἐξ ἐπιλογισμοῦ ἢ διανοίας, ὅπερ ἤδη κατὰ προαίρεσιν ἄν τις εἴποι.
然而由我们支配的事物更为属类(通用);因为它有两个种:一者源于情感、愤怒或欲望,另一者源于熟虑或理性,这后者已可以称作依据选择。
ἔχει δὲ λόγον μὴ τὸ δυνατὸν καὶ ἐνδεχόμενον τοῦτο, ὅπερ καθʼ ὁρμὴν καὶ ἐφʼ ἡμῖν εἴρηται, μὴ ταὐτὸ κατʼ ἄλλο λέγεται.
然而,这被称作依冲动和由我们支配的可能与偶然之物,在另一种意义上不被称为相同之物,这是合乎道理的。
κατὰ μὲν γὰρ τὸ μᾶλλον δυνατόν τε καὶ ἐνδεχόμενον, κατὰ δὲ τὸ παρὸν ἐφʼ ἡμῖν τε καὶ καθʼ ὁρμήν.
因为从其更具通用性的层面来看是可能和偶然,而就目前(人类行为)而言则是由我们支配和依冲动。
ἀφορίζοιτο δʼ ἂν ὧδε· τὸ μὲν ἐνδεχόμενον ὅπερ αὐτό τε καὶ τὸ ἀντικείμενον, τὸ δʼ ἐφʼ ἡμῖν θάτερον μέρος τοῦ ἐνδεχομένου τὸ κατὰ τὴν ἡμετέραν ὁρμὴν ἤδη γιγνόμενον.
可以这样界定:偶然是其自身和对立面都可能者,而由我们支配的是偶然的其中一部分,即已经依据我们的冲动而生成的另一部分。
ὅτι μὲν οὖν τὸ δυνατὸν τοῦ ἐνδεχομένου πρότερον τῇ φύσει τὸ δʼ ἐνδεχόμενον τοῦ ἐφʼ ἡμῖν προϋφίσταται, καὶ οἷον αὐτῶν τυγχάνει ὂν ἕκαστον καὶ πόθεν ὀνομάζεται καὶ τά γε παρακείμενα αὐτοῖς, σχεδὸν εἴρηται.
因此,可能在本性上先于偶然,而偶然则预先存在于由我们支配之物,以及它们各自是何种状态、名称来源以及与其相邻近的事物,基本已经阐述完毕。

词汇与语法注释

  1. 570eτούτων δʼ οὕτως ἐχόντων — 属格独立(绝对属格)结构。指示代词 `τούτων` 指代前章(§5)末尾得出的结论,即虽然发生的一切都被包括在命运中,但作为先行原因的事物本身不能被称为“依命运”。
  2. 571aἀπὸ δὲ τῆς δυνάμεως μεταξὺ οὔσης, ἡ μὲν οὐσία δυνάμενον, ἡ δὲ γένεσις καὶ τὸ γιγνόμενον ἄμφω δυνατά — 以介于其间的“能力”(δύ量/δύναμις)为基准,将实体(οὐσία)与具有能动意义的现在分词中性单数“具有能力者”(δυνάμενον)相关联,而将生成(γένεσις)及生成物与中性复数形容词“可能者”(δυνατά)相关联,从而形成对比。
  3. 571dἔχει δὲ λόγον μὴ τὸ δυνατὸν... μὴ ταὐτὸ κατʼ ἄλλο λέγεται — 在由主句 `ἔχει δὲ λόγον`(合乎道理)所引导的名词性从句中,使用了两个否定词 `μὴ`,在语境中强调了单一的否定主旨,即:与冲动和由我们支配之物相关的可能与偶然之物,在另一种视角下不被称为相同之物。

引用这一段

普鲁塔克, 论命运 §6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg108.humanitext-grc2:6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。