§7περὶ δὲ τῆς; τύχης καὶ τοῦ αὐτομάτου καὶ εἴ τι παρὰ ταῦτα θεωρεῖται, νῦν ἡμῖν λεκτέον.
关于幸运、自发(偶然)以及在此之外被考察到的任何事物,现在我们必须予以阐明。
αἴτιον μὲν δή τι ἡ τύχη.
幸运确实是某种原因。
τῶν δʼ αἰτίων τὰ μὲν καθʼ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός· οἷον οἰκίας ἢ νεὼς καθʼ αὑτὸ μὲν αἴτιον τὸ οἰκοδομικὸν καὶ τὸ ναυπηγικόν, κατὰ συμβεβηκὸς δὲ τὸ μουσικὸν ἢ γεωμετρικόν, καὶ πᾶν ὅ τι ἂν τῷ οἰκοδομικῷ ἢ ναυπηγικῷ εἴδει συμβεβήκῃ, εἴτε κατὰ σῶμα εἴτε κατὰ ψυχὴν εἴτε κατὰ τὰ ἐκτός.
而在原因之中,有的是本质的,有的是偶性的;例如,对于房屋或船只而言,本质原因是建筑术和造船术,而偶性原因则是音乐或几何学,以及任何可能附随于建筑或造船形相的事物,无论是关于身体的、灵魂的,还是外部环境的。
ὅθεν καὶ δῆλον, ὡς τὸ καθʼ αὑτὸ ὡρισμένον καὶ ἕν, τὸ δὲ κατὰ συμβεβηκὸς οὐχ ἕν τε καὶ ἀόριστον πολλὰ γὰρ καὶ ἄπειρα τῷ ἑνὶ ὑπάρχει παντάπασιν ἀλλήλων διαφέροντα.
由此也显然可知,本质的是被限定且单一的,而偶性的则不是单一的,并且是无定限的;因为有许多且无限的事物附随于单一者,彼此完全不同。
τὸ μέντοι κατὰ συμβεβηκός, ὅταν μὴ μόνον ἐν τοῖς ἕνεκά του γίγνηται, ἀλλὰ καὶ ἐν οἷς ἡ προαίρεσις, τότε δὴ καὶ τὸ ἀπὸ τύχης προσαγορεύεται· οἷον τὸ εὑρεῖν χρυσίον σκάπτονθʼ ἵνα φυτεύσῃ, ἢ παθεῖν τι ἢ δρᾶσαι τῶν παρὰ τὸ ἔθος φεύγοντʼ ἢ διώκοντʼ ἢ ἄλλως βαδίζοντʼ ἢ αὐτὸ μόνον ἐπιστραφέντʼ οὐ τούτου ἕνεκα, ὅπερ συνέπεσεν, ἀλλʼ ἑτέρου τινὸς χάριν.
然而,当偶性原因不仅发生在为了某目的的事物中,而且也发生在涉及选择的事物中时,那么它便被称为“源于幸运者”;例如,为了种植而挖土时发现了金子,或者在逃跑、追赶、或以其他方式步行、或仅仅回头时,遭遇或做出了不合常轨的事,这并非为了这件偶发的事,而是为了其他某事。
διὸ καὶ ἀπρονόητον αἰτίαν καὶ ἄδηλον ἀνθρωπίνῳ λογισμῷ τὴν τύχην ἀπέδοσαν· τῶν παλαιῶν ἔνιοι.
因此,古人中的一些人将幸运归结为“不可预见的原因”和“对人类理性而言不明显的原因”。
κατὰ δὲ τοὺς ἀπὸ Πλάτωνος ἔγγιον ἔτι προσιόντας αὐτῇ τῷ λόγῳ, οὕτως ἀφώρισται ἡ τύχη, αἰτία κατὰ συμβεβηκὸς τῶν ἕνεκά του ἐν τοῖς κατὰ προαίρεσιν ἔπειτʼ ἤδη καὶ τὸ ἀπρονόητον καὶ τὸ ἄδηλον ἀνθρωπίνῳ λογισμῷ προστιθέασι· καίτοι γε κατὰ ταὐτὰ καὶ τὸ σπάνιον καὶ παράλογον ἐμφαίνεται τῷ κατὰ συμβεβηκός· οἷον δʼ ἐστὶ τοῦτο, εἰ καὶ μὴ ἐκ τῶν ἄρτι ῥηθέντων, ἀλλʼ ἔκ γε τῶν ἐν τῷ Φαίδωνι γεγραμμένων, σαφέστατα προσπίπτει.
然而,根据那些更贴近于定义来研究它的柏拉图学派学者的观点,幸运被界定为:在依选择的事物中,为了某目的之物的偶性原因;继而,他们也加上了“不可预见”和“对人类理性而言不明显”;然而,根据这些相同的性质,稀少和意外也显现在偶性中;至于这是何种性质,即便不从刚谈到的内容来看,至少从《斐多篇》中所记载的内容中也可以最清晰地领悟到。
γέγραπται δʼ ὧδε· οὐδὲ τὰ περὶ τῆς δίκης ἆρα ἐπύθοντο ὃν τρόπον ἐγένετο;
其记载如下: “那么关于审判的情况,他们没有听说其经过吗?
ναί· ταῦτα μὲν ἡμῖν ἤγγειλέ τις· καὶ ἐθαυμάζομέν γε, ὅτι πάλαι γενομένης;
”“是的,有人向我们报告了这些;我们确实感到惊奇,因为审判在很久以前就发生了,他却似乎在之后才死。
αὐτῆς ὕστερον φαίνεται ἀποθανών τί ἦν τοῦτο, ὦ Φαίδων;
”“斐多,这是怎么回事?
τύχη τις αὐτῷ, ὦ Ἐχέκρατες, συνέβη· ἔτυχε γὰρ τῇ προτεραίᾳ τῆς δίκης ἡ πρύμνα ἐστεμμένη τοῦ πλοίου, ὃ εἰς Δῆλον Ἀθηναῖοι πέμπουσιν
ἐν γὰρ τούτοις τὸ
συνέβη
οὐκ ἀντὶ τοῦ
γέγονεν
ἀκουστέον, ἀλλὰ πολὺ μᾶλλον ἐκ συνδρομῆς τινος αἰτίων ἀπέβη, ἄλλου πρὸς ἄλλο γεγονότος.
” “埃克拉底,某种幸运发生在他身上;因为恰在审判的前一天,雅典人送往德罗斯岛的那艘船的船尾被戴上了花冠。 ” 因为在这些话中,“发生了”不应当被理解为仅仅是“生成了”,而更应当被理解为是从某种原因的巧合交汇中产生的结果,是一件事相对于另一件事发生了。
ὁ μὲν γὰρ ἱερεὺς ἔστεφε τὸ πλοῖον ἄλλου χάριν ἀλλʼ οὐ Σωκράτους· οἱ δὲ διʼ ἕτερον κατεψηφίσαντʼ αὐτοῦ· αὐτὸ δὲ τὸ ἀποβὰν παράλογον καὶ τοιοῦτον ἀπέβη, οἷον κἂν ἐκ προνοίας ἐγεγόνει ἤτοι ἀνθρωπίνου τινὸς ἢ τῶν ἔτι κρειττόνων.
因为祭司是为了其他目的而不是为了苏格拉底而给船戴上花冠;而他们因另一个原因判处他有罪;但这产生的结果本身是出乎意料的,且其性质就如同是出于人类或甚至更高级存在者的预见而生成的一样。
καὶ περὶ μὲν τῆς τύχης; ταῦθʼ ἱκανὰ ὡς συνυφίστασθαι ἀνάγκη, τὸ μὲν ἀπʼ αὐτοῦ παρωνύμως; καὶ τοῦ ἐφʼ ἡμῖν προϋποκεῖσθαι ἐλέχθη.
关于幸运,这些内容已经足够;它们必然共存,即源于其本身的派生名称存在,并且“由我们支配”作为前提而被预先假定,这些都已经谈过了。
τὸ δʼ αὐτόματον ἐπὶ πλεῖον τῆς τύχης· εἰ γὰρ καὶ αὐτὴν περιλαβὸν ἔχει καὶ πολλὰ τῶν ἄλλοτʼ ἄλλως συμπίπτειν πεφυκότων.
但自发(偶然)的范围比幸运更广;因为它也包含着幸运本身,以及许多在不同时间以不同方式偶发的事物。
ἔστι δὲ κατʼ ὄνομα, ὅπερ αὐτόματον λέγεται τὸ πεφυκὸς ἄλλου ἕνεκα, ὅταν μὴ ἐκεῖνο παρʼ ἐπεφύκει·
而根据其名称,所谓的自发是指那些本质上为了其他目的,但在其没有产生其本应产生的结果时发生的事物。
οἷον δοκεῖ τὸ ὑπὸ κύνα ψῦχος.
例如,天狼星下的寒冷似乎就是如此。
ποτὲ γὰρ ψῦχος οὐ μάτην, οὐδὲ τὸ δʼ ὅλον, ὡς τὸ ἐφʼ ἡμῖν μέρος τοῦ ἐνδεχομένου, οὕτως ἡ τύχη τοῦ αὐτομάτου.
因为有时寒冷并非徒劳,也不是……总而言之,正如由我们支配的是偶然的一部一样,幸运也是自发的一部。
ἔστι δʼ ἑκατέρου ἑκατέρου σύμπτωμα, τὸ μὲν αὐτόματον τοῦ ἐνδεχομένου· ἡ δὲ τύχη τοῦ ἐφʼ ἡμῖν, καὶ τούτου οὐχ ἅπαντος, ἀλλʼ ὅπερ ἂν καὶ κατὰ προαίρεσιν ᾖ, ὡς προείρηται.
而且,各方都是其对应方的付随现象,即自发是偶然的付随现象,幸运是由我们支配的付随现象,且这并非指其全部,而是指那些同样也依选择而行的情况,正如前文所说。
διὸ καὶ τὸ μὲν αὐτόματον κοινὸν ἐμψύχων τε καὶ ἀψύχων· ἡ δὲ τύχη ἀνθρώπου ἴδιον ἤδη πράττειν δυναμένου.
因此,自发为有灵魂物和无灵魂物所共有,而幸运则是已经具有行动能力的人所特有的。
τεκμήριον δέ, ὅτι τὸ εὐτυχεῖν καὶ εὐδαιμονεῖν ταὐτὰ εἶναι δοξάζεται· ἡ δὲ εὐδαιμονία εὐπραξία τις ἡ δʼ εὐπραξία περὶ μόνον καὶ τέλειον ἄνθρωπον.
其证据在于,好运与幸福被认为是同一回事;而幸福是某种善行,善行则仅与完善的人相关。
§8καὶ τὰ μὲν ἐντὸς τῆς εἱμαρμένης; τοιαῦτα, τὸ τʼ ἐνδεχόμενον καὶ δυνατόν, ἥ τε προαίρεσις καὶ τὸ ἐφʼ ἡμῖν, ἥ τε τύχη καὶ τὸ αὐτόματον, τά τε παρακείμενʼ αὐτοῖς ὧν καὶ τὸ τάχα καὶ τὸ ἴσως· ἃ δὴ πάντα περιέχει μὲν ἡ εἱμαρμένη, οὐδὲν δʼ αὐτῶν ἐστι καθʼ εἱμαρμένην.
而在命运之内的便是这些事物:偶然与可能、选择与由我们支配、幸运与自发,以及与它们相邻近的事物,其中也包括“或许”和“大概”;命运确实包含着所有这些,但它们中没有一个是依照命运(必然)的。
λοιπὸν δʼ ἂν εἴη καὶ περὶ προνοίας εἰπεῖν, ὡς αὐτή γε περιείληφε τὴν εἱμαρμένην.
剩下的工作应当是探讨神防,以及它是如何包含命运本身的。