§0τὰ περὶ τῆς εἱμαρμένης δοκοῦνθʼ ἡμῖν, ὡς οἷόν τε σαφῶς καὶ συντόμως πειράσομαι ἐπιστεῖλαί σοι, φίλτατε Πείσων, ἐπειδὴ σὺ τοῦτʼ ἠξίωσας οὐκ ἀγνοῶν ἣν ἔχω πρὸς τὸ γράφειν εὐλάβειαν.
最亲爱的丕逊,我将尽力尽可能清晰、简练地写信告诉你我们关于命运的看法,因为你提出了这一要求,且你也并非不知道我对写作所持有的谨慎。
§1πρῶτον τοίνυν ἴσθι, ὅτι εἱμαρμένη διχῶς καὶ λέγεται καὶ νοεῖται· ἡ μὲν γάρ ἐστιν ἐνέργεια ἡ δʼ οὐσία.
因此,首先应当知道,命运有两种说法和理解方式:一种是活动,另一种是实质。
πρῶτον μὲν οὖν ἐνέργειαν τύπῳ ὑπέγραψεν ὁ Πλάτων ἔν τε τῷ Φαίδρῳ λέγων
θεσμός τε Ἀδραστείας ὅδε, ἥτις ἂν ψυχὴ θεῷ ξυνοπαδὸς γενομένη· ἐν δὲ τῷ Τιμαίῳ
νόμους
οὓς ἐπὶ τῇ τοῦ παντὸς φύσει ὁ θεὸς εἶπε ταῖς ἀθανάτοις ψυχαῖς· ἐν δὲ τῇ Πολιτείᾳ
ἀνάγκης θυγατρὸς κόρης Λαχέσεως λόγον
φησὶν εἶναι τὴν εἱμαρμένην, οὐ τραγικῶς ἀλλὰ θεολογικῶς τὸ ἀρέσκον αὑτῷ ἀποφαινόμενος.
首先,柏拉图在《斐德若篇》中大致描述了作为活动的命运,他说: “这是阿德剌斯忒亚的法令:任何灵魂,若成为神明之随伴者……” 而在《蒂迈欧篇》中则称其为: “法律,即神根据宇宙之自然对不朽灵魂所宣示者”;在《理想国》中则说: “必然之女、处女拉刻西斯的教义” 就是命运。 他表明自己的见解时,并非用悲剧的笔调,而是以神学的方式。
εἰ δὲ κοινότερον ἐθέλοι τις ταῦτα μεταλαβὼν ὑπογράψαι, ὡς μὲν ἐν Φαίδρῳ λέγοιτʼ ἂν ἡ εἱμαρμένη λόγος θεῖος ἀπαράβατος διʼ αἰτίαν ἀνεμπόδιστον· ὡς δʼ ἐν τῷ Τιμαίῳ νόμος ἀκόλουθος τῇ τοῦ παντὸς φύσει, καθʼ ὃν διεξάγεται τὰ γιγνόμενα.
如果有人想用更通俗的话来转换并描述这些,那么在《斐德若篇》中,命运可以说成是“通过不可阻挡之原因而不可侵犯的神圣理性(逻各斯)”;而在《蒂迈欧篇》中,则是“顺应宇宙自然的法律,生成的万物据此而得以贯彻”。
τοῦτο γὰρ ἐκεῖ ἡ Λάχεσις ἐργάζεται, ἡ τῆς Ἀνάγκης ἀληθῶς θυγάτηρ, ὡς καὶ πρότερον παρελάβομεν καὶ ὕστερον ἔτι μᾶλλον εἰσόμεθʼ ἐν τοῖς κατὰ σχολὴν λόγοις.
因为这正是拉刻西斯在彼处所作的工作,她作为“必然”的真正的女儿,正如我们此前所接受、且此后在余暇的讨论中将更进一步了解的那样。
ἥδε μὲν οὖν ἡ κατʼ ἐνέργειαν εἱμαρμένη.
这就是作为活动的命运。
§2ἡ δὲ κατʼ οὐσίαν ἔοικεν εἶναι σύμπασʼ ἡ τοῦ κόσμου ψυχὴ τριχῇ διανεμηθεῖσα, εἴς τε τὴν ἀπλανῆ μοῖραν καὶ εἰς τὴν πλανᾶσθαι νομιζομένην, καὶ τρίτην τὴν ὑπουράνιον τὴν περὶ γῆν ὑπάρχουσαν ὧν μὲν ἀνωτάτω Κλωθὼ προσαγορεύεται, ἡ δὲ μετʼ αὐτὴν Ἄτροπος, ἡ κατωτάτω δʼ αὖ Λάχεσις, δεχομένη μὲν τὰς οὐρανίας τῶν ἀδελφῶν ἐνεργείας, συμπλέκουσα δὲ καὶ διαδιδοῦσα ταύτας εἰς τὰ ἐπʼ αὐτῆς τεταγμένα τὰ ἐπίγεια.
而作为实质的命运,则似乎是整个宇宙的灵魂被分为三个部分:即不恒星的轨道、被认为漂移(行星)的轨道,以及第三个大地下方的环地轨道。 在这些之中,最上者被称为克罗托,其后为阿特罗波斯,最下者则为拉刻西斯;她接受其姐妹们来自天上的活动,并将其编织、分发到其下所支配的地上事物中。
δυνάμει μὲν οὖν εἴρηται, ὁποῖα χρὴ λέγεσθαι περὶ τῆς κατʼ οὐσίαν εἱμαρμένης· καὶ γὰρ ἥτις ἐστὶ καὶ πόση τις καὶ ὁποία καὶ ὅπως τέτακται καὶ ὅπως ἔχει αὐτή τε πρὸς ἑαυτὴν καὶ δὴ καὶ πρὸς ἡμᾶς, ὡς ἐν ἐπιτομῇ εἴρηται·
因此,关于作为实质的命运所应阐明的内容,已在原则上予以说明;因为它是什么、有多大、呈何种形态、如何被安置、其自身如何相关,以及对我们而言如何,都已在概要中说明。
τὰ δὲ καθʼ ἕκαστα περὶ τούτων ὁ ἕτερος μῦθος ὁ ἐν τῇ Πολιτείᾳ μετρίως αἰνίττεται, καὶ ἡμεῖς εἰς δύναμίν σοι ταῦτʼ ἐπειράθημεν ἐξηγήσασθαι.
而关于这些事物的具体细节,在《理想国》的另一个神话中已作了适度的暗示,我们也已竭尽所能向你作了解释。
§3πάλιν γε μὴν τὴν κατʼ ἐνέργειαν εἱμαρμένην ἀναλαβόντες λέγωμεν περὶ γὰρ ταῦτα τὰ πολλὰ ζητήματα φυσικά τε καὶ ἠθικὰ καὶ διαλεκτικὰ τυγχάνει ὄντα.
然而,让我们重新回到作为活动的命运并加以探讨;因为围绕着它,恰好有许多物理的、伦理的以及辩证的探究。
τίς μὲν οὖν ἐστιν, ἐπιεικῶς ἀφώρισται· ὁποία δʼ ἐστίν, ἑξῆς ῥητέον, εἰ καὶ πολλοῖς ἄτοπον φαίνεται.
它是什么,已经得到了恰当的界定;而它是什么样子的,则必须在接下来阐述,哪怕这对许多人来说显得有些怪异。
ἀπείρων γὰρ ἐξ ἀπείρου καὶ εἰς ἄπειρον ὄντων τῶν γιγνομένων, τὰ πάντα περιβαλοῦσʼ ἐν κύκλῳ ἡ εἱμαρμένη οὐκ ἄπειρος;
因为在生成的万物从无限中来又往无限中去的过程中,将万物环绕在圆环之中的命运难道不是无限的吗?
ἀλλὰ πεπερασμένη ἐστίν οὔτε γὰρ νόμος οὔτε λόγος οὔτε τι θεῖον ἄπειρον ἂν εἴη.
不,它是有限的;因为无论是法律、理性,还是任何神圣之物,都不可能是无限的。
ἔτι δʼ ἂν μάθοις τὸ λεγόμενον, νοήσας τήν ὅλην περίοδον καὶ τὸν σύμπαντα χρόνον,
ὅταν τῶν ὀκτὼ περιόδων
ὥς φησιν ὁ Τίμαιος
τὰ πρὸς ἄλληλα συμπερανθέντα τάχη σχῇ κεφαλήν, τῷ τοῦ ταὐτοῦ καὶ ὁμοίως ἰόντος ἀναμετρηθέντα κύκλῳ.
如果你能领会整个周期和全部的时间,你就更能理解所说的话: “当八个周期,” 如《蒂迈欧篇》所说, “彼此相对完成的速度达到终点时,由那相同且同样运行的圆环所测量。
ἐν γὰρ τούτῳ τῷ λόγῳ ὡρισμένῳ τʼ ὄντι καὶ θεωρουμένῳ πάνθʼ ὅσα τε κατʼ οὐρανὸν ἃ τʼ ἐπὶ τὴν γῆν ἐξ ἀνάγκης ἄνωθεν συνίσταται, πάλιν μὲν εἰς ταὐτὸ καταστήσεται, πάλιν δʼ ἐξ ἀρχῆς ὅλα κατὰ ταὐτὰ ὡσαύτως ἀποδοθήσεται.
” 因为在这个被规定且被观照的比例中,一切天上的事物,以及在地上必然自上而下发生的事物,都将重新回到相同的状态,并且一切事物都将重新从头开始以同样的方式恢复原状。
μόνη γοῦν ἡ κατʼ οὐρανὸν σχέσις αὐτή τε πρὸς ἑαυτὴν κατὰ πάντα τεταγμένη πρός τε τὴν γῆν καὶ πρὸς τὰ ἐπίγεια πάντα διὰ μακρῶν περιόδων πάλιν ἐπανήξει ποτέ· αἵ τε μετʼ αὐτὴν ἐφεξῆς καὶ ἐχόμεναι ἀλλήλαις ἐχομένως παρέσονται, ἑκάστη τὰ αὑτῆς ἐξ ἀνάγκης φέρουσαι.
至少,那在一切方面都井然有序的、其自身以及对大地和一切地上事物的空中关系,在经历了长期的周期之后,终将在某个时刻重新回归;而那些紧随其后且互相紧密联系的事物,也将依次呈现,各自必然带来属于其自身的事物。
ἔστω δὲ πρὸς τὸ σαφὲς τῶν περὶ ἡμᾶς νῦν ὄντων, ὅτι οὐ συμβαίνει ἀπὸ τῶν οὐρανίων, ὡς πάντων αἰτιῶν ὄντων, καὶ τὸ ἐμὲ γράφειν νυνὶ τάδε καὶ ὡδὶ σέ τε πράττειν ἅπερ καὶ ὅπως τυγχάνεις πράττων· πάλιν τοίνυν ἐπειδὰν ἡ αὐτὴ ἀφίκηται αἰτία, ταὐτὰ καὶ ὡσαύτως οἱ αὐτοὶ γενόμενοι πράξομεν.
但为了明确起见,对于我们现在身边的事物,应当设定:由于天上事物是万物之因,并不因此就导致我如今这样写下这些,也不导致你恰好做着你正在做的事;因此,当相同的因再次到来时,我们这些同样的人将以同样的方式做着同样的事。
οὕτω δὲ καὶ πάντες ἄνθρωποι καὶ τὰ γʼ ἑξῆς κατὰ τὴν ἑξῆς αἰτίαν γενήσεται καὶ πραχθήσεται, καὶ πάνθʼ ὅλα καὶ κατὰ μίαν τὴν ὅλην περίοδον καὶ καθʼ ἑκάστην τῶν ὅλων ὡσαύτως ἀποδοθήσεται.
而所有的人以及随后的事物,也都将根据后续的因发生并被行使,且一切事物不论是在一个完整的周期中,还是在每一个完整的周期中,都将以同样的方式恢复原状。
φανερὸν τοίνυν ἤδη ὅ τι ἔφαμεν, τὴν εἱμαρμένην ἄπειρον τρόπον τινὰ οὖσαν μὴ ἄπειρον εἶναι, καὶ τό γε ῥηθέν, ὅτι κύκλος τίς ἐστι, μετρίως που κατῶπται· ὡς γὰρ καὶ ἡ τοῦ κύκλου κίνησις ὅ τε ταύτην παραμετρῶν χρόνος κύκλος τίς ἐστιν, οὕτω καὶ τῶν κατὰ κύκλον γιγνομένων ὁ λόγος κύκλος ἂν νομισθείη.
因此,我们先前所说的“命运在某种意义上是无限的,但实则并非无限”已经显而易见了,而所说的“命运是某种圆环”也已被适度地洞察;因为正如圆的运动以及测量它的时间是一种圆环一样,那依圆环而生成的事物的规律(逻各斯)也将被视为一种圆环。