Humanitext Reader

普鲁塔克 · 论命运 §9

三重视界神防的层级与命运的关系

第 5 段,共 6 段 · 希腊语

内容简介

本章界定了三重神防的层次(第一神、天体神明和大地的守护神),并结合《梯迈欧篇》和《法律篇》的引用,阐明了它们与命运之间的层级关系。

§9ἔστιν οὖν πρόνοια ἡ μὲν ἀνωτάτω καὶ πρώτη τοῦ πρώτου θεοῦ νόησις, εἴτε καὶ βούλησις οὖσα εὐεργέτις ἁπάντων, καθʼ ἣν πρώτως ἕκαστα τῶν θείων διὰ παντὸς ἄριστά τε καὶ κάλλιστα κεκόσμηται.
因此,最崇高且第一的神防乃是第一神的思想,或是对万物施予恩惠的意志,依此,神圣事物的每一个最先且永远被整饰得最善最美。
ἡ δὲ δευτέρα δευτέρων θεῶν τῶν κατʼ οὐρανὸν ἰόντων, καθʼ ἣν τά τε θνητὰ γίγνεται τεταγμένως καὶ ὅσα πρὸς διαμονὴν καὶ σωτηρίαν ἑκάστων τῶν γενῶν.
第二神防是属于在天空中运行的第二神明们的,依此,凡俗之物依序生成,以及所有有利于各个族类存续和得救的事物也依此生成。
τρίτη δʼ ἂν εἰκότι ῥηθείη πρόνοιά τε καὶ προμήθεια τῶν ὅσοι περὶ γῆν δαίμονες τεταγμένοι τῶν ἀνθρωπίνων πράξεων φύλακές τε καὶ ἐπίσκοποί εἰσι.
第三神防,则可以合理地称为分布在地球周围、作为人类行为之守护者和监察者的所有大门(守护神)的神防和预虑。
τριττῆς τοίνυν τῆς προνοίας θεωρουμένης, κυριώτατα δὲ καὶ μάλιστα τῆς πρώτης λεγομένης, οὐκ ἂν ὀκνήσαιμεν εἰπεῖν, εἰ καὶ φιλοσόφοις ἀνδράσι τἀναντία λέγειν δόξαιμεν, ὡς πάντα μὲν καθʼ εἱμαρμένην καὶ κατὰ πρόνοιαν οὐ μὴν καὶ κατὰ φύσιν· ἀλλʼ ἔνια μὲν κατὰ πρόνοιαν καὶ ἄλλα γε κατʼ ἄλλην, ἔνια δὲ καθʼ εἱμαρμένην·
因此,在神防被考察为三重,且最本义和最主要地指第一神防的情况下,我们不会犹豫地去说——即使我们似乎对哲人们说了相反的话——万物皆依命运且依神防而生,但确实并不都依自然而生;也就是说,有些事物依这一种神防,有些事物依另一种神防,有些事物则依命运。
καὶ ἡ μὲν εἱμαρμένη πάντως κατὰ πρόνοιαν, ἡ δὲ πρόνοια οὐδαμῶς καθʼ εἱμαρμένην.
命运完全依神防,而神防绝不依命运。
ἔστω δʼ ὁ λόγος τὰ νῦν περὶ τῆς πρώτης καὶ ἀνωτάτω.
不过,现在的讨论且关于第一和最崇高的神防。
τὸ μὲν κατά τι ὕστερον ἐκείνου, καθʼ ὃ τι ἂν καὶ λέγηται· οἷον τὸ κατὰ νόμον τοῦ νόμου, καὶ τὸ κατὰ φύσιν τῆς φύσεως·
凡是“依某物”而存在者,都后于其所依之物;例如,“依法”之后于法,“依自然”之后于自然。
οὕτω δὲ καὶ τὸ καθʼ εἱμαρμένην τῆς εἱμαρμένης νεώτερον ἂν εἴη.
同样,“依命运”之物也后于命运。
ἡ δʼ ἀνωτάτω πρόνοια πρεσβύτατον ἁπάντων, πλὴν οὗπέρ ἐστιν εἴτε βούλησις εἴτε νόησις εἴτε καὶ ἑκάτερον.
但是,最崇高的神防乃是万物中最古老的,除了它本身作为其意志、思想或二者的那一位。
ἔστι δʼ, ὡς πρότερον εἴρηται τοῦ πάντων πατρός τε καὶ δημιουργοῦ.
正如前文所说,它是万物之父与创世者的。
λέγωμεν γὰρ δή φησὶν ὁ Τίμαιος διʼ ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς ξυνέστησεν.
因为梯迈欧确实说道: “那么,让我们来阐明,构建者是因何种原因而构建了生成和这整个宇宙。
ἀγαθὸς ἦν· ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίγνεται φθόνος· τούτου δʼ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ.
他是善的;而在善者之中,绝不曾对任何事物产生任何嫉妒;他由于置身于嫉妒之外,故而期望万物都尽可能地与自己相近。
ταύτην δὴ ιδεμγενέσεως καὶ κόσμου μάλιστʼ ἄν τις ἀρχὴν κυριωτάτην παρʼ ἀνδρῶν φρονίμων ἀποδεχόμενος ὀρθότατʼ ἀποδέχοιτʼ ἄν.
若能从智者那里接受这作为生成和宇宙最主导的起点,那便是最正确的接受。
βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φαῦλον δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν ὅσον ἦν ὁρατὸν παραλαβών, οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἦγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τοῦδε πάντως ἄμεινον.
因为,神期望一切都是善的,在其能力所及范围内没有任何是低劣的。 因此,神接管了所有看得见的事物——它们并非处于静止,而是不协调且无秩序地运动着——并将其从无秩序引入秩序,因为他认为秩序在一切方面都优于无秩序。
θέμις δὲ οὔτʼ ἦν οὔτʼ ἔστι τῷ ἀρίστῳ δρᾶν ἄλλο πλὴν τὸ κάλλιστον ταῦτα μὲν οὖν καὶ τὰ τούτων ἐχόμενα μέχρι ψυχῶν ἀνθρωπίνων κατὰ πρόνοιαν νομιστέον τήν γε πρώτην συνεστηκέναι·
而且,对于最优秀者而言,无论过去还是现在,都不被允许去做除了最美之事以外的其他任何事情。 ” 这些事物,以及与它们相连直至人类灵魂的事物,必须被视为是依照第一神防而构成的。
τὰ δʼ ἐντεῦθεν οὕτω λεγόμενα ξυστήσας δὲ τὸ πᾶν ἰσαρίθμους τοῖς ἄστροις ἔταξε, διεῖλέ τε ψυχὰς ἑκάστην πρὸς ἕκαστον, καὶ ἐμβιβάσας ὡς εἰς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξε, νόμους τε τοὺς εἱμαρμένους εἶπεν αὐταῖς·
而从此往后的内容则被这样叙述: “他构建了宇宙整体后,将灵魂分配为与星辰同等数量,并将每一个灵魂分配给每一个星辰,让他们登上如同战车般的东西,向他们展示了宇宙的自然,并向他们宣告了运命之法。
ταῦτα τίς οὐκ ἂν διαρρήδην καὶ σαφέστατʼ οἰηθείη τὴν εἱμαρμένην δηλοῦν, ὥσπερ τινὰ βάσιν καὶ πολιτικὴν νομοθεσίαν ταῖς ἀνθρωπίναις ψυχαῖς προσήκουσαν, ἧς δὴ καὶ τὴν αἰτίαν ἑξῆς ἐπιφέρει;
” 谁不会认为这些话显而易见且极其明确地指明了命运——就像是某种适合于人类灵魂的基础和公民立法,而他紧接着便给出了其原因?
τὴν δὲ δευτέραν πρόνοιαν ὧδέ πως ἐπισημαίνεται λέγων διαθεσμοθετήσας πάντα αὐτοῖς, ἵνα τοῖς ἔπειτα εἴη κακίας ἑκάστων ἀναίτιος, ἔσπειρε τοὺς μὲν εἰς τὴν γῆν, τοὺς δʼ εἰς τὴν σελήνην, τοὺς δʼ εἰς τἄλλα ὅσα ὄργανα χρόνου.
至于第二神防,他以此种方式予以指示,说道: “为他们制定了所有法制,以便他对于他们之中每一个未来的恶都是无责任的,他将一些灵魂播种到大地中,一些播种到月亮中,一些播种到其他时间的工具中。
τὸ δὲ μετὰ τὸν σπόρον τοῖς νέοις παρέδωκε θεοῖς σώματα πλάττειν θνητά, τὸ τʼ ἐπίλοιπον, ὅσον ἐστὶ ψυχῆς ἀνθρωπίνης δέον προσγενέσθαι, τοῦτο καὶ πάνθʼ ὅσα ἀκόλουθα ἐκείνοις ἀπεργασαμένους ἄρχειν καὶ κατὰ δύναμιν ὅτι κάλλιστα καὶ ἄριστα τὸ θνητὸν διακυβερνᾶν ζῷον, ὅ τι μὴ κακῶν αὐτὸ αὑτῷ γίγνοιτο αἴτιον.
在播种之后,他将凡俗身体的塑造工作交给了年轻的神明们,而对于剩下的、属于人类灵魂所必需添加的部分,在完成了这一部分以及所有随之而来的工作后,让他们去统治,并在能力所及的范围内,最美且最好地管理这个凡俗的动物,只要它自己不成为自身之恶的原因。
ἐν γὰρ τούτοις τὸ μὲν ἵνα τοῖς ἔπειτα εἴη κακίας ἀναίτιος ἑκάστῳ σαφεστάτην αἰτίαν σημαίνει τῆς εἱμαρμένης· ἡ δὲ τῶν νέων θεῶν τάξις καὶ δημιουργία τὴν δευτέραν πρόνοιαν δηλοῖ·
” 因为在这些话中, “以便他对于每一个未来的恶都是无责任的” 指明了命运最清晰的原因;而年轻神明们的秩序和制作则彰显了第二神防。
καί πως καὶ τρίτης παρεφάπτεσθαι ἔοικεν, εἴ γε δὴ τούτου χάριν ἡ θεσμοθεσία, ἵνα τῆς ἔπειτα εἴη κακίας ἑκάστῳ ἀναίτιος·
并且,如果这些法制确实是为了这个缘故: “以便他对于每一个未来的恶都是无责任的”,那么在某种程度上它似乎也触及了第三神防。
θεὸς δὲ κακίας ἄμοιρος οὔτε νόμων οὔθʼ εἱμαρμένης; ἐπιδέοιτʼ ἄν, ἀλλὰ τῇ προνοίᾳ τοῦ γεννήσαντος συνεπισπώμενος ἕκαστος αὐτῶν πράττει τὰ αὑτοῦ·
然而,不分享恶的神既不需要法律也不需要命运,他们中的每一个在被生育他们的那一位的神防拉引的同时,都在行着自己的事情。
ταῦτα δʼ ἀληθῆ καὶ ἀρέσκοντα τῷ Πλάτωνι φανερά μοι δοκεῖ μαρτύρια εἶναι τὰ πρὸς τοῦ νομοθέτου ἐν τοῖς Νόμοις οὕτω λεγόμενα· ἐπεὶ ταῦτα εἴ ποτέ τις ἀνθρώπων φύσει ἱκανός, θείᾳ μοίρᾳ γεννηθείς, παραλαβεῖν δυνατὸς εἴη, νόμων οὐδὲν ἂν δέοιτο αὑτοῦ ἀρξόντων·
这些是真实的且合乎柏拉图之意,这在我看来由立法者在《法律篇》中如此说出的言论可以作为明显的证据: “因为如果人类中何时出现了本性上足够有能力、并因神圣的命运分配而生的人,能够接受这些,他就绝不需要任何法律来统治自己。
ἐπιστήμης γὰρ οὔτε νόμος οὔτε τάξις οὐδεμία κρείττων, οὐδὲ θέμις ἐστὶ νοῦν οὐδενὸς ὑπήκοον οὐδὲ δοῦλον ἀλλὰ πάντων ἄρχοντα εἶναι, ἐάνπερ ἀληθινὸς ἐλεύθερός τε ὄντως ᾖ κατὰ φύσιν.
因为没有任何法律或秩序能优于知识,理智顺从或作任何事物的奴隶也绝非天理,相反,理智应当是万物的统治者,只要它依照自然确实是真实且自由的。 ”

词汇与语法注释

  1. 573bτὸ μὲν κατά τι ὕστερον ἐκείνου, καθʼ ὅ ¦15¦ τι ἂν καὶ λέγηται — 在“依某物者(τὸ κατά τι)”这一表达中,“那(ἐκείνου)”指代的是其所依之物(即“καθ' ὅ τι ἂν καὶ λέγηται”),在此处作为由具有比较意义的“后于(ὕστερον)”所支配的比较属格。
  2. 573cταύτην δὴ ιδεμγενέσεως καὶ κόσμου μάλιστʼ ἄν τις ἀρχὴν κυριωτάτην παρʼ ἀνδρῶν φρονίμων ἀποδεχόμενος ὀρθότατʼ ἀποδέχοιτʼ ἂν — 分词“ἀποδεχόμενος”与带有 ἄν 的潜在希求法主动词“ἀποδέχοιτ' ἄν”结合,起到了条件从句(“如果接受”)的作用。尽管文本中出现了拼写变体“ιδεμγενέσεως”(极可能是“τὴν γενέσεως”的讹误),但在语法结构上,“ταύτην... ἀ乘着... κυριωτάτην”(这最主导的起点)仍作为该分词的宾语。
  3. 574aἐπιστήμης γὰρ οὔτε νόμος οὔτε τάξις οὐδεμία κρείττων — “ἐπιστήμης”是受比较级形容词“κρείττων”(更优越)支配的比较属格,表示“优于知识”。

引用这一段

普鲁塔克, 论命运 §9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg108.humanitext-grc2:9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。