Humanitext Reader

普鲁塔克 · 如何不招人怨地自我赞美 §9-11

通过赞美他人与归功于命运避免嫉妒

第 4 段,共 8 段 · 希腊语

内容简介

以德摩斯梯尼和叶帕梅诺达斯为例,阐述了通过将对听众的赞美融入自我赞美中以避免嫉妒的方法。此外,还探讨了通过赞美他人进行间接自我宣传,以及将功绩归于运气或神明以避免嫉妒的政治考量之重要性。

§9οὐ μὴν ἀλλὰ καὶ τοῦτο χρήσιμόν ἐστιν ἐν ἐκείνῳ τῷ λόγῳ καταμαθεῖν, ὅτι μιγνύων ἐμμελέστατα τῷ περὶ αὑτοῦ λόγῳ τὸν περὶ τῶν ἀκουόντων ἔπαινον ἀνεπίφθονον ἐποίει καὶ ἀφίλαυτον·
不仅如此,在这篇演说中了解这一点也是有益的:他通过极巧妙地在自夸中掺杂对听众的赞美,从而使自夸免于嫉妒和利己之嫌。
οἵους μὲν Εὐβοεῦσιν οἱ Ἀθηναῖοι παρέσχον αὑτοὺς οἵους δὲ Θηβαίοις, ὅσα δὲ Βυζαντίους ἀγαθὰ καὶ Χερρονησίτας ἐποίησαν· αὑτῷ δὲ τῆς διακονίας μετεῖναι φάσκων.
例如,雅典人在面对优卑亚人时表现得如何,在面对忒拜人时又如何,以及他们为拜占庭人和色雷斯切索尼斯人带来了多少福祉,而他自己则声称仅分担了协助的职责。
λανθάνει γὰρ οὕτω τὸν ἀκροατὴν τοῖς ἰδίοις ἐπαίνοις συνυποδυόμενος ὃς τοῦ ὑπὲρ αὑτοῦ λεγομένοις ἥδεται καὶ χάριν μὲν ἐφʼ οἶς κατώρθωσεν ἔχει, τῷ δὲ χαίρειν εὐθὺς ἕπεται τὸ θαυμάζειν καὶ ἀγαπᾶν διʼ ὃν κατώρθωσεν.
因为通过这种方式,演讲者在听众不经意间,将听众也拉入了自己的赞美之中;而听众为替自己说的话感到高兴,并对自己取得的成功心存感激,这种喜悦随即伴随着对那位促成其成功之人的赞美和喜爱。
ὅθεν καὶ Ἐπαμεινώνδας, Μενεκλείδου ποτὲ χλευάζοντος αὐτὸν ὡς μεῖζον τοῦ Ἀγαμέμνονος φρονοῦντα, διʼ ὑμᾶς γʼ εἶπεν ὦ ἄνδρες Θηβαῖοι, μεθʼ ὧν μόνον ἐν ἡμέρᾳ μιᾷ κατέλυσα τὴν Λακεδαιμονίων ἀρχήν.
因此,当美内克雷得斯嘲笑叶帕梅诺达斯,说他比阿伽门农还要自负时,叶帕梅诺达斯说道: “忒拜的男子汉们,这正是因为你们,” 他说, “正是与你们一起,我仅在一天之内就瓦解了拉刻代蒙人的统治。
§10ἐπεὶ δὲ τῷ μὲν ἑαυτὸν ἐπαινοῦντι πολεμοῦσιν οἱ πολλοὶ σφόδρα καὶ ἄχθονται, τῷ δʼ ἑτέρους οὐχ ὁμοίως, ἀλλὰ καὶ χαίρουσι πολλάκις καὶ συνεπιμαρτυροῦσι προθύμως· εἰώθασιν ἔνιοι τοὺς ταὐτὰ προαιρουμένους καὶ πράττοντας αὐτοῖς καὶ ὅλως ὁμοιοτρόπους, ἐπαινοῦντες ἐν καιρῷ συνοικειοῦν καὶ συνεπιστρέφειν πρὸς ἑαυτοὺς τὸν ἀκροατήν·
” 然而,既然大多数人对自夸者极为排斥和厌烦,但对赞美他人者却不尽相同,反而往往感到高兴并乐意共同作证;因此,有些人习惯于在适当的时机赞美那些与他们志同道合、行事相同且性格完全相似的人,以此使听众产生亲近感并吸引他们。
ἐπιγιγνώσκει γὰρ εὐθὺς ἐν τῷ λέγοντι, κἂν περὶ ἄλλου λέγηται, τὴν ὁμοιότητα τὴν ἀρετῆς τῶν αὐτῶν ἀξίαν ἐπαίνων οὖσαν.
因为听众会立刻在说话者身上——即使谈论的是别人——认出配得上同样赞美的德行之相似性。
ὡς γὰρ ὁ λοιδορῶν ἕτερον ἐφʼ οἷς αὐτὸς ἔνοχός ἐστιν, λανθάνει λοιδορῶν μᾶλλον ἑαυτὸν ἢ ἐκεῖνον, οὕτως οἱ ἀγαθοὶ τοὺς ἀγαθοὺς τιμῶντες ἀναμιμνήσκουσιν αὑτῶν τοὺς συνειδότας· ὥστʼ εὐθὺς ἐπιφωνεῖν σὺ γὰρ οὐ τοιοῦτος;
正如一个人在指责别人犯有自己同样犯下的罪行时,没有意识到自己实际上是在指责自己而非他人;同样,好人通过尊崇好人,让知情者联想到他们自己,以至于听众立刻会喊道: “难道你不是也是这样的人吗?
Ἀλέξανδρος μὲν οὖν Ἡρακλέα τιμῶν καὶ πάλιν Ἀλέξανδρον Ἀνδρόκοττος, ἑαυτοὺς; εἰς τὸ τιμᾶσθαι προῆγον ἀπὸ τῶν ὁμοίων.
” 因此,亚历山大尊崇赫拉克勒斯,而沙陀柯特斯又尊崇亚历山大,他们以此从相似的人身上引向自己被尊崇。
Διονύσιος δὲ τὸν Γέλωνα διασύρων καὶ γέλωτα τῆς Σικελίας ἀποκαλῶν, ἐλάνθανεν ὑπὸ φθόνου καθαιρῶν τὸ μέγεθος καὶ τὸ ἀξίωμα τῆς περὶ αὑτὸν δυνάμεως.
而狄奥尼修斯中伤盖隆,称其为西西里的笑柄(盖洛斯),却在嫉妒中不知不觉地贬低了自己权力的伟大和威严。
§11ταῦτα μὲν οὖν καὶ ἄλλως ἐπίστασθαι καὶ παραφυλάττειν τῷ πολιτικῷ προσήκει.
因此,政治家在其他方面也理应理解并留意这些事情。
τοὺς δʼ ἀναγκασθέντας ἐπαινεῖν αὑτοὺς ἐλαφροτέρους παρέχει καὶ τὸ μὴ πάντα προσποιεῖν ἑαυτοῖς, ἀλλʼ ὥσπερ φορτίου τῆς δόξης τὸ μὲν εἰς τὴν τύχην τὸ δʼ εἰς τὸν θεὸν ἀποτίθεσθαι.
而对于那些被迫自我赞美的人来说,若不把一切功劳都归于自己,而是如同减轻名声的重荷一般,将一部分归于运气,另一部分归于神明,则会使他们(的自夸)更易于被接受。
διὸ καλῶς μὲν ὁ Ἀχιλλεύς "ἐπεὶ δὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν" καλῶς δὲ Τιμολέων, ἐν Συρακούσαις Αὐτοματίας βωμὸν ἱδρυσάμενος ἐπὶ ταῖς πράξεσι καὶ τὴν οἰκίαν ἀγαθῷ δαίμονι καθιερώσας·
因此,阿基琉斯说道: “既然神明已允许制服此人,” 这很得体;而提摩莱翁因其功绩在叙拉古建立了“自动女神”(偶然女神)的祭坛,并将住宅献给“善神”,这也极好。
ἄριστα δὲ Πύθων ὁ Αἴνιος, ἐπειδὴ Κότυν ἀποκτείνας ἧκεν εἰς Ἀθήνας καὶ τῶν δημαγωγῶν διαμιλλωμένων τοῖς ἐγκωμίοις αὐτοῦ πρὸς τὸν δῆμον ᾔσθετο βασκαίνοντας ἐνίους καὶ βαρυνομένους, παρελθών ταῦτʼ εἶπεν ἄνδρες Ἀθηναῖοι, θεός τις ἔπραξεν, ἡμεῖς δὲ τὰς χεῖρας ἐχρήσαμεν ἀφῄρει δὲ καὶ Σύλλας τὸν φθόνον ἀεὶ τὴν Τύχην ἐπαινῶν, καὶ τέλος Ἐπαφρόδιτον ἑαυτὸν προσανηγόρευσε.
而最得体的则是埃诺斯的皮通,当他刺杀科提斯后来到雅典,发现当煽动家们在民众面前竞相赞美他时,有些人心怀嫉妒和感到反感,他便走上前去说道: “雅典的男子汉们,这些事情是某位神明所为,我们只是借出了双手。 ” 苏拉也通过总是赞美运气来消除嫉妒,并最终自称为“爱神宠儿”(叶帕弗罗狄托斯)。
μᾶλλον γὰρ εὐτυχίας ἢ ἀρετῆς ἡττᾶσθαι βούλονται τὸ μὲν ἀλλότριον ἀγαθὸν ἡγούμενοι, τὸ δʼ οἰκεῖον ἔλλειμμα καὶ παρʼ αὑτοὺς γενόμενον.
因为人们宁愿在运气上输给别人,也不愿在德行上输给别人,因为他们认为前者是别人的好运,而后者则是自己造成的自身缺陷。
οὐχ ἥκιστα γοῦν λέγουσιν ἀρέσαι Λοκροῖς τὴν Ζαλεύκου νομοθεσίαν, ὅτι τὴν Ἀθηνᾶν ἔφασκεν αὑτῷ φοιτῶσαν εἰς ὄψιν ἑκάστοτε τοὺς νόμους ὑφηγεῖσθαι καὶ διδάσκειν αὑτοῦ δὲ μηδὲν εἶναι διανόημα μηδὲ βούλευμα τῶν εἰσφερομένων.
无论如何,据说扎勒乌科斯的立法最受洛克里人喜爱,是因为他声称雅典娜每次都亲自显现,向他示意并教授法律,而所提出的法律中没有任何一条是他自己的想法或计划。

词汇与语法注释

  1. 542bοὐ μὴν ἀλλὰ — 表示“然而”、“而且”或“不但如此”的强转折或递进惯用语。其作用是将讨论从上一段落的“对照法自我赞美”过渡到另一种自我赞美技巧(将听众的赞美融入其中)。
  2. 542bτῆς διακονίας μετεῖναι — 使用无人称动词 μέτεστι(“……占有一份”)的句型。属格 τῆς διακονίας 表示分享的内容,与格 αὑτῷ(尽管分词 φάσκων 的主语是主格,但仍保持与格)表示拥有者,意为“声称自己仅分担了协助的职责”。
  3. 542cτοῦ ὑπὲρ αὑτοῦ λεγομένοις — 此处的文本传抄存在混乱。定冠词 τοῦ(中性单数属格)使介词短语 ὑπὲρ αὑτοῦ(“为了他自己/听众自己”)名词化,用以表示听众为那些为了自己而说的话感到高兴(ἥδεται)。
  4. 542dτὴν ὁμοιότητα τὴν ἀρετῆς τῶν αὐτῶν ἀξίαν ἐπαίνων οὖσαν — 复杂的修饰结构。名词短语 τὴν ὁμοιότητα τὴν ἀρετῆς(“德行的相似性”)被分词 οὖσαν(“作为……”)所引导的形容词短语 τῶν αὐτῶν ἀξίαν ἐπαίνων(“配得上同样赞美的”)所修饰,整体意为“配得上同样赞美的德行之相似性”。
  5. 542eἐλαφροτέρους παρέχει — 主语是后文带冠词的不定式短语 τὸ μὴ πάντα προσποιεῖν...(“不将一切归功于自己”)。动词 παρέχει 意为“使……处于……状态”,其宾语为 τοὺς ἀναγκασθέντας...(“被迫自我赞美的人”),宾语补足语为比较级形容词 ἐλαφροτέρους(“更易于接受/不那么招人烦”),构成了双宾格结构。
  6. 543aτὸ μὲν ἀλλότριον ἀγαθὸν ἡγούμενοι, τὸ δʼ οἰκεῖον ἔλλειμμα — 语境中的对比解释。τὸ μὲν 指代 εὐτυχίαν(因运气带来的失败,或运气本身),人们将其视为“与己无关的他人的好运”(因而不会伤害自尊);而 τὸ δὲ 指代 ἀρετῆς ἡττᾶσθαι(在德行/才能上的失败),人们将其视为“由自身原因造成的个人缺陷”,从而解释了为什么人们宁可在运气上输也不愿在能力上输的心理。

引用这一段

普鲁塔克, 如何不招人怨地自我赞美 §9-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg106.humanitext-grc2:9-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。