Humanitext Reader

普鲁塔克 · 如何不招人怨地自我赞美 §12-13

强调美德与自承缺陷以缓和赞美

第 5 段,共 8 段 · 希腊语

内容简介

通过德摩斯梯尼、伯里克利、阿加托克利斯等具体事例,阐述了如何避免因自我赞美而招致嫉妒的技巧,即强调内在美德而非外在荣誉,并通过承认轻微过失或卑微出身来修正与限制赞美的程度。

§12ἀλλὰ ταῦτα μὲν ἴσως πρὸς τοὺς παντάπασι χαλεποὺς καὶ βασκάνους ἀνάγκη τὰ φάρμακα καὶ τὰ παρηγορήματα μηχανᾶσθαι· πρὸς δὲ τοὺς μετρίους οὐκ ἄτοπόν ἐστι χρῆσθαι καὶ ταῖς ἐπανορθώσεσι τῶν ἐπαίνων·
然而,这些手段或许只是为了对付那些完全难以相处且心怀嫉妒之人而必须设法的药物和安慰剂;而对于通情达理之人,利用对赞美的修正也并非不合情理。
εἴ τις ὡς λόγιον ἢ πλούσιον ἢ δυνατὸν ἐπαινοίη, κελεύοντα μὴ ταῦτα περὶ αὐτοῦ λέγειν, ἀλλὰ μᾶλλον, εἰ χρηστὸς καὶ ἀβλαβὴς καὶ ὠφέλιμος, οὐ γὰρ εἰσφέρει τὸν ἔπαινον ὁ τοῦτο ποιῶν ἀλλὰ μετατίθησιν οὐδὲ χαίρειν δοκεῖ τοῖς ἐγκωμιάζουσιν αὐτὸν ἀλλὰ μᾶλλον, ὅτι μὴ προσηκόντως μηδʼ ἐφʼ οἷς δεῖ, δυσχεραίνειν καὶ ἀποκρύπτειν τὰ φαυλότερα τοῖς βελτίοσιν, οὐκ ἐπαινεῖσθαι βουλόμενος ἀλλʼ ἐπαινεῖν ὡς χρὴ διδάσκων.
如果有人因其善于辞令、富有或有权势而赞美他,他便要求人们不要对自己说这些,而更应该说他是否善良、无害且有益。 因为这样做的人并没有引入赞美,而是转移了赞美;他也不像是对那些颂扬他的人感到高兴,反而更像是因为他们赞美得不妥当、不针对该赞美之事而感到不快,并用更好的品质来遮掩较差的品质,他并非渴望被赞美,而是通过这种方式教导人们应当如何赞美。
τὸ γάρ οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ ἀλλʼ ἐὰν τὸν ἐμὸν τειχισμὸν βούλῃ σκοπεῖν, εὑρήσεις καὶ ὅπλα καὶ ἵππους καὶ συμμάχους τοιούτου τινὸς ἔοικεν ἅπτεσθαι.
因为那句: “我并没有用石头或砖块修筑城市的城墙;但如果你想看我的城墙,你会发现武器、战马和盟友” 似乎就触及了这一类道理。
καὶ τὸ τοῦ Περικλέους ἔτι μᾶλλον·
而伯里克利的事例则更是如此。
ὀλοφυρόμενοι γάρ, ὡς ἔοικεν, ἤδη καταστρέφοντος αὐτοῦ, καὶ δυσφοροῦντες οἱ ἐπιτήδειοι τῶν στρατηγιῶν ἐμέμνηντο καὶ τῆς δυνάμεως, καὶ ὅσα δὴ τρόπαια καὶ νίκας καὶ πόλεις Ἀθηναίοις κτησάμενος ἀπολέλοιπεν ὁ δὲ μικρὸν ἐπαναστὰς ἐμέμψατʼ αὐτούς, ὡς κοινὰ πολλῶν καὶ τῆς τύχης ἔνια μᾶλλον τῆ ἀρετῆς ἐγκώμια λέγοντας· τὸ δὲ κάλλιστον καὶ μέγιστον καὶ ἴδιον αὐτοῦ παραλείποντας, ὅτι διʼ αὐτὸν οὐδεὶς Ἀθηναίων μέλαν ἱμάτιον ἀνείληφε.
当他已经奄奄一息时,他的朋友们显然在哀悼并感到痛苦,他们历数他的将军职位和权力,以及他为雅典人赢得并留下的诸多战利品、胜利和城市;但他稍微挺起身子,责备了他们,因为他们所说的赞美之词有些是许多人共有的,有些更多是由于运气而非德行;而他们却漏掉了他最美丽、最伟大且最独特的一点,即由于他的缘故,没有一个雅典人穿上过黑色丧服。
τοῦτο δὴ τὸ παράδειγμα καὶ ῥήτορι δίδωσιν, ἄνπερ ᾖ χρηστός, ἐπαινουμένῳ περὶ λόγου δεινότητα, μεταθεῖναι τὸν ἔπαινον ἐπὶ τὸν βίον καὶ τὸ ἦθος· καὶ στρατηγῷ θαυμαζομένῳ διʼ ἐμπειρίαν πολεμικὴν ἢ εὐτυχίαν, περὶ πραότητός τε καὶ δικαιοσύνης αὐτοῦ παρρησιάσασθαι καὶ τοὐναντίον αὖ πάλιν, ὑπερφυῶν τινων λεγομένων ἐπαίνων, οἷα πολλοὶ κολακεύοντες ἐπίφθονα λέγουσιν, εἰπεῖν "οὔ τίς τοι θεός εἰμι·
这一榜样也使一位优秀的演说家在被赞美言辞犀利时,能够将赞美转移到他的生活和品格上;并使一位因军事经验或运气而被景仰的将军,能够坦言自己的温和与正义;反之亦然,当有人说起一些过分、像许多谄媚者所说的那种招致嫉妒的赞美时,可以说: “我绝非什么神明;你为何将我比作不朽之神?
τί μʼ ἀθανάτοισιν ἐίσκεις; " ἀλλʼ εἴ με γινώσκεις ἀληθῶς, ἐπαίνει τὸ ἀδωροδόκητον ἢ τὸ σῶφρον ἢ τὸ εὔγνωμον ἢ τὸ φιλάνθρωπον.
” “但如果你真正了解我,就请赞美我的廉洁、克己、明智或仁爱。
ὁ γὰρ φθόνος οὐκ ἀηδῶς τῷ τὰ μείζονα παραιτουμένῳ τὰ μετριώτερα δίδωσι, καὶ τἀληθὲς ἐγκώμιον οὐκ ἀφαιρεῖται τῶν τὰ ψευδῆ καὶ κενὰ μὴ προσδεχομένων.
”因为嫉妒对于推辞更大赞美而接受温和赞美的人,会毫不吝啬地给予温和的赞美;而真实的颂扬是不会从那些不接受虚假和空洞赞美的人身上被夺走的。
διὸ καὶ τῶν βασιλέων τοὺς μὴ θεοὺς μηδὲ παῖδας θεῶν ἀναγορεύεσθαι θέλοντας ἀλλὰ Φιλαδέλφους ἢ φιλομήτορας ἢ Εὐεργέτας ἢ Θεοφιλεῖς, οὐκ ἤχθοντο ταῖς καλαῖς μὲν ἀνθρωπικαῖς δὲ ταύταις προσηγορίαις τιμῶντες.
因此,即使是那些国王,凡是不希望被称为神明或神之子,而希望被称为“爱兄弟者”、“爱母者”、“施惠者”或“神所爱者”的人,人们在用这些美好而具人性化的称号尊崇他们时,并不会感到反感。
ὥσπερ αὖ καὶ τῶν γραφόντων καὶ λεγόντων βαρυνόμενοι τοὺς τὸ τῆς σοφίας ἐπιγραφομένους ὄνομα, χαίρουσι τοῖς φιλοσοφεῖν ἢ προκόπτειν ἤ τι τοιοῦτο περὶ αὑτῶν ἀνεπίφθονον καὶ μέτριον λέγουσιν.
同样,人们对于那些在写作和演说中自冠以“智慧”之名的人感到厌烦,却对那些称自己是在“热爱智慧(哲学)”或“正在进步”,或对自己说一些类似免于嫉妒且谦逊之言的人感到高兴。
οἱ δὲ ῥήτορες καὶ σοφισταὶ τὸ θείως καὶ τὸ δαιμονίως καὶ τὸ μεγάλως ἐν ταῖς ἐπιδείξεσι προσδεχόμενοι, καὶ τὸ μετρίως καὶ τὸ ἀνθρωπίνως προσαπολλύουσι.
然而,演说家和苏格拉底式的智者在演说中接受了“神圣地”、“超凡地”和“伟大得”这样的字眼,反而连“适度地”和“人道地”也一同失去了。
§13καὶ μὴν ὥσπερ οἱ τοὺς ὀφθαλμιῶντας ἐνοχλεῖν φυλαττόμενοι τοῖς ἄγαν λαμπροῖς σκιάν τινα παραμιγνύουσιν, οὕτως ἔνιοι τοὺς αὑτῶν ἐπαίνους μὴ παντελῶς λαμπροὺς μηδʼ ἀκράτους προσφέροντες, ἀλλά τινας ἐλλείψεις ἢ ἀποτεύξεις ἢ ἁμαρτίας ἐλαφρὰς ἐμβάλλοντες, ἀφαιροῦσι τὸ ἐπαχθὲς αὐτῶν καὶ νεμεσητόν·
再者,正如那些小心翼翼不让眼疾患者因过强光线感到不适的人会混入一些阴影一样,有些人也是通过不完全炫目且纯粹地呈现对自己的赞美,而是加入一些缺陷、失败或轻微的过错,来消除赞美中的令人反感与招致神怨之处。
ὥσπερ ὁ Ἐπειός, οὐ μέτρια περὶ τῆς πυκτικῆς εἰπὼν καὶ θρασυνάμενος ὡς "" ʼἀντικρὺ χρόα τε ῥηξει σύν τʼ ὀστέ" ἀράξει. ʼ ʼἧ οὐχ ἅλις ʽφησίνʼ ʼὅττι μάχης ἐπιδεύομαι;
正如埃佩奥斯在对自己的拳击术说了不少大话并狂妄自大地宣称: “我将直接撕裂皮肤并砸碎骨头” 之后,又说道: “难道我缺少战斗力还不够吗?
ʼ ʼ ἀλλʼ οὗτος μὲν ἴσως γελοῖος, ἀθλητικὴν ἀλαζονείαν δειλίας καὶ ἀνανδρίας ἐξομολογήσει παραμυθούμενος ἐμμελὴς δὲ καὶ χαρίεις ὁ λήθην τινὰ καθʼ αὑτοῦ λέγων ἢ ἄγνοιαν ἢ φιλοτιμίαν, ἢ πρός τινα μαθήματα καὶ λόγων ἀκρόασιν ὀλιγωρίαν ὡς ὁ Ὀδυσσεὺς " αὐτὰρ ἐμὸν κῆρ ἤθελʼ ἀκουέμεναι, λῦσαι δʼ ἐκέλευον ἑταίρους ὀφρύσι νευστάζων. " καὶ πάλιν " ἀλλʼ ἐγὼ οὐ πιθόμην ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν, ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.
” 然而,他或许是可笑的,因为他企图用承认懦弱和缺乏男子气概来缓和自己体育上的狂妄;但如果一个人谈起自己的一些健忘、无知或虚荣,或者对某些学问和听课的忽视,则是调和且优雅的,正如奥德修斯所说: “然而我的心渴望倾听,我动了动眉毛,示意伙伴们将我松绑。 ” 又如在另一处: “但我没有听从——这本会好得多—— 为了能看到他本人,并看看他是否会给我客人的礼物。
" καὶ ὅλως ὅσαι μὴ παντάπασιν αἰσχραὶ μηδʼ ἀγεννεῖς· ἁμαρτίαι, παρατιθέμεναι τοῖς ἐπαίνοις τὸν φθόνον ἀφαιροῦσι.
” 总的来说,只要不是完全可耻或卑劣的过错,与赞美放在一起就能消除嫉妒。
πολλοὶ δὲ καὶ πενίας καὶ ἀπορίας καὶ νὴ Δία δυσγενείας ἐξομολόγησιν ἔστιν ὅτε τοῖς ἐγκωμίοις παρεμβάλλοντες, ἀμβλυτέρῳ τῷ φθόνῳ χρῶνται·
许多人有时通过在颂词中穿插对贫困、缺乏资源,甚至(誓以宙斯名义)出身微贱的承认,来使嫉妒变得迟钝。
καθάπερ Ἀγαθοκλῆς χρυσᾶ ποτήρια καὶ τορευτὰ τοῖς νέοις προπίνων ἐκέλευσε καὶ κεραμεᾶ κομισθῆναι καὶ τοιοῦτόν ἐστιν ἔφη τὸ ἐνδελεχὲς καὶ φιλόπονον καὶ ἀνδρεῖον· ἡμεῖς πάλαι ταῦτα, νῦν δʼ ἐκεῖνα ποιοῦμεν ἐδόκει γὰρ ἐν κεραμείῳ τεθράφθαι διὰ δυσγένειαν καὶ πενίαν ὁ Ἀγαθοκλῆς, εἶτα συμπάσης ὀλίγου δεῖν ἐβασίλευσε Σικελίας.
正如阿加托克利斯在向年轻人们敬献金杯和雕刻杯时,也吩咐端来陶杯,并且说道: “这就是坚持、勤勉和勇敢的成果;我们以前做的是这些,现在做的是那些。 ” 因为阿加托克利斯因出身低微和贫穷,被认为是在陶器作坊里长大的,但后来他几乎统治了整个西西里岛。

词汇与语法注释

  1. 543bκελεύοντα — 宾格分词 κελεύοντα 修饰主句不定式短语 χρῆσθαι ταῖς ἐπανορθώσεσι τῶν ἐπαίνων 的(语境中省略的)逻辑主语(即被赞美者本人)。它对应于条件从句 εἴ τις ... ἐπαινοίη(如果有人赞美……),意为“通过要求他们[不要说这些……]”来引出主句的逻辑行为。
  2. 543cὡς κοινὰ πολλῶν ... ἐγκώμια λέγοντας — 这里采用 ὡς + 分词(λέγοντας)的结构,表示伯里克利责备朋友(ἐμέμψατο αὐτούς)的主观原因,意为“因为(在他看来)他们所说的赞美之词是许多人共有的”。接下来的分词 παραλείποντας 同样受此 ὡς 的支配。
  3. 544aἧ οὐχ ἅλις ὅτι μάχης ἐπιδεύομαι — 这句荷马史诗引用中的 ὅτι 从句是一个名词性从句,用作无人称表达 ἧ οὐχ ἅλις 的主语或解释。它展现了一种自嘲式的反问逻辑:“难道我在战场上缺乏战斗力这件事还不够吗?”暗示这一缺陷已足够丢脸,因而在拳击上吹牛应当被原谅。
  4. 544cἡμεῖς πάλαι ταῦτα, νῦν δʼ ἐκεῖνα ποιοῦμεν — 在阿加托克利斯的对比性发言中,指示代词 ταῦτα(这些)指代手边的“陶杯(κεραμεᾶ)”,而 ἐκεῖνα(那些)则指代象征财富的“金制或雕刻杯(χρυσᾶ ... καὶ τορευτά)”。根据说话者的空间和心理距离,鲜明地对比了他过去的生计与如今的伟大地位。

引用这一段

普鲁塔克, 如何不招人怨地自我赞美 §12-13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg106.humanitext-grc2:12-13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。