Humanitext Reader

普鲁塔克 · 如何不招人怨地自我赞美 §1-2

自我赞美的弊病与政治家的例外运用

第 1 段,共 8 段 · 希腊语

内容简介

指出自我赞美虽然普遍受到厌恶,但许多人仍难以避免,并以欧里庇得斯和品达等诗人为例,进而阐述政治家出于公益目的而例外进行自我赞美的情境及其必要性。

§1τὸ περὶ ἑαυτοῦ λέγειν ὡς τι ὄντος ἢ δυναμένου πρὸς ἑτέρους, ὦ Ἥρκλανε, λόγῳ μὲν ἐπαχθὲς ἀποφαίνουσι πάντες καὶ ἀνελεύθερον, ἔργῳ δʼ οὐ πολλοὶ τὴν ἀηδίαν αὐτοῦ διαπεφεύγασιν οὐδὲ τῶν ψεγόντων.
赫库兰努斯啊,在他人面前谈论自己,仿佛自己是什么大人物或拥有权能,在言辞上,所有人都认为这是令人厌恶且不体面的,但在实际上,没有多少人能避开这种令人反感的事,甚至连那些谴责它的人也不例外。
ὁ γοῦν Εὐριπίδης εἰπών " εἰ δʼ ἦσαν ἀνθρώποισιν ὠνητοὶ λόγοι, οὐδεὶς ἂν αὑτὸν εὖ λέγειν ἐβούλετο· νῦν δʼ, ἐκ βαθείας γὰρ πάρεστιν αἰθέρος λαβεῖν ἀμισθί, πᾶς τις ἥδεται λέγων τὰ τʼ ὄντα καὶ μή· ζημίαν γὰρ οὐκ ἔχει " φορτικωτάτῃ κέχρηται μεγαλαυχίᾳ συγκαταπλέκων τοῖς τραγῳδουμένοις πάθεσι καὶ πράγμασι μηδὲν προσήκοντα τὸν περὶ αὑτοῦ λόγον.
至少,欧里庇得斯曾说: “如果言语是人们可以买到的,就没有人会想要夸耀自己;但现在,因为从深邃的天空中可以免费获取,每个人都乐于谈论真实的和不真实的事;因为这毫无损失” 他却在使用最令人难以忍受的大言不惭,将与悲剧中所表现的痛苦和事件毫无关系的自我赞美交织在一起。
ὁμοίως ὁ Πίνδαρος φήσας " καὶ τὸ καυχᾶσθαι παρὰ καιρὸν μανίαισιν ὑποκρέκει " οὐ παύεται μεγαληγορῶν περὶ τῆς ἑαυτοῦ δυνάμεως ἀξίας μὲν ἐγκωμίων οὔσης· τίς γὰρ οὔ φησιν;
同样地,品达曾说: “在不合时宜时自夸便与疯狂共鸣” 却仍不停止吹嘘自己的能力——尽管这能力确实值得赞美,因为谁会否认呢?
ἀλλὰ καὶ τοὺς στεφανουμένους ἐν τοῖς ἀγῶσιν ἕτεροι νικῶντας ἀναγορεύουσι, τὴν ἀηδίαν τῆς περιαυτολογίας ἀφαιροῦντες.
然而,即使是那些在竞技中获得冠冕的人,也是由他人宣布他们为胜利者,以此消除自我赞美的令人反感。
καὶ Τιμόθεον ἐπὶ τῇ κατὰ Φρύνιδος νίκῃ γράφοντα " μακάριος ἦσθα, Τιμόθεε, κᾶρυξ ὅτʼ εἶπεν νικᾷ Τιμόθεος Μιλήσιος τὸν Κάμωνος τὸν ἰωνοκάμπταν " εἰκότως δυσχεραίνομεν ὡς ἀμούσως καὶ παρανόμως; ἀνακηρύττοντα τὴν ἑαυτοῦ νίκην.
而提摩太在战胜普里尼斯时写道: “你是幸福的,提摩太,当传令官说道: ‘米利都的提摩太战胜了卡蒙之子,那扭曲爱奥尼亚风格的人’时” 我们难道不应该理所当然地厌恶他以一种毫无风雅且不合规矩的方式宣布自己的胜利吗?
αὐτῷ μὲν γὰρ ὁ παρʼ ἄλλων ἔπαινος ἥδιστον ἀκουσμάτων ἐστίν, ὥσπερ ὁ Ξενοφῶν εἴρηκεν· ἑτέροις δʼ ὁ περὶ αὑτοῦ λυπηρότατον.
因为对他自己而言,来自他人的赞美是最悦耳的声音,正如色诺芬所说;但对他人而言,听其自我称赞则是最痛苦的事。
πρῶτον μὲν γὰρ ἀναισχύντους ἡγούμεθα τοὺς ἑαυτοὺς ἐπαινοῦντας, αἰδεῖσθαι προσῆκον αὐτοῖς κἂν ὑπʼ ἄλλων ἐπαινῶνται δεύτερον δʼ ἀδίκους, ἃ λαμβάνειν ἔδει παρʼ ἑτέρων αὑτοῖς διδόντας· τρίτον ἢ σιωπῶντες ἄχθεσθαι καὶ φθονεῖν δοκοῦμεν, ἢ τοῦτο δεδοικότες ἀναγκαζόμεθα συνεφάπτεσθαι παρὰ γνώμην τῶν ἐπαίνων καὶ συνεπιμαρτυρεῖν, πρᾶγμα κολακείᾳ μᾶλλον ἀνελευθέρῳ προσῆκον ἢ τιμῇ, τὸ ἐπαινεῖν παρόντας ὑπομένοντες.
首先,我们认为那些赞美自己的人是无耻的,因为即使在受到他人赞美时,他们也理应保持谦逊;其次,我们认为他们是不公正的,因为他们把本应从他人那里获得的东西私自给予了自己;第三,我们若保持沉默,就会显得不悦和嫉妒,而因为害怕这一点,我们又不得不违心地附和这些赞美并一同作证,忍受着当面赞美他们,这种行为更适合卑贱的奉承,而非真正的敬意。
§2οὐ μὴν ἀλλὰ καίπερ οὕτω τούτων ἐχόντων, ἔστιν ᾗ παρακινδυνεύσειεν ἂν ὁ πολιτικὸς ἀνὴρ ἅψασθαι τῆς καλουμένης; περιαυτολογίας πρὸς οὐδεμίαν αὑτοῦ δόξαν ἢ χάριν, ἀλλὰ καιροῦ καὶ πράξεως ἀπαιτούσης, ὡς περὶ ἄλλου λεχθῆναι καὶ περὶ αὑτοῦ τι τῶν ἀληθινῶν μάλιστα δʼ ὅταν ᾖ, τὰ πεπραγμένα καὶ προσόντα χρηστὰ αὑτῷ μὴ φεισάμενον εἰπεῖν, διαπράξασθαί τι τῶν ὁμοίων.
然而,尽管情况如此,政治家是否仍有某种方式,可以冒险触及所谓的自我赞美,并非为了自己的名望或恩惠,而是因为时机和行动的需要,从而能够像谈论他人一样谈论关于自己的某些事实,特别是在通过毫不吝惜地叙述自己所做的善行和具备的优良品质,从而能够促成类似善举的时候?
καλὸν γὰρ ὁ τοιοῦτος ἔπαινος ἐκφέρει καρπόν, ὥσπερ ἀπὸ σπέρματος πλειόνων ἑτέρων ἀπʼ αὐτοῦ καὶ κρειττόνων φυομένων ἐπαίνων.
因为这样的赞美会带来美好的果实,就像从一粒种子中会生长出更多、更好的赞美一样。
καὶ γὰρ τὴν δόξαν ὁ πολιτικὸς ἀνὴρ οὐχ ὥς τινα μισθὸν ἢ παραμυθίαν τῆς· ἀρετῆς ἀπαιτεῖ καὶ ἀγαπᾷ ταῖς πράξεσι παροῦσαν ἀλλʼ ὅτι τὸ πιστεύεσθαι καὶ δοκεῖν χρηστὸν εἶναι πλειόνων καὶ καλλιόνων πράξεων ἀφορμὰς δίδωσι.
因为政治家要求并喜爱名望,并不是将其作为美德的某种报酬或安慰,使之伴随在行动中,而是因为被信任并被视为善人,能够为更多、更美好的行动提供契机。
πειθομένους γὰρ ἅμα καὶ φιλοῦντας ἡδὺ καὶ ῥᾴδιον ὠφελεῖν πρὸς δʼ ὑποψίαν καὶ διαβολὴν οὐκ ἔστι χρήσασθαι τῇ ἀρετῇ, φεύγοντας εὖ παθεῖν προσβιαζόμενον.
因为去帮助那些既顺从又怀有善意的人是令人愉悦且容易的,但面对怀疑和诽谤,却无法发挥美德的作用,因为这等同于强迫那些躲避善意的人接受恩惠。
εἰ δὲ καὶ διʼ ἑτέρας αἰτίας τινὰς ὁ πολιτικὸς αὑτὸν ἐπαινέσειε, σκεπτέον τίνες εἰσὶν αὗται, ὅπως ἐξευλαβούμενοι τὸ κενὸν καὶ δυσχεραινόμενον, εἴ τι χρήσιμον ἔχει, μὴ παραλίπωμεν.
但如果由于其他某些原因,政治家也赞美自己,我们必须考察这些原因是什么,以便在小心避开虚荣和令人反感之处的同时,如果其中含有任何有益的东西,我们不至于遗漏。

词汇与语法注释

  1. 539aὡς τι ὄντος ἢ δυναμένου — 连接词 ὡς 后面的属格分词 ὄντος 和 δυναμένου 与前面的属格 ἑαυτοῦ 相呼应,表示主观原因或假定:“仿佛自己是某个重要人物或拥有力量一般”。其中的 τι 意为“重要人物”或“了不起的人”。
  2. 539eἔστιν ᾗ — 短语 ἔστιν ᾗ(相当于 ἔστιν ὅπῃ)是一个惯用表达,意为“有某种方式”或“在某些情况下”。在此处与表示可能、潜在的希求法 + ἂν(παρακινδυνεύσειεν ἂν)连用,表示在特定情况下政治家或许可以冒险进行自我赞美。
  3. 539fπρὸς δʼ ὑποψίαν καὶ διαβολὴν οὐκ ἔστι χρήσασθαι τῇ ἀρετῇ — 介词 πρὸς 在此处意为“面对”或“针对”,非人称动词 οὐκ ἔστι 意为“不可能”。整句意为“在面对怀疑和诽谤时,是无法发挥德行的作用的”。

引用这一段

普鲁塔克, 如何不招人怨地自我赞美 §1-2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg106.humanitext-grc2:1-2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。