Humanitext Reader

普鲁塔克 · 如何不招人怨地自我赞美 §20-22

告诫他人时的自夸之害与克己自律

第 8 段,共 8 段 · 希腊语

内容简介

论述了在指责和告诫他人时产生自我赞美的危险性,以及在受到他人赞美或挑衅时保持自律的重要性,并警告自我赞美带给听众的厌恶感和最终的耻辱。

§20ἀλλὰ μὴν καὶ τὸ περὶ τοὺς ψόγους καὶ τὰς καταιτιάσεις γένος ἐπισφαλές ἐστι καὶ παρέχον ἐκτροπὰς τοῖς περὶ δόξαν νοσοῦσιν.
然而,关于指责和控诉这类情况也是危险的,它给那些沉溺于名声的人提供了偏离正轨的契机。
ᾧ μάλιστα περιπίπτουσιν οἱ γέροντες, ὅταν εἰς τὸ νουθετεῖν ἑτέρους καὶ κακίζειν ἔθη φαῦλα καὶ πράξεις ἡμαρτημένας προαχθῶσι, μεγαλύνοντες αὑτοὺς ὡς περὶ ταὐτὰ θαυμασίους δή τινας γενομένους.
老人最容易陷入其中,当他们被引导去告诫他人并指责恶习和错事时,夸大自己,仿佛在这些事情上成了什么了不起的人物。
τούτοις μὲν οὖν, ἂν μὴ μόνον ἔχωσιν ἡλικίαν ἀλλὰ καὶ δόξαν καὶ ἀρετήν, δοτέον· οὐ γὰρ ἀνωφελὲς, ἀλλὰ μέγα ζῆλον ἐμποιοῦν ἅμα καὶ φιλοτιμίαν τινὰ τοῖς οὕτω κολαζομένοις.
因此,对于他们,如果他们不仅有年纪,而且有名声和德行,则应当予以宽容;因为这并非无益,而是能同时在那些受到惩戒的人心中激发起巨大的热忱和某种竞争心。
οἱ δʼ ἄλλοι σφόδρα φυλάττεσθαι καὶ δεδιέναι τὴν ἐκτροπὴν ταύτην ὀφείλομεν.
但我们其他人应当极力防范并畏惧这种偏离。
ἀνιαροῦ γὰρ ὄντος ἄλλως καὶ μόλις ἀνεκτοῦ τοῦ τῶν πλησίον ἐλέγχου καὶ δεομένου πολλῆς εὐλαβείας, ὁ μιγνύων ἔπαινον ἴδιον ἀλλοτρίῳ ψόγῳ καὶ διʼ ἀδοξίας ἑτέρου δόξαν αὑτῷ θηρώμενος,ʼ ἐπαχθὴς παντάπασι καὶ φορτικὸς ἐστιν, ὡς ἐνευδοκιμεῖν ἀσχημονοῦσιν ἄλλοις βουλόμενος.
因为邻人的指责本来就是痛苦且难以忍受的,需要极大的谨慎,而将自己的赞美与他人的指责混为一谈、通过他人的不体面为自己猎取名声的人,是完全令人厌恶和烦人的,仿佛他想在别人出丑时为自己赢得名誉。
§21ἔτι τοίνυν τοῖς μὲν πρὸς τοὺς γέλωτας εὐκαταφόροις φύσει καὶ προχείροις μάλιστα φεύγειν προσήκει καὶ φυλάττεσθαι τοὺς γαργαλισμοὺς καὶ τὰς ψηλαφήσεις, ἐν αἷς τὰ λειότατα τοῦ σώματος ὀλισθάνοντα καὶ συρρέοντα κινεῖ καὶ συνεξορμᾷ τὸ πάθος·
此外,对于那些天生容易陷入笑谑且对此毫无防备的人来说,最适合避开和防范搔痒和抚摩,在这些抚摩中,身体最平滑的部分滑动并汇合,从而触动并激发激情。
ὅσοι δὲ πρὸς δόξαν ἐμπαθέστερον ἐρρυήκασι, τούτοις ἄν τις οὐχ ἥκιστα παραινέσειεν ἀπέχεσθαι τοῦ σφᾶς αὐτοὺς ἐπαινεῖν, ὅταν ὑπʼ ἄλλων ἐπαινῶνται.
而对于那些更热烈地追求名声的人,人们最应当劝告他们,当受到他人赞美时,要克制自己不去赞美自己。
δεῖ γὰρ ἐρυθριᾶν ἐπαινούμενον οὐκ ἀπερυθριᾶν, καὶ καταστέλλειν τοὺς μέγα τι περὶ αὑτῶν λέγοντας, οὐκ ἐλέγχειν ὡς ἐνδεέστερον ἐπαινοῦντας· ὅπερ οἱ πολλοὶ ποιοῦσιν, ὑπομιμνήσκοντες αὐτοὶ καὶ προσεμφοροῦντες ἄλλας τινὰς πράξεις καὶ ἀνδραγαθίας, ἄχρι ἂν τῷ περὶ αὑτῶν καὶ τὸν παρʼ ἑτέρων ἔπαινον διαφθείρωσιν.
因为在受到赞美时应当感到羞怯,而不是厚颜无耻,应当约束那些对自己大加赞扬的人,而不是责怪他们赞美得不够;许多人正是这样做的,他们自己提醒并堆砌起其他一些行径和英勇事迹,直到他们用关于自己的赞美彻底毁掉了别人对他们的赞美。
ἔνιοι μὲν οὖν κολακεύοντες αὐτοὺς ὥσπερ γαργαλίζουσι καὶ φυσῶσιν· ἔνιοι δὲ κακοήθως οἷόν τι δέλεαρ μικρὸν εὐλογίας ὑποβάλλοντες ἐκκαλοῦνται τὴν περιαυτολογίαν· οἱ δὲ προσπυνθάνονται καὶ διερωτῶσιν, ὡς παρὰ τῷ Μενάνδρῳ τὸν στρατιώτην, ἵνα γελάσωσι, "πρὸς τεῖχος ἀναβαίνων.
因此,有些人通过奉承,仿佛在搔痒并吹捧他们;有些人则心怀恶意,抛出某种赞美的小诱饵,勾引出他们的自我赞美;还有些人则反复询问和质问,就像美南德剧中的那个士兵一样,为了取笑他: “爬上城墙。
ἐγὼ μὲν δεικνύω ἐσπουδακώς, οἱ δὲ πάλιν ἐπεμυκτήρισαν. "
我表现得很认真,他们却反过来嗤之以鼻。
§22ἐν ἅπασιν οὖν τούτοις εὐλαβητέον ὡς ἔνι μάλιστα, μήτε συνεκπίπτοντα τοῖς ἐπαίνοις μήτε ταῖς ἐρωτήσεσιν ἑαυτὸν προϊέμενον.
” 因此,在所有这些情况下,必须尽可能地保持谨慎,既不要随同那些赞美,也不要在质问中丧失自我。
ἐντελεστάτη δὲ τούτων εὐλάβεια καὶ φυλακὴ τὸ προσέχειν ἑτέροις ἑαυτοὺς ἐπαινοῦσι καὶ μνημονεύειν, ὡς ἀηδὲς τὸ πρᾶγμα καὶ λυπηρὸν ἅπασι, καὶ λόγος ἄλλος οὐδεὶς οὕτως ἐπαχθὴς οὐδὲ βαρύς, οὐδὲ γὰρ ἔχοντες εἰπεῖν ὅτι πάσχομεν ἄλλο κακὸν ὑπὸ τῶν αὑτοὺς ἐπαινούντων, ὥσπερ φύσει βαρυνόμενοι τὸ πρᾶγμα καὶ φεύγοντες ἀπαλλαγῆναι καὶ ἀναπνεῦσαι σπεύδομεν ὅπου καὶ κόλακι καὶ παρασίτῳ καὶ δεομένῳ δύσοιστον ἐν χρείᾳ καὶ δυσκαρτέρητον ἑαυτὸν ἐγκωμιάζων πλούσιός τις ἢ σατράπης ἢ βασιλεύς· καὶ συμβολὰς ταύτας ἀποτίνειν μεγίστας λέγουσιν, ὡς ὁ παρὰ Μενάνδρῳ " σφάττει με, λεπτὸς γίνομʼ εὐωχούμενος, τὰ σκώμμαθʼ οἷα τὰ σοφὰ καὶ στρατηγικά, οἷος δʼ ἀλαζών ἐστιν ἁλιτήριος.
而对这些情况最彻底的防范和警惕,就是注意看别人如何赞美他们自己,并记住这件事对所有人来说是多么令人不快和痛苦,而且没有其他任何言论会如此令人厌恶和沉重。 因为虽然我们说不出我们因那些自我赞美的人而遭受了什么别的伤害,但我们仿佛天生就对这件事感到沉重,急于逃离、摆脱并得以喘息,在那种情况下,甚至对于奉承者、寄生虫和有求于人的人来说,一个富人、总督或君主在需要他时自吹自擂,也是难以忍受和无法克制的;并且他们说,这是作为最昂贵的会费来偿付的,正如美南德剧中的角色所说: “他要了我的命;我在享用宴席时变得消瘦,那些自作聪明、像将军一样的笑话,他是个多么该死的吹牛大王!
" ταῦτα γὰρ οὐ πρὸς στρατιώτας μόνον οὐδὲ νεοπλούτους εὐπάρυφα καὶ σοβαρὰ διηγήματα περαίνοντας, ἀλλὰ καὶ πρὸς σοφιστὰς καὶ φιλοσόφους καὶ στρατηγοὺς ὀγκουμένους ἐφʼ ἑαυτοῖς καὶ μεγαληγοροῦντας, εἰωθότες πάσχειν καὶ λέγειν, ἂν μνημονεύωμεν, ὅτι τοῖς ἰδίοις ἐπαίνοις ἀλλότριος ἕπεται ψόγος ἀεὶ καὶ γίγνεται τέλος ἀδοξία τῆς κενοδοξίας ταύτης, καὶ τὸ λυπεῖν τοὺς ἀκούοντας, ὡς ὁ Δημοσθένης φησί, περίεστιν οὐ τὸ δοκεῖν εἶναι τοιούτους, ἀφεξόμεθα τοῦ λέγειν περὶ αὑτῶν, ἂν μή τινα μεγάλα μέλλωμεν ὠφελεῖν ἑαυτοὺς ἢ τοὺς ἀκούοντας.
” 因为我们习惯于不仅对那些讲述着华丽而傲慢故事的士兵和暴发户产生并说出这些话,而且对那些自我膨胀、大言不惭的诡辩家、哲学家和将军们也是如此。 如果我们记住,自己的赞美总是伴随着他人的非难,且这种虚荣的结局终将成为耻辱,并且正如德摩斯梯尼所说,留给听众的只有痛苦,而无法让人看起来是那样的人,那么,除非我们能极大地益于自己或听众,否则我们将克制自己不去谈论自己。

词汇与语法注释

  1. 547aὡς περὶ ταὐτὰ θαυμασίους δή τινας γενομένους — 连词 ὡς 与分词 γενομένους 连用,表示主观原因或假托的根据(“仿佛成为了……”)。ταὐτά 是 τὰ αὐτά 的缩约形,指代前文的“恶习和错事”,意为“关于这些事情”。
  2. 547aτοῖς οὕτω κολαζομένοις — 与格分词短语,作为动词 ἐμποιοῦν(“注入、引起”)的间接宾语。οὕτω(“如此”)指代因老人们的“劝告和斥责”而受到惩戒的状态。
  3. 547bἐν αἷς τὰ λειότατα τοῦ σώματος ὀλισθάνοντα καὶ συρρέοντα κινεῖ — 关系代词 αἷς 的先行词是前文的 γαργαλισμούς(搔痒)和 ψηλαφήσεις(抚摩)。此处通过身体的隐喻,说明对名声的敏感性极易受到刺激,从而唤起自我赞美的激情(πάθος)。
  4. 547eσυμβολὰς ταύτας ἀποτίνειν μεγίστας — 间接引语中的“对格加不定式”结构(作为 λέγουσιν 的宾语)。συμβολάς 意为“会费、分摊的餐费”,隐喻地将谄媚者听取主人自我赞美的痛苦过程比作支付高昂餐宴的“最大代价”。

引用这一段

普鲁塔克, 如何不招人怨地自我赞美 §20-22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg106.humanitext-grc2:20-22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。