§14καὶ ταῦτα μὲν ἔξωθεν ἔστιν ἐπεισάγεσθαι φάρμακα τῆς περιαυτολογίας.
这些确实是可从外部引入的治疗自我赞美的药物。
ἕτερα δʼ αὐτοῖς τρόπον τινὰ τοῖς ἐπαινουμένοις ἔνεστιν· οἷς καὶ Κάτων ἐχρῆτο φθονεῖσθαι λέγων, ὅτι τῶν ἰδίων ἀμελεῖ καὶ τὰς νύκτας ἀγρυπνεῖ διὰ τὴν πατρίδα καὶ τὸ
"
πῶς δʼ ἂν φρονοίην, ᾧ παρῆν ἀπραγμόνως
ἐν τοῖσι πολλοῖς ἠριθμημένῳ στρατοῦ
ἴσον μετασχεῖν τῷ σοφωτάτῳ τύχης.
然而,另一些药物在某种程度上就存在于被赞美的事情本身之中;加图也曾使用过这些方法,他常说自己之所以招致嫉妒,是因为他忽视了私事,为了祖国而夜不能寐,此外还有这句诗: “我怎能算作聪明? 我本可以无忧无虑地列于大军的众人之中,与最明智者均分同样的好运。
"
καὶ τὸ
"
ὀκνῶν δὲ μόχθων τῶν πρὶν ἐκχέαι χάριν,
καὶ τοὺς παρόντας οὐκ ἀπωθοῦμαι πόνους.
” 以及这句: “因害怕将以往劳苦的恩惠付诸东流,我亦不推辞眼前的艰辛。
"
ὡς γὰρ οἰκίαν καὶ χωρίον, οὕτω καὶ δόξαν οἱ πολλοὶ καὶ ἀρετὴν τοῖς προῖκα καὶ ῥᾳδίως ἔχειν δοκοῦσιν οὐ τοῖς πριαμένοις πόνων πολλῶν καὶ κινδύνων φθονοῦσιν.
” 因为,正如对待房屋和土地一样,对于名声与德行,大众嫉妒那些看似免费且轻易获得它们的人,而不嫉妒那些用诸多劳苦和危险换来它们的人。
§15ἐπεὶ δʼ οὐ μόνον ἀλύπως καὶ ἀνεπιφθόνως ἀλλὰ καὶ χρησίμως καὶ ὠφελίμως προσοιστέον ἐστὶ τοὺς ἐπαίνους, ἵνα μὴ τοῦτο πράττειν ἀλλʼ ἕτερὸν τι διὰ τούτου δοκῶμεν· ὅρα πρῶτον, εἰ προτροπῆς ἕνεκα καὶ ζήλου καὶ φιλοτιμίας τῶν ἀκουόντων αὑτὸν ἄν τις ἐπαινέσειεν.
然而,既然我们不仅要无痛、免于嫉妒地呈现赞美,而且还要以有用且有益的方式呈现,好让我们看起来不是为了赞美而赞美,而是通过它来达到其他目的;那么请首先看看,是否有人会为了鼓舞、激发竞争心和听众的荣誉感而赞美自己。
ὥσπερ ὁ Νέστωρ τὰς ἑαυτοῦ διηγούμενος ἀριστείας καὶ μάχας τόν τε Πάτροκλον παρώρμησε καὶ τοὺς ἐννέα πρὸς τὴν μονομαχίαν ἀνέστησεν.
正如涅斯托尔通过讲述自己的武勋和战斗,既激起了帕特罗克洛斯,又促使那九位勇士站出来进行决斗。
ἡ γὰρ ἔργον ὁμοῦ· καὶ λόγον ἔχουσα προτροπὴ καὶ παράδειγμα καὶ ζῆλον οἰκεῖον ἔμψυχός ἐστι καὶ κινεῖ καὶ παροξύνει, καὶ μεθʼ ὁρμῆς καὶ προαιρέσεως ἐλπίδας ὡς ἐφικτῶν καὶ οὐκ ἀδυνάτων παρίστησι.
因为同时包含行动与言语的鼓舞、榜样以及切身的竞争心是富有生命力的,它能打动并激发人,并在带来冲动与意图的同时,呈现出事情并非不可能、而是可以企及的希望。
διὸ καὶ τῶν ἐν Λακεδαίμονι χορῶν ᾄδουσιν οἱ μὲν τῶν γερόντων
"ἄμμες ποτʼ ἦμες ἄλκιμοι νεανίαι"
οἱ δὲ τῶν παίδων
"ἄμμες δὲ γʼ ἐσσόμεθα πολλῷ κάρρονες"
οἱ δὲ τῶν νεανίσκων
"ἄμμες δὲ γʼ εἰμές αἰ δὲ λῇς, αὐγάσδεο·
因此,在拉刻代蒙的合唱队中,老人们唱道: “我们曾是勇猛的青年;” 孩子们唱道: “而我们将变得更加优秀;” 青年们则唱道: “我们现在就是这样;你若愿意,请看吧。
"
καλῶς καὶ πολιτικῶς τοῦ νομοθέτου τὰ πλησίον καὶ οἰκεῖα παραδείγματα τοῖς νέοις διʼ αὐτῶν τῶν εἰργασμένων ἐπιθέντος.
” 立法者如此安排是极好且具政治智慧的,他通过那些已经做出了事迹的人,向年轻人施加了身边且亲近的榜样。
§16οὐ μὴν ἀλλὰ καὶ καταπλήξεως ἐνιαχοῦ καὶ συστολῆς ἕνεκα καὶ τοῦ ταπεινῶσαι καὶ λαβεῖν ὑποχείριον τὸν αὐθάδη καὶ ἰταμὸν οὐ χεῖρόν ἐστι κομπάσαι τι περὶ αὑτοῦ καὶ μεγαληγορῆσαι.
不仅如此,有时为了震慑和收敛那些傲慢和鲁莽之辈,并使其谦逊、顺从,在关于自己的事情上夸耀一番并大言不惭并非坏事。
καθάπερ αὖ πάλιν ὁ Νέστωρ
"
ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν
ἀνδράσιν ὡμίλησα, καὶ οὒ ποτὲ μʼ οἵ γʼ ἀθέριζον.
正如涅斯托尔又说道: “因为在过去,我曾与比你们更优秀的男子们交往,而他们从未轻视过我。
"
οὕτω δὴ καὶ πρὸς Ἀλέξανδρον Ἀριστοτέλης οὐ μόνον ἔφη τοῖς πολλῶν κρατοῦσιν ἐξεῖναι μέγα φρονεῖν, ἀλλὰ καὶ τοῖς περὶ θεῶν δόξας ἀληθεῖς ἔχουσι.
” 正是如此,亚里士多德也对亚历山大说,不仅统治众多臣民的人可以自豪,对神明持有正确看法的人也可以自豪。
χρήσιμα δὲ καὶ πρὸς πολεμίους καὶ πρὸς ἐχθροὺς τὰ τοιαῦτα
"δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.
这些话对于对抗敌手和敌人也是有用的: “可怜人的子孙才会面对我的力量。
"
καὶ περὶ τοῦ Περσῶν βασιλέως μεγάλου καλουμένου ὁ Ἀγησίλαος
τί δʼ ἐμοῦ γε μείζων ἐκεῖνος, εἰ μὴ καὶ δικαιότερος;
” 而关于被称为大王的波斯国王,阿格西劳斯曾说: “如果他并不比我更公正,那他凭什么比我更伟大?
καὶ πρὸς τοὺς Λακεδαιμονίους τῶν Θηβαίων κατηγοροῦντας ὁ Ἐπαμεινώνδας
ἡμεῖς μὲν γʼ ὑμᾶς βραχυλογοῦντας ἐπαύσαμεν
ἀλλὰ ταῦτα μὲν πρὸς ἐχθροὺς καὶ πολεμίους·
” 面对指责底比斯人的拉刻代蒙人,伊巴密浓达说: “我们使你们停止了简短的说辞。
τῶν δὲ φίλων καὶ πολιτῶν οὐ μόνον ἔστι τοὺς θρασυνομένους καταστορέσαι καὶ ποιῆσαι ταπεινοτέρους, ἀλλὰ καὶ τοὺς περιφόβους καὶ καταπλῆγας ἐξᾶραι πάλιν καὶ παρορμῆσαι, χρησάμενον ἐν δέοντι μεγαλαυχίᾳ.
” 然而,这些是对付敌人和敌手的;而在朋友和同胞面前,不仅可以平息那些狂妄之辈并使其更加谦逊,也可以通过在必要时使用自夸,来重新提振并鼓励那些极度恐惧和惊慌失措的人。
καὶ γὰρ ὁ Κῦρος παρὰ τὰ δεινὰ καὶ τὰς μάχας
ἐμεγαληγόρει ἄλλοτε δʼ οὐ μεγαλήγορος ἦν.
因为居鲁士在危险和战斗中常说大话,但在其他时候他并不大言不惭。
καὶ Ἀντίγονος ὁ δεύτερος τἄλλα μὲν ἦν ἄτυφος καὶ μέτριος, ἐν δὲ τῇ περὶ Κῶν ναυμαχίᾳ τῶν φίλων τινὸς εἰπόντος
οὐχ ὁρᾷς, ὅσῳ πλείους εἰσὶν αἱ πολέμιαι νῆες;
而安提柯二世在其他方面毫无傲慢且十分谦逊,但在科斯岛附近的木船海战中,当他的一个朋友说: “你没看见敌人的船只比我们多那么多吗?
ἐμὲ
δὲ γʼ αὐτόν
εἶπε πρὸς
πόσας ἀντιτάττετε;
” 他回答道: “那你们把我我自己折算成对抗多少艘船呢?
καὶ τοῦτο δʼ ἔοικε συνιδεῖν Ὅμηρος·
” 荷马似乎也看出了这一点。
τὸν γὰρ Ὀδυσσέα πεποίηκεν, ἀποδειλιώντων τῶν ἑταίρων πρὸς τὸν ψόφον καὶ κλύδωνα τὸν περὶ τὴν Χάρυβδιν, ἀναμιμνήσκοντα τῆς αὑτοῦ δεινότητος καὶ ἀνδρείας· "
οὐ μὲν δὴ τόδε μεῖζον ἔπι κακόν, ἢ ὅτε Κύκλωψ
εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῇ γε βίῃφι
ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τε
ἐκφύγομεν.
因为他描写奥德修斯在伙伴们因卡律布狄斯周围的轰鸣和波涛而退缩畏惧时,提醒他们注意他自己的能力和勇气: “这绝非比独眼巨人用其强力将我们关在空旷洞穴时更大的灾难;但即使从那里,凭借我的勇气、计划和智慧,我们也逃脱了。
"
οὐ γάρ ἐστι δημαγωγοῦντος οὐδὲ σοφιστιῶντος ὁ τοιοῦτος ἔπαινος οὐδὲ κρότον οὐδὲ ποππυσμὸν αἰτοῦντος, ἀλλὰ τὴν ἀρετὴν καὶ τὴν ἐπιστήμην ἐνέχυρον τοῦ θαρρεῖν τοῖς φίλοις διδόντος.
” 因为这样的赞美既非取悦民众,亦非出于苏格拉底式智者的做作,既不索求掌声,亦不索求欢呼,而是将自己的德行和知识作为朋友们可以放心的担保。
μέγα γὰρ ἐν καιροῖς ἐπισφαλέσι πρὸς σωτηρίαν δόξα καὶ πίστις ἀνδρὸς ἡγεμονικὴν ἐμπειρίαν καὶ δύναμιν ἔχοντος·
因为在危急关头,一个拥有领导经验和力量的人的名望与信誉,对于拯救而言具有巨大的力量。