← プルタルコス

妬まれずに自分をほめることについて

§14-16

労苦の言及による嫉妬の回避と有益な誇示

著者は、自らの功績が多大な労苦によって得られたものであることを語ることで、嫉妬を回避できると説明する。また、他者を鼓舞し、あるいは不遜な者を戒めるために、有益な形で大言壮語や自己称賛を用いる手法を、古典的実例を引いて紹介する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§14

καὶ ταῦτα μὲν ἔξωθεν ἔστιν ἐπεισάγεσθαι φάρμακα τῆς περιαυτολογίας. ἕτερα δʼ αὐτοῖς τρόπον τινὰ τοῖς ἐπαινουμένοις1 ἔνεστιν· οἷς καὶ Κάτων ἐχρῆτο φθονεῖσθαι λέγων,2 ὅτι τῶν ἰδίων ἀμελεῖ καὶ τὰς νύκτας ἀγρυπνεῖ διὰ τὴν πατρίδα καὶ τὸ "πῶς δʼ ἂν φρονοίην, ᾧ παρῆν ἀπραγμόνως ἐν τοῖσι πολλοῖς ἠριθμημένῳ στρατοῦ ἴσον μετασχεῖν τῷ σοφωτάτῳ τύχης." καὶ τὸ "ὀκνῶν δὲ μόχθων τῶν πρὶν ἐκχέαι χάριν, καὶ τοὺς παρόντας οὐκ ἀπωθοῦμαι πόνους. " ὡς γὰρ οἰκίαν καὶ χωρίον, οὕτω καὶ δόξαν οἱ πολλοὶ καὶ ἀρετὴν τοῖς προῖκα καὶ ῥᾳδίως ἔχειν δοκοῦσιν οὐ τοῖς πριαμένοις πόνων πολλῶν καὶ κινδύνων φθονοῦσιν.

そして、これらは自己称賛に対する外部から導入されうる治療薬である。しかし他の薬は、ある意味で、称賛される事柄そのものの中に内在している。これらをカトも用いており、自分は私事を顧みず、祖国のために夜も眠れずにいるがゆえに嫉妬されているのだと言っていた。また、次の詩句もそうである。 「どうして私が思慮深いと言えようか。何もしないままで、 軍勢の多くの者の中に数えられ、 最も賢い者と等しく幸運を分かち合うことができたというのに。」 また、 「かつての労苦の恵みを失うのを恐れて、 目の前にある労苦を退けることもしない。」なぜなら、多くの人々は、家や土地と同じように、名声や徳についても、それらをただで、かつ容易に手に入れているように見える人々に嫉妬するのであって、多くの労苦や危険によってそれを買い取った人々に嫉妬するのではないからである。

§15

ἐπεὶ δʼ οὐ μόνον ἀλύπως καὶ ἀνεπιφθόνως ἀλλὰ καὶ χρησίμως καὶ ὠφελίμως προσοιστέον ἐστὶ τοὺς ἐπαίνους, ἵνα μὴ τοῦτο πράττειν ἀλλʼ ἕτερὸν τι διὰ τούτου δοκῶμεν· ὅρα πρῶτον, εἰ προτροπῆς ἕνεκα καὶ ζήλου καὶ φιλοτιμίας τῶν ἀκουόντων αὑτὸν ἄν τις ἐπαινέσειεν.3 ὥσπερ ὁ Νέστωρ τὰς ἑαυτοῦ διηγούμενος ἀριστείας καὶ μάχας τόν τε Πάτροκλον παρώρμησε καὶ τοὺς ἐννέα πρὸς τὴν μονομαχίαν ἀνέστησεν. ἡ γὰρ ἔργον ὁμοῦ· καὶ λόγον ἔχουσα προτροπὴ καὶ παράδειγμα καὶ ζῆλον οἰκεῖον ἔμψυχός ἐστι καὶ κινεῖ καὶ παροξύνει, καὶ μεθʼ ὁρμῆς καὶ προαιρέσεως ἐλπίδας ὡς ἐφικτῶν καὶ οὐκ ἀδυνάτων παρίστησι. διὸ καὶ τῶν ἐν Λακεδαίμονι χορῶν ᾄδουσιν οἱ μὲν τῶν γερόντων "ἄμμες ποτʼ ἦμες ἄλκιμοι νεανίαι "οἱ δὲ τῶν παίδων "ἄμμες δὲ γʼ ἐσσόμεθα πολλῷ κάρρονες " οἱ δὲ τῶν νεανίσκων "ἄμμες δὲ γʼ εἰμές αἰ δὲ λῇς, αὐγάσδεο·" καλῶς καὶ πολιτικῶς τοῦ νομοθέτου τὰ πλησίον καὶ οἰκεῖα παραδείγματα τοῖς νέοις διʼ αὐτῶν τῶν εἰργασμένων ἐπιθέντος.

しかし、私たちは自己への称賛を、ただ苦痛を与えず嫉妬を招かないようにするだけでなく、有用かつ有益な形で提示しなければならない。それは、私たちがそうすることを目的にしているのではなく、それを通じて他の何かをなそうとしているように思われるためである。まず第一に、聴き手を鼓舞し、競い合わせ、名誉心を掻き立てるために、自分自身を称賛することがあり得るかどうかを考えてみなさい。ちょうどネストルが、自らの武勲や戦いについて語ることで、パトロクロスを奮起させ、また一騎打ちに向けて九人の勇士たちを立ち上がらせたように。なぜなら、言葉と同時に行動を伴う鼓舞や、手本、そして身近な競争心は、命を吹き込まれたものであって、人を動かし、刺激し、また衝動や意図とともに、達成可能であって不可能ではないという希望を抱かせるからである。それゆえ、ラケダイモンの合唱隊でも、老人の隊はこう歌う。 「我らはかつて、勇気ある若者であった。」 少年の隊は、「我らははるかに優れた者となるだろう」と歌い、若者の隊は、「我らは今やそうである。もし望むなら、見てみるがよい」と歌う。 これは、立法者が若者たちに対して、身近で親しみやすい手本を、まさにそれらを成し遂げた人々自身を通じて課したものであり、見事で政治的に優れたやり方である。

§16

οὐ μὴν ἀλλὰ καὶ καταπλήξεως ἐνιαχοῦ καὶ συστολῆς ἕνεκα καὶ τοῦ ταπεινῶσαι καὶ λαβεῖν ὑποχείριον τὸν αὐθάδη καὶ ἰταμὸν οὐ χεῖρόν ἐστι κομπάσαι τι περὶ αὑτοῦ καὶ μεγαληγορῆσαι. καθάπερ αὖ πάλιν ὁ Νέστωρ "ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν ἀνδράσιν ὡμίλησα, καὶ οὒ ποτὲ μʼ οἵ γʼ ἀθέριζον." οὕτω δὴ καὶ πρὸς Ἀλέξανδρον Ἀριστοτέλης οὐ μόνον ἔφη τοῖς πολλῶν κρατοῦσιν ἐξεῖναι μέγα φρονεῖν, ἀλλὰ καὶ τοῖς περὶ θεῶν δόξας ἀληθεῖς ἔχουσι. χρήσιμα δὲ καὶ πρὸς πολεμίους καὶ πρὸς ἐχθροὺς τὰ τοιαῦτα "δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι." καὶ περὶ τοῦ Περσῶν βασιλέως μεγάλου καλουμένου ὁ Ἀγησίλαος τί δʼ ἐμοῦ γε μείζων ἐκεῖνος, εἰ μὴ καὶ δικαιότερος; καὶ πρὸς τοὺς Λακεδαιμονίους τῶν Θηβαίων κατηγοροῦντας ὁ Ἐπαμεινώνδας ἡμεῖς μὲν γʼ ὑμᾶς βραχυλογοῦντας ἐπαύσαμεν ἀλλὰ ταῦτα μὲν πρὸς ἐχθροὺς καὶ πολεμίους· τῶν δὲ φίλων καὶ πολιτῶν οὐ μόνον ἔστι τοὺς θρασυνομένους καταστορέσαι καὶ ποιῆσαι ταπεινοτέρους, ἀλλὰ καὶ τοὺς περιφόβους καὶ καταπλῆγας ἐξᾶραι πάλιν καὶ παρορμῆσαι, χρησάμενον ἐν δέοντι μεγαλαυχίᾳ. καὶ γὰρ ὁ Κῦρος παρὰ τὰ δεινὰ καὶ τὰς μάχας ἐμεγαληγόρει ἄλλοτε δʼ οὐ μεγαλήγορος ἦν. καὶ Ἀντίγονος ὁ δεύτερος τἄλλα μὲν ἦν ἄτυφος καὶ μέτριος, ἐν δὲ τῇ περὶ Κῶν ναυμαχίᾳ τῶν φίλων τινὸς εἰπόντος οὐχ ὁρᾷς, ὅσῳ πλείους εἰσὶν αἱ πολέμιαι νῆες; ἐμὲ δὲ γʼ αὐτόν εἶπε πρὸς πόσας4 ἀντιτάττετε; καὶ τοῦτο δʼ ἔοικε συνιδεῖν Ὅμηρος· τὸν γὰρ Ὀδυσσέα πεποίηκεν, ἀποδειλιώντων τῶν ἑταίρων πρὸς τὸν ψόφον καὶ κλύδωνα τὸν περὶ τὴν Χάρυβδιν, ἀναμιμνήσκοντα τῆς αὑτοῦ δεινότητος καὶ ἀνδρείας· "οὐ μὲν δὴ τόδε μεῖζον ἔπι κακόν, ἢ ὅτε Κύκλωψ εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῇ γε βίῃφι ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τε ἐκφύγομεν." οὐ γάρ ἐστι δημαγωγοῦντος οὐδὲ σοφιστιῶντος ὁ τοιοῦτος ἔπαινος οὐδὲ κρότον οὐδὲ ποππυσμὸν αἰτοῦντος, ἀλλὰ τὴν ἀρετὴν καὶ τὴν ἐπιστήμην ἐνέχυρον τοῦ θαρρεῖν τοῖς φίλοις διδόντος. μέγα γὰρ ἐν καιροῖς ἐπισφαλέσι πρὸς σωτηρίαν δόξα καὶ πίστις ἀνδρὸς ἡγεμονικὴν ἐμπειρίαν καὶ δύναμιν ἔχοντος·

しかしそれだけでなく、時には、不敵で無謀な者を驚愕させ、おののかせ、へりくだらせて従わせるために、自分について多少なりとも誇り、誇らしげに語ることも悪くはない。ちょうど、これまたネストルが、 「かつて私は、お前たちよりも優れた男たちと 交わったが、彼らは決して私を軽んじなかった」と言ったように。 まさにこのようにして、アリストテレスもアレクサンドロスに対して、多くの人々を支配する者たちだけでなく、神々について真なる見解を持つ者たちも誇り高くあることが許されていると語ったのである。また、敵や敵対者に対して、次のような言葉は有用である。 「哀れな者たちの子らが私の怒りに立ち向かうのだ。」 また、大王と呼ばれるペルシア王について、アゲシラオスが、「もし彼が私よりも義に厚いのでないなら、どうして私より偉大だと言えようか」と言ったのもそうである。また、テーバイ人を非難するラケダイモン人たちに対し、エパメイノンダスが、「我々はあなた方の簡潔な話し方をやめさせたのだ」と言ったのもそうである。しかしこれらは敵や敵対者に対するものである。他方、友人や市民たちに対しては、不遜に振る舞う者たちをなだめてへりくだらせるだけでなく、極度に恐れ、うろたえている者たちを再び奮い立たせ、鼓舞することも、必要なときに大言壮語を用いることで可能なのである。実際、キュロスは危険や戦闘に際しては大言を吐いたが、それ以外のときには大言を吐くことはなかった。 また、アンティゴノス2世は、他の点では傲慢さがなく控えめであったが、コス島付近での海戦において、友人の一人が「敵の船がどれほど多いか見えないのですか」と言ったとき、彼は、 「では、私自身を 何隻に対して 対抗させるつもりかね」と言った。そして、ホメロスもこのことを見抜いていたようである。というのも、カリュブディス周辺の騒音と波涛に対して仲間たちが怯えきっていたとき、オデュッセウスが彼らに自らの機知と勇気を思い出させているように彼を描いているからである。 「これは、キュクロプスが 我々をその強大な力で洞窟の中に閉じ込めたときよりも大きな災いではない。 しかし、そこからさえも、私の勇気と、計画と、知恵によって、 我々は逃れたのだ。」 なぜなら、このような称賛は民衆を煽動する者のものでも、ソフィストの真似事をする者のものでもなく、拍手や歓声を求めるものでもない。むしろ、自らの徳と知識を、友人たちに安心を与えるための担保として差し出しているのである。なぜなら、危急の事態において、指揮をとる経験と能力を持つ人物の評判と信頼は、救済のために大きな力を持つからである。

構文注4 件
  1. 14αὐτοῖς ... τοῖς ἐπαινουμένοις

    与格形 αὐτοῖς ... τοῖς ἐπαινουμένοις は、前文の φάρμακα を受ける ἔνεστιν の補語である。「称賛される事柄(行為や事象)そのものの中に(他の治療薬が)内在している」と解釈される。強調の形容詞(「それ自体」)としての αὐτοῖς が名詞化された分詞 τοῖς ἐπαινουμένοις にかかっている。

  2. 14φθονεῖσθαι λέγων

    動詞 λέγων にかかる不定詞 φθονεῖσθαι は受動態現在形。カト自身が「嫉妬されている」と口にしていたことを意味し、自分の公共への献身を語ることで、それに伴う必然的な嫉妬を自覚的に認めている様子を示している。

  3. 544dεἰ ... ἄν τις ἐπαινέσειεν

    間接疑問を導く εἰ(「〜かどうか」)の中に、潜在希求法(ἄν + 希求法 ἐπαινέσειεν)が用いられている。ここでは「(ある目的のために)自分自身を称賛することがあり得るかどうか」という、可能性を和らげた表現として機能している。

  4. 545cἐμὲ δὲ γʼ αὐτόν ... πρὸς πόσας

    激しい語順の倒置(ハイパーバトン)が見られる。本来の統語的つながりは πρὸς πόσας ἀντιτάττετε ἐμὲ δὲ γʼ αὐτόν;(私自身を何隻の敵船に対抗させるのか)であり、対格の ἐμὲ ... αὐτόν を文頭に置くことで、アンティゴノス自身の存在の重みを強調している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 3 件
urn:cts:greekLit:tlg0007.tlg106.humanitext-grc2:14-16