Humanitext Reader

普鲁塔克 · 论懦弱 §15-17

贤者拒斥权贵的不当要求与自欺

第 6 段,共 7 段 · 希腊语

内容简介

引用卡托、阿格西劳斯和塞米斯托克利等贤人的典故,展示了如何抗拒显贵之人的不当要求。作者揭示了那些害怕微小语法错误却肆意违法之人所具有的矛盾,并劝诫自称“追求美德者”不要向卑劣的私欲妥协。

§15καὶ μὴν ἐάνπερ ὁ δυσωπῶν ἔνδοξος καὶ δυνατὸς ʽ οἳ δὴ μάλιστα δυσπαραίτητοι καὶ δυσαπότριπτοι περὶ τὰς κρίσεις καὶ τὰς χειροτονίας ἐντυγχάνοντὲς εἰσιν̓, ὃ μὲν ἔπραξεν ὁ Κάτων νέος ὢν ἔτι πρὸς Κάτλον, οὐκ ἄν τινι φανείη ῥᾴδιον ἴσως οὐδʼ ἀναγκαῖον.
而且,如果让你碍于面子的人是著名且有权势的人(在有关审判和投票中,当他们前来请求时,这些人确实最难拒绝,也最难摆脱),那么小卡托在年轻时对卡图卢斯所做的事,对任何人来说可能都不觉得容易,也许也不觉得是必要的。
ὁ γὰρ Κάτλος ἦν μὲν ἐν ἀξιώματι τῶν Ῥωμαίων μεγίστῳ καὶ τότε τὴν τιμητικὴν ἀρχὴν εἶχεν ἀνέβη δὲ πρὸς τὸν Κάτωνα τεταγμένον ἐπὶ τοῦ δημοσίου ταμιείου παραιτησόμενός τινα τῶν ἐζημιωμένων ὑπʼ αὐτοῦ, καὶ λιπαρὴς ἐγίγνετο ταῖς δεήσεσι προσβιαζόμενος·
因为卡图卢斯在罗马人中享有极高的威望,当时担任监察官职,他来到负责管理国库的卡托那里,企图为某个被卡托处罚的人求情,并一再恳求强加于他。
ἄχρι οὗ δυσανασχετήσας ἐκεῖνος αἰσχρόν ἐστιν ἔφη Κάτλε, σὲ τὸν τιμητὴν ἀπαλλαγῆναι μὴ βουλόμενον ἐντεῦθεν ὑπὸ τῶν ἐμῶν ὑπηρετῶν ἕλκεσθαι·
直到卡托再也无法忍受,便说: “卡图卢斯,你作为监察官,却因为不愿从这里离开而被我的随从们拉出去,这实在是可耻的事。
καὶ ὁ Κάτλος αἰσχυνθείς, πρὸς ὀργὴν ἀπῆλθε.
” 卡图卢斯感到羞愧,愤怒地离去了。
σκόπει δὲ μὴ τὸ τοῦ Ἀγησιλάου καὶ τὸ τοῦ Θεμιστοκλέους ἐπιεικέστερόν ἐστι, καὶ μετριώτερον.
但是看看阿格西劳斯和塞米斯托克利的做法是否更温和、更适度。
ὁ μὲν γὰρ Ἀγησίλαος ὑπὸ τοῦ πατρὸς κελευόμενος κρῖναί τινα δίκην παρὰ τὸν νόμον, ἀλλʼ ὑπὸ σοῦ· ἔφη πάτερ, πείθεσθαι τοῖς νόμοις ἐδιδασκόμην ἀπʼ ἀρχῆς·
因为阿格西劳斯当被他的父亲命令进行一次违法的审判时,他说: “但是,父亲,我从小就从您那里学习要服从法律;因此,现在我也服从您,不去做任何违法的事情。
διὸ καὶ νῦν σοι πείθομαι μηδὲν ποιεῖν παράνομον ὁ δὲ Θεμιστοκλῆς πρὸς τὸν Σιμωνίδην ἀξιοῦντά τι τῶν μὴ δικαίων οὔτʼ ἂν σὺ ποιητὴς ἀγαθὸς εἴης ἔφη παρὰ μέλος· ᾄδων, οὔτʼ ἂν ἐγὼ χρηστὸς ἄρχων παρὰ νόμον κρίνων.
” 而塞米斯托克利对向他提出不正当要求的西蒙尼德说: “如果你唱歌不合音调,你就不会是一个好诗人;同样,如果我违法进行审判,我也不会是一个好的执政者。
§16καίτοι οὐ διὰ τὴν τοῦ ποδὸς πρὸς τὴν λύραν ἀμετρίαν, ὡς Πλάτων ἔλεγε, καὶ πόλεις πόλεσι καὶ φίλοι φίλοις διαφερόμενοι τὰ κάκιστα δρῶσί τε καὶ πάσχουσιν ἀλλὰ διὰ τὴν περὶ τὰ νόμιμα καὶ δίκαια πλημμέλειαν.
” 然而,正如柏拉图所说,并不是因为脚与竖琴的不协调,才导致城邦与城邦以及朋友与朋友之间发生争执并做出或遭受最坏的事,而是因为关于法律和正义的不协调。
ἀλλʼ ὅμως ἔνιοι τὴν ἐν μέλεσι καὶ γράμμασι καὶ μέτροις ἀκρίβειαν αὐτοὶ φυλάττοντες ἑτέρους ἐν ἀρχαῖς καὶ κρίσεσι καὶ πράξεσιν ἀξιοῦσιν ὀλιγωρεῖν τοῦ καλῶς ἔχοντος.
但是,尽管有些人自己守着在旋律、文字和音步上的严密性,却在官职、审判和行动中要求他人忽视合宜的准则。
διὸ καὶ τούτῳ μάλιστα χρηστέον πρὸς αὐτούς.
因此,对他们也最应当使用这一论点。
ἐντυγχάνει σοι δικάζοντι ῥήτωρ ἢ βουλεύοντι δημαγωγός·
当你作为裁判官时,有雄辩家前来找你;或者当你作为议员时,有煽动政治家前来找你。
ὁμολόγησον, ἐὰν ἐκεῖνος σολοικίσῃ προοιμιαζόμενος ἢ βαρβαρίσῃ διηγούμενος·
你就答应他:“如果你在开篇时犯了语法错误,或者在叙事中用了粗鄙言词,我就同意你的要求。
οὐ γὰρ ἐθελήσει διὰ τὸ φαινόμενον αἰσχρόν·
”因为他绝不愿因显而易见的羞耻而这样做。
ἐνίους γοῦν ὁρῶμεν οὐδὲ φωνήεντι συγκροῦσαι φωνῆεν ἐν τῷ λέγειν ὑπομένοντας.
我们至少能看到有些人,在说话时甚至连母音与母音的冲突都无法容忍。
ἕτερον πάλιν δυσωποῦντα τῶν ἐπιφανῶν καὶ ἐνδόξων κέλευσον ὀρχούμενον διʼ ἀγορᾶς ἐξελθεῖν ἢ διαστρέψαντα τὸ πρόσωπον· ἐὰν δʼ ἀρνῆται, σός ἐστιν ὁ καιρὸς εἰπεῖν καὶ πυθέσθαι, τί αἴσχιόν ἐστι;
再者,对于那些显贵和著名的人中试图让你碍于面子的另一个人,你命令他跳着舞穿过广场,或者扭歪他的脸;如果他拒绝,这正是你说话并提问的绝佳时机:“哪一个更可耻?
τὸ σολοικίσαι καὶ διαστρέψαι τὸ πρόσωπον ἢ τὸ λῦσαι τὸν νόμον καὶ παραβῆναι τὸν ὅρκον καὶ πλέον νεῖμαι τῷ πονηρῷ τοῦ ἀγαθοῦ παρὰ τὸ δίκαιον.
是犯语法错误和扭歪脸,还是废除法律、违背誓言,并在违背正义的情况下,把超过好人应得的分额分给恶人?
ἔτι τοίνυν, ὥσπερ Νικόστρατος ὁ Ἀργεῖος, Ἀρχιδάμου παρακαλοῦντος αὐτὸν ἐπὶ χρήμασι πολλοῖς καὶ γάμῳ γυναικὸς ἧς βούλεται Λακαίνης προδοῦναι Κρῶμνον, οὐκ ἔφη γεγονέναι τὸν Ἀρχίδαμον ἀφʼ Ἡρακλέους ἐκεῖνον μὲν γὰρ ἀποκτιννύναι περιιόντα τοὺς πονηρούς, τοῦτον δὲ τοὺς χρηστοὺς ποιεῖν πονηρούς· οὕτω καὶ ἡμῖν πρὸς ἄνθρωπον ἀξιοῦντα καλὸν κἀγαθὸν λέγεσθαι ῥητέον, ἂν βιάζηται καὶ δυσωπῇ, μὴ πρέποντα ποιεῖν μηδʼ ἄξια τῆς περὶ αὐτὸν εὐγενείας τε καὶ ἀρετῆς.
”此外,正如阿尔戈斯人尼科斯特拉托斯,当阿基达莫斯以巨款和娶任意他想要的斯巴达女子为条件诱使他背叛克罗姆诺斯时,他说阿基达莫斯绝非赫拉克勒斯的后代(因为赫拉克勒斯是周游各地消灭恶人,而这个人却把好人变成恶人);同样,对于一个要求被称作高尚和善良的人,如果他强迫并试图让我们碍于面子,我们也必须对他说:他所做的事既不合宜,也配不上他自己的高贵与美德。
§17ἐπὶ δὲ τῶν φαύλων ὁρᾶν χρὴ καὶ διανοεῖσθαι, τὸν φιλάργυρον εἰ δυσωπήσεις ἄνευ συμβολαίου δανεῖσαι τάλαντον ἢ τὸν φιλότιμον ἐκστῆναι τῆς προεδρίας, ἢ τὸν φίλαρχον τῆς παραγγελίας ἐπίδοξον ὄντα κρατήσειν.
而对于卑劣的人,我们必须看清并考虑到:你是否能让一个贪财的人碍于面子,在没有契约的情况下借出一塔兰同? 或者让一个好名的人让出特等席? 或者让一个好权的人在有望获胜时退出竞选?
δεινὸν γὰρ ἂν ἀληθῶς φανείη τούτους μὲν ἐν νοσήμασι καὶ παθήμασιν ἀκάμπτους διαμένειν καὶ ἐχυροὺς καὶ δυσμεταθέτους, ἡμᾶς δὲ βουλομένους καὶ φάσκοντας εἶναι φιλοκάλους καὶ φιλοκάλους μὴ κρατεῖν ἑαυτῶν ἀλλʼ ἀνατρέπεσθαι καὶ προΐεσθαι τὴν ἀρετήν.
因为如果这些人在疾病和情念中依然不屈、坚定且不易改变,而我们这些想要并自称是热爱美、热爱美的人,却无法控制自己,反而屈服并抛弃美德,这实在是极其可怕的事。
καὶ γάρ, εἰ μὲν οἱ δυσωποῦντες ἐπὶ δόξῃ καὶ δυνάμει τοῦτο ποιοῦσιν ἄτοπόν ἐστι κοσμοῦντας ἑτέρους καὶ αὔξοντας ἀσχημονεῖν αὐτοὺς καὶ κακῶς ἀκούειν·
因为如果那些让我们碍于面子的人是为了名望和权力而这样做,那么在装饰和提升他人的同时,自己却举止得体全无、背负恶名,这无疑是荒谬的。
ὥσπερ οἱ παραβραβεύοντες ἐν τοῖς ἀγῶσι καὶ χαριζόμενοι περὶ τὰς χειροτονίας, ἐξ οὐ προσηκόντων ἀρχεῖα καὶ στεφάνους ἄλλοις διδόντες καὶ δόξαν, ἀφαιροῦνται τὸ ἔνδοξον αὑτῶν καὶ τὸ καλόν· εἰ δὲ χρημάτων ἕνεκα προσκείμενον ὁρῶμεν τὸν δυσωποῦντα, πῶς οὐ παρίσταται δεινὸν εἶναι τὸ τῆς ἰδίας δόξης καὶ ἀρετῆς ἀφειδεῖν, ἵνα τὸ τοῦ δεῖνος βαλλάντιον βαρύτερον γένηται;
这就像那些在竞技中不公裁判并在投票选举中私授恩惠的人,把不相称的官职、冠冕和名声给他人,却剥夺了他们自己的名誉和美好;但如果我们看到那个让我们碍于面子的人是执着于金钱,那么为了让某某人的钱包变得更重,而毫不吝惜自己的名望和美德,这怎能不让人觉得是极其可怕的事呢?
καίτοι παρίσταταί γε τοῖς πολλοῖς τὰ τοιαῦτα καὶ οὐ λανθάνουσιν ἑαυτοὺς ἐξαμαρτάνοντες· ὥσπερ οἱ τὰς μεγάλας κύλικας ἐκπιεῖν ἀναγκαζόμενοι, μόλις καὶ στένοντες καὶ τὰ πρόσωπα διαστρέφοντες ἐκτελοῦσι τὸ προσταττόμενον.
然而,大多数人确实会想到这些,并且并非不知道自己在犯错;就像那些被迫喝下大杯酒的人,虽然极其不情愿、呻吟且扭歪着脸,却依然完成了被命令的事。

词汇与语法注释

  1. 534dὃ μὲν ἔπραξεν ὁ Κάτων νέος ὢν ἔτι πρὸς Κάτλον, οὐκ ἄν τινι φανείη ῥᾴδιον ἴσως οὐδʼ ἀναγκαῖον. — 包含关系代词 ὅ 的关系从句(ὃ μὲν ἔπραξεν...)充当主句中非人称结构 οὐκ ἄν ... φανείη ῥᾴδιον(……似乎并不容易)的实质主语,译为“卡托所做的事”。
  2. 535aὁμολόγησον, ἐὰν ἐκεῖνος σολοικίσῃ προοιμιαζόμενος ἢ βαρβαρίσῃ διηγούμενος· — 命令法动词 ὁμολόγησον(同意、答应)在此处引导一个反讽性的让步条件:“如果他在序论中犯了语法错误,你就答应他”。此语境旨在揭露那些不能容忍言语失误却强求违法不义之人的自我矛盾。
  3. 535cκαὶ φιλοκάλους καὶ φιλοκάλους — 手稿传统中此词重复,字面意为“热爱美且热爱美的人”。尽管有异文写作 καὶ φιλοσόφους καὶ φιλοκάλους(热爱智慧且热爱美的人),此处本着忠实原则,仍按照所给文本的重复词汇进行翻译。

引用这一段

普鲁塔克, 论懦弱 §15-17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg104.humanitext-grc2:15-17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。