Humanitext Reader

普鲁塔克 · 论懦弱 §11-14

如何拒绝不当要求与推荐信之误

第 5 段,共 7 段 · 希腊语

内容简介

通过柏拉图和色诺克拉底的书信例证说明因碍于面子而顺从的弊害,并借助芝诺的轶事及诸多名人的机智回应,展示了如何抗拒不合理的索求。

§11πάλιν ὁ Πλάτων Ἑλίκωνι τῷ Κυζικηνῷ διδοὺς πρὸς Διονύσιον ἐπιστολὴν ἐπῄνεσεν αὐτὸν ὡς ἐπιεικῆ καὶ μέτριον, εἶτα προσέγραψε τῇ ἐπιστολῇ τελευτώσῃ γράφω δέ σοι ταῦτα περὶ ἀνθρώπου, ζῴου φύσει εὐμεταβόλου Ξενοκράτης δὲ καίπερ αὐστηρὸς ὢν τὸν τρόπον ὅμως ὑπὸ δυσωπίας ἐκάμφθη, καὶ συνέστησε Πολυσπέρχοντι διʼ ἐπιστολῆς ἄνθρωπον οὐ χρηστόν, ὡς τὸ ἔργον ἔδειξε· δεξιωσαμένου δʼ αὐτὸν τοῦ Μακεδόνος καὶ πυθομένου μή τινος ἔχοι χρείαν, ᾔτησε τάλαντον·
此外,柏拉图在给库济库斯的赫利孔写一封给狄奥尼修斯的推荐信时,称赞他是一个宽厚温和的人,但随后在信的结尾处写道: “我给你写这些关于一个人的事,人天生是易变的动物。 ” 而色诺克拉底尽管性格严厉,却依然因碍于面子而屈服,通过信件向波留斯佩尔孔推荐了一个不好的人,正如事实所证明的那样;当这位马其顿人接待那人并询问他是否需要什么时,那人索要了一塔兰同;波留斯佩尔孔把钱给了那人,但给色诺克拉底写了信,劝告他今后更加仔细地考察他所推荐的人。
ὁ δʼ ἐκείνῳ μὲν ἔδωκε Ξενοκράτει δʼ ἔγραψε, παραινῶν ἐπιμελέστερον τὸ λοιπὸν ἐξετάζειν οὓς συνίστησιν. ὁ μὲν οὖν Ξενοκράτης ἠγνόησεν, ἡμεῖς δὲ καὶ πάνυ πολλάκις ἐπιστάμενοι τοὺς πονηροὺς καὶ γράμματα καὶ χρήματα προϊέμεθα, βλάπτοντες ἑαυτούς, οὐ μεθʼ ἡδονῆς ὥσπερ οἱ ταῖς ἑταίραις χαριζόμενοι καὶ τοῖς κόλαξιν, ἀλλὰ δυσχεραίνοντες καὶ βαρυνόμενοι τὴν ἀναίδειαν ἀνατρέπουσαν ἡμῶν καὶ καταβιαζομένην τὸν λογισμόν.
色诺克拉底当时是不知情,而我们却常常明知对方是恶人,却依然把信件和金钱送出,损害了自己,这并不像那些取悦妓女和谄媚者的人那样带着快乐,而是因为厌恶和因那颠覆我们理性并强迫我们的无耻而感到沉重。
εἰ γὰρ πρὸς ἄλλο τι καὶ πρὸς τοὺς δυσωποῦντας ἔξεστιν εἰπεῖν τὸ "μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά" τὰ ψευδῆ μαρτυρῶν ἢ τὰ μὴ δίκαια κρίνων ἢ τὰ μὴ συμφέροντα χειροτονῶν ἢ δανειζόμενος ὑπὲρ τοῦ μὴ ἀποδώσοντος.
因为如果对其他事情也是如此,那么对那些让我们碍于面子的人,我们完全可以说: “我明白我将要做的是怎样的恶事,” 当我们作伪证、作不公正的判决、投票支持不利的事,或者为那不打算还钱的人借钱时。
§12διὸ τῶν παθῶν μάλιστα τῷ δυσωπεῖσθαι τὸ μετανοεῖν οὐχ ὕστερον, ἀλλʼ εὐθὺς ἐν οἷς πράττει πάρεστι· καὶ γὰρ διδόντες ἀχθόμεθα καὶ μαρτυροῦντες αἰσχυνόμεθα καὶ συνηγοροῦντες ἀδοξοῦμεν καὶ μὴ παρέχοντες ἐλεγχόμεθα.
因此,在所有的激情中,后悔对于碍于面子而言,并不是在事后,而是在其行事的当下立即存在;因为我们在给予时感到痛苦,在作证时感到羞愧,在辩护时感到名誉受损,在无法提供时被揭穿。
πολλὰ γὰρ ὑπʼ ἀσθενείας τοῦ ἀντιλέγειν καὶ τῶν ἀδυνάτων ἡμῖν ὑπισχνούμεθα τοῖς λιπαροῦσιν ὡς συστάσεις ἐν αὐλαῖς καὶ πρὸς ἡγεμόνας ἐντεύξεις, μὴ βουλόμενοι μηδʼ εὐτονοῦντες εἰπεῖν οὐκ οἶδεν ἡμᾶς ὁ βασιλεύς, ἀλλʼ ἑτέρους ὅρα μᾶλλον, ὡς Λύσανδρος Ἀγησιλάῳ προσκεκρουκὼς ἀξιούμενος δὲ μέγιστον δύνασθαι παρʼ αὐτῷ διὰ τὴν δόξαν, οὐκ ᾐσχύνετο παραιτεῖσθαι τοὺς ἐντυγχάνοντας, ἀπιέναι πρὸς ἑτέρους κελεύων καὶ πειρᾶσθαι τῶν μᾶλλον αὐτοῦ παρὰ τῷ βασιλεῖ δυναμένων.
因为由于不愿反驳的软弱,我们向那些恳求我们的人承诺了许多即使对我们而言不可能的事,比如在宫廷中引荐以及与统治者会面,因为我们不愿也没有勇气说: “国王不认识我们,但你还是去找别人吧,” 正如莱山德与阿格西劳斯发生冲突后,尽管因其名望而被认为在阿格西劳斯那里拥有极大的影响力,但他并不以拒绝求助者为耻,而是命令他们去找别人,去求助于那些在国王面前比他更有影响力的人。
οὐ γὰρ αἰσχρὸν τὸ μὴ πάντα δύνασθαι· τὸ δὲ μὴ δυναμένους ἢ μὴ πεφυκότας ἀναδέχεσθαι τὰ τοιαῦτα καὶ παραβιάζεσθαι, πρὸς τῷ αἰσχρῷ καὶ λυπηρότατόν ἐστιν.
因为无法做到所有事情并不丢脸;但在没有能力或天生不适合时去承担这些事并勉强自己,除了丢脸之外,也是极其痛苦的。
§13ἀπʼ ἄλλης δʼ ἀρχῆς· τὰ μὲν μέτρια καὶ πρέποντα δεῖ προθύμως ὑπουργεῖν τοῖς ἀξιοῦσι, μὴ δυσωπουμένους ἀλλʼ ἑκόντας· ἐν δὲ τοῖς βλαβεροῖς καὶ ἀτόποις τὸ τοῦ Ζήνωνος ἀεὶ πρόχειρον ἔχειν, ὃς ἀπαντήσας τινὶ νεανίσκῳ τῶν συνήθων παρὰ τὸ τεῖχος ἡσυχῆ βαδίζοντι, καὶ πυθόμενος ὅτι φεύγει φίλον ἀξιοῦντα μαρτυρεῖν αὐτῷ τὰ ψευδῆ τί λέγεις φησὶν ἀβέλτερε;
从另一个起点开始:对于人们的要求,凡是适度且得体的,应当积极地予以协助,不应是出于碍于面子,而是自愿的;但在有害和荒谬的事情上,应当始终把芝诺的以下做法准备在手边:他遇到一位相识的年轻人在城墙边悄悄地走着,得知他是为了躲避一个要求他作伪证的朋友,便说: “你在说什么,傻瓜?
σὲ μὲν ἐκεῖνος ἀγνωμονῶν καὶ ἀδικῶν οὐ δέδιεν οὐδʼ αἰσχύνεται, σὺ δʼ ἐκεῖνον ὑπὲρ τῶν δικαίων οὐ θαρρεῖς ὑποστῆναι;
那个人不通情理且行不义,却既不怕你也不感到羞耻,而你为了正义的事,难道就没有勇气去抗拒他吗?
ὁ μὲν γὰρ εἰπὼν "ποτὶ πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία" κακῶς ἐθίζει μιμούμενον ἀμύνεσθαι τὴν κακίαν· τὸ δὲ τοὺς ἀναιδῶς καὶ ἀδυσωπήτως ἐνοχλοῦντας ἀποτρίβεσθαι τῷ ἀδυσωπήτῳ καὶ μὴ χαρίζεσθαι τὰ αἰσχρὰ τοῖς ἀναισχύντοις αἰσχυνόμενον, ὀρθῶς καὶ δικαίως γιγνόμενόν ἐστιν ὑπὸ τῶν νοῦν ἐχόντων.
” 因为那说 “对付恶人,恶行并非无用的武器” 的人,是在以模仿邪恶来防卫邪恶的方式教坏人们;而以绝不退让的态度去击退那些无耻且纠缠不休的人,并且不因羞怯而以可耻的事去迎合那些无耻之徒,这正是聪明人所做的正确且公正的事。
此外,在那些让我们碍于面子的人中,抗拒那些没有名望、卑微且无足轻重的人并非什么难事,甚至有些人还带着笑声和嘲讽来避开这些人,正如泰奥克里托斯那样:当有两个人在浴场向他借刮身板时,一个是陌生人,另一个是已知的窃贼熟人,他便带着玩笑同时拒绝了两人说: “你,我不认识,而你,我认识。
§14ἔτι τοίνυν τῶν δυσωπούντων τοῖς μὲν ἀδόξοις καὶ ταπεινοῖς καὶ μηδενὸς ἀξίοις οὐ μέγʼ ἔργον ἀντισχεῖν, ἀλλὰ καὶ μετὰ γέλωτος ἔνιοι καὶ σκώμματος ἐκκλίνουσι τοὺς τοιούτους ὡς Θεόκριτος, δυεῖν παρʼ αὐτοῦ ἐν βαλανείῳ στλεγγίδα κιχραμένων, τοῦ μὲν ξένου τοῦ δὲ γνωρίμου κλέπτου, μετὰ παιδιᾶς ἀμφοτέρους διεκρούσατʼ εἰπών σὲ μὲν οὐκ οἶδα σὲ δʼ οἶδα Λυσιμάχη δʼ Ἀθήνησιν, ἡ τῆς Πολιάδος; ἱέρεια, τῶν τὰ ἱερὰ προσαγαγόντων ὀρεωκόμων ἐγχέαι κελευόντων, ἀλλʼ ὀκνῶ εἶπε μὴ καὶ τοῦτο πάτριον γένηται καὶ Ἀντίγονος πρός τινα νεανίσκον, γεγονότα μὲν ἐκ λοχαγοῦ χαρίεντος αὐτὸν δʼ ἄτολμον ὄντα καὶ μαλακὸν ἀξιοῦντα δὲ προαχθῆναι, παρʼ ἐμοί φησὶν ὦ μειράκιον, ἀνδραγαθίας εἰσὶν οὐ πατραγαθίας τιμαί.
” 又如在雅典,波里亚斯的女祭司吕西马赫,当运送祭祀物品的骡夫要求她倒酒时,她说: “我有些犹豫,唯恐这也成了祖传的惯例。 ” 还有安提戈诺斯对某个年轻人,其父虽是优秀的军官,但他自己却胆怯懦弱,却要求获得晋升,安提戈诺斯说: “在我这里,年轻人,荣誉是因为个人的英勇,而不是因为父亲的英勇。 ”

词汇与语法注释

  1. 533cγράφω δέ σοι ταῦτα περὶ ἀνθρώπου, ζῴου φύσει εὐμεταβόλου — 引用自柏拉图的《第十三信札》(360c-d)。属格名词“ζῴου”是“ἀνθρώπου”的同格语,“φύσει”是表示限制(在天性上)的与格。
  2. 533dμανθάνω μὲν οἷα δρᾶν μέλλω κακά — 引用自欧里庇得斯的《美狄亚》(1078)。关系代词“οἷα”与先行词“κακά”呼应,整体构成“δρᾶν μέλλω”的直接宾语从句。
  3. 533eὑπʼ ἀσθενείας τοῦ ἀντιλέγειν — 冠词不定式“τοῦ ἀντιλέγειν”用作名词“ἀσθενείας”的限定属格,意为“由于无法反驳(拒绝)的软弱”。
  4. 534bτὸ δὲ τοὺς ἀναιδῶς... ἀποτρίβεσθαι... καὶ μὴ χαρίζεσθαι... ὀρθῶς καὶ δικαίως γιγνόμενόν ἐστιν — 整句的主语是由冠词“τὸ”引导的两个并列不定式分句(“ἀποτρίβεσθαι”和“μὴ χαρίζεσθαι”)。对格分词“αἰσχυνόμενον”与这些不定式逻辑上的主语一致,整体作为主句谓语“ὀρθῶς καὶ δικαίως γιγνόμενόν ἐστιν”的主语。

引用这一段

普鲁塔克, 论懦弱 §11-14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg104.humanitext-grc2:11-14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。