Humanitext Reader

普鲁塔克 · 论贪财 §1-3

财富的无能与贪欲的治疗

第 1 段,共 4 段 · 希腊语

内容简介

借用希波马科斯和阿里斯提波的寓言,阐述财富不仅不能消除欲望,反而会引发对无用奢侈品的渴望,使人陷入债务深渊;真正的治疗并非增加财富,而是净化灵魂,消除贪得无厌的物欲。

§1Ἱππόμαχος ὁ ἀλείπτης, ἐπαινούντων τινῶν ἄνθρωπον εὐμήκη καὶ μακρὰς ἔχοντα χεῖρας ὡς πυκτικόν, εἴπερ ἔφη καθελεῖν ἔδει τὸν στέφανον κρεμάμενον τοῦτʼ ἔστιν εἰπεῖν πρὸς τοὺς τὰ καλὰ χωρία καὶ τὰς μεγάλας οἰκίας καὶ τὸ πολὺ ἀργύριον ὑπερεκπεπληγμένους καὶ μακαρίζοντας, εἴ γʼ ἔδει πωλουμένην πρίασθαι τὴν εὐδαιμονίαν καίτοι πολλοὺς ἂν εἴποι τις, ὅτι μᾶλλον ἐθέλουσι πλουτεῖν καὶ κακοδαιμονοῦντες μακάριοι γενέσθαι δόντες ἀργύριον, ἀλλʼ οὐκ ἔστι γε χρημάτων ὤνιον ἀλυπία, μεγαλοφροσύνη, εὐστάθεια, θαρραλεότης, αὐτάρκεια·
体育教师希波马科斯,在有人赞美一个身材高大、双臂修长的人是个优秀的拳击手时,说道:“确实如此,如果必须要摘下那悬挂着的桂冠的话。 ” 这话也可以对那些因美丽的土地、宏伟的宅第和巨额的财富而惊叹并认为其幸福的人说:“确实如此,如果幸福是可以买卖并能购得的话。 ” 然而,有人可能会说,许多人更愿意致富,宁愿在痛苦中通过付出金钱来获得幸福。 但是,免除痛苦、高尚、稳定、勇敢、自足,这些绝非金钱所能购得。
τῷ πλουτεῖν οὐκ ἔνεστι τὸ πλούτου καταφρονεῖν οὐδὲ τῷ τὰ περιττὰ κεκτῆσθαι τὸ μὴ δεῖσθαι τῶν περιττῶν.
富有之中并不包含对财富的轻蔑,拥有多余之物中也不包含对多余之物的无求。
§2τίνος οὖν ἀπαλλάττει τῶν ἄλλων κακῶν ὁ πλοῦτος, εἰ μηδὲ φιλοπλουτίας;
如果金钱甚至不能让我们免于对财富的贪恋,那么它究竟能让我们免于其他什么恶行呢?
ἀλλὰ ποτῷ μὲν ἔσβεσαν τὴν τοῦ ποτοῦ ὄρεξιν καὶ τροφὴ τὴν τῆς τροφῆς ἐπιθυμίαν ἠκέσαντο·
人们通过饮水消除对饮水的渴望,食物则治愈对食物的欲望。
κἀκεῖνος ὁ λέγων "δὸς χλαῖναν Ἱππώνακτι, κάρτα γὰρ ῥιγῶ," πλειόνων ἐπιφερομένων δυσανασχετεῖ καὶ διωθεῖται·
而那个说道: “给希波纳克斯一件外套,因为我冷得厉害,” 的诗人,在有更多衣服送来时也会感到不悦并推开它们。
φιλαργυρίαν δʼ οὐ σβέννυσιν ἀργύριον οὐδὲ χρυσίον οὐδὲ πλεονεξία παύεται κτωμένη τὸ πλέον.
但银子和金子并不能消弭对金钱的贪欲,贪得无厌也不会因获得更多而停止。
ἀλλʼ ἔστιν εἰπεῖν πρὸς τὸν πλοῦτον ὥσπερ ἰατρὸν ἀλαζόνα "τὸ φάρμακόν σου τὴν νόσον μείζω ποιεῖ·
相反,我们大可以对财富说,就像对一个自吹自擂的医生说的那样: “你的药让病症更加严重。
" ἄρτου δεομένους καὶ οἴκου καὶ σκέπης μετρίας καὶ τοῦ τυχόντος ὄψου παραλαβὼν ἐμπέπληκεν ἐπιθυμίας χρυσοῦ καὶ ἀργύρου καὶ ἐλέφαντος καὶ σμαράγδων καὶ κυνῶν καὶ ἵππων, εἰς χαλεπὰ καὶ σπάνια καὶ δυσπόριστα καὶ ἄχρηστα μεταθεὶς ἐκ τῶν ἀναγκαίων τὴν ὄρεξιν.
” 财富接管了那些只需要面包、房屋、适度遮蔽和寻常菜肴的人,却用金、银、象牙、祖母绿、犬、马的欲望填满他们,将他们的渴望从必需之物转移到艰难、稀有、难以获得且无用之物上。
ἐπεὶ τῶν γʼ ἀρκούντων οὐδεὶς πένης ἐστίν· οὐδὲ δεδάνεισται πώποτʼ ἄνθρωπος ἀργύριον, ἵνʼ ἄλφιτα πρίηται ἢ τυρὸν ἢ ἄρτον ἢ ἐλαίας·
因为只要拥有足够之物,就没有人是贫穷的;也从未有人为了购买大麦粉、奶酪、面包或橄榄而借钱。
ἀλλὰ τὸν μὲν οἰκία πολυτελὴς χρεωφειλέτην πεποίηκε, τὸν δʼ ὁμοροῦν ἐλαιόφυτον, τὸν δὲ σιτῶνες ἀμπελῶνες, ἄλλον ἡμίονοι Γαλατικαὶ, ἄλλον ἵπποι ζυγοφόροι "κείνʼ ὄχεα κροτέοντες" ἐνσεσείκασιν εἰς βάραθρον συμβολαίων καὶ τόκων καὶ ὑποθηκῶν.
然而,奢华的豪宅却使一人成为债务人,邻近的橄榄林使另一人负债,还有些人因为麦田或葡萄园,另有人因为加拉太的骡子,还有人因为, “使那些战车格格作响” 的驾辕骏马,而被拖入了契约、利息和抵押的万丈深渊。
εἶθʼ ὥσπερ οἱ πίνοντες μετὰ τὸ μὴ διψῆν ἢ ἐσθίοντες μετὰ τὸ μὴ πεινῆν καὶ ὅσα διψῶντες ἢ πεινῶντες ἔλαβον προσεξεμοῦσιν, οὕτως οἱ τῶν ἀχρήστων ἐφιέμενοι καὶ περιττῶν οὐδὲ τῶν ἀναγκαίων κρατοῦσιν.
然后,就像那些在不渴时饮水或不饿时进食的人,会把他们在渴时或饿时吃下的东西也一并吐出来一样,那些追求无用和多余之物的人,连必需之物也无法保有。
οὗτοι μὲν οὖν τοιοῦτοι.
这些人便是如此。
§3τοὺς δὲ μηδὲν ἀποβάλλοντας ἔχοντας δὲ πολλὰ πλειόνων δʼ ἀεὶ δεομένους ἔτι μᾶλλον θαυμάσειεν ἄν τις τοῦ Ἀριστίππου μεμνημένος ἐκεῖνος γὰρ εἰώθει λέγειν, ὅτι πολλὰ μέν τις ἐσθίων πολλὰ δὲ πίνων πληρούμενος δὲ μηδέποτε, πρὸς τοὺς ἰατροὺς βαδίζει καὶ πυνθάνεται τί τὸ πάθος καί τίς ἡ διάθεσις καὶ πῶς ἂν ἀπαλλαγείη·
那些什么也不丢弃、却拥有许多东西并总是需要更多的人,如果人们想起阿里斯提波的话,会感到更加惊异。 因为他过去常说:如果有人吃得多、喝得多,却从未感到饱足,他就会去找医生,询问这是一种什么病,处于什么状态,以及如何才能摆脱它。
εἰ δέ τις ἔχων πέντε κλίνας δέκα ζητεῖ, καὶ κεκτημένος δέκα τραπέζας ἑτέρας συνωνεῖται τοσαύτας, καὶ χωρίων πολλῶν παρόντων καὶ ἀργυρίου, οὐ γίγνεται μεστὸς ἀλλʼ ἐπʼ ἄλλα συντέταται καὶ ἀγρυπνεῖ καὶ ἀπλήρωτός ἐστι.
但如果有人拥有五张卧榻却追求十张,拥有十张桌子却购买同样多的桌子,并且在拥有许多土地和金钱的情况下,仍不满足,反而致力于其他事物,夜不能寐,无法满足。
πάντων, οὗτος οὐκ οἴεται δεῖσθαι τοῦ θεραπεύσοντος καὶ δείξοντος ἀφʼ ἧς αἰτίας τοῦτο πέπονθε.
在所有事情上,这个人并不认为自己需要治疗者或是需要有人向他指出,他是因何种原因而遭受此苦的。
καίτοι τῶν διψώντων τὸν μὲν οὐ πεπωκότα προσδοκήσειεν ἄν τις ἀπαλλαγήσεσθαι πιόντα τοῦ διψῆν, τὸν δὲ πίνοντα συνεχῶς καὶ μὴ παυόμενον οὐ πληρώσεως ἀλλὰ καθάρσεως οἰόμεθα δεῖσθαι·
然而,在口渴的人中,我们期待那个尚未饮水的人在饮水后能摆脱渴意,但对于那个连续饮水、永不停止的人,我们认为他需要的不是填满而是净化。
καὶ κελεύομεν ἐμεῖν, ὡς οὐχ ὑπʼ ἐνδείας ὀχλούμενον ἀλλά τινος δριμύτητος ἢ θερμότητος αὐτῷ παρὰ φύσιν ἐνούσης·
我们会叫他吐出来,因为他并非因缺乏而受苦,而是因体内存在某种违背天性的辛辣之物或热病。
οὐκοῦν καὶ τῶν ποριζόντων ὁ μὲν ἐνδεὴς· καὶ ἄπορος παύσεται ἴσως ἑστίαν κτησάμενος ἢ θησαυρὸν εὑρὼν, ἢ φίλου βοηθήσαντος ἐκτίσας καὶ ἀπαλλαγεὶς τοῦ δανειστοῦ·
因此,在获取财富的人中,那些匮乏且贫困的人,也许在获得家园、发现宝藏,或在朋友帮助下还清债务、摆脱债权人后就会停止。
τὸν δὲ πλείω τῶν ἱκανῶν ἔχοντα καὶ πλειόνων ὀρεγόμενον οὐ χρυσίον ἐστὶν οὐδʼ ἀργύριον τὸ θεραπεῦον οὐδʼ ἵπποι καὶ πρόβατα καὶ βόες, ἀλλʼ ἐκβολῆς δεῖται καὶ καθαρμοῦ.
但对于那些拥有超过所需之物并渴望更多的人来说,能够治愈他的不是金银,也不是骏马、绵羊和牛群,而是需要排空与净化。
πενία γὰρ οὐκ ἔστιν ἀλλʼ ἀπληστία τὸ πάθος αὐτοῦ καὶ φιλοπλουτία, διὰ κρίσιν φαύλην καὶ ἀλόγιστον ἐνοῦσα·
因为他的病症并非贫穷,而是由于糟糕且不理性的判断而存在于其体内的贪得无厌和对财富的沉迷。
ἣν ἂν μή τις ἐξέληται τῆς ψυχῆς ὥσπερ ἕλμιγγα πλατεῖαν, οὐ παύσονται δεόμενοι τῶν περιττῶν, τουτέστιν ἐπιθυμοῦντες ὧν οὐ δέονται.
除非有人将这东西像一条宽扁的绦虫一样从其灵魂中清除,否则他们绝不会停止对多余之物的渴求,也就是说,他们绝不会停止渴望那些他们并不需要的东西。

词汇与语法注释

  1. 523dεἴπερ... ἔφη καθελεῖν ἔδει τὸν στέφανον κρεμάμενον — 由连词 εἴπερ(如果确实)引导的具有反虚拟语气色彩的条件句。希波马科斯的发言是对仅凭身体特征(高大、手长)就赞美某人是优秀拳手这一行为的讽刺,意即如果胜利的桂冠只是挂在高处、只需伸手摘下即可(而不需要拳击格斗技巧的话),那个人才称得上优秀。
  2. 523eτῷ πλουτεῖν οὐκ ἔνεστι τὸ πλούτου καταφρονεῖν — 带冠词的与格不定式 τῷ πλουτεῖν(在富有中)起到了表示状态或场所的状语作用,而带冠词的主格不定式短语 τὸ πλούτου καταφρονεῖν(轻蔑财富)则是动词 ἔνεστι(存在于……中)的语法主语。在语法构造上,拥有财富的客观状态与超越财富的主观精神态度形成了对比。
  3. 524aἀλλὰ τὸν μὲν οἰκία πολυτελὴς χρεωφειλέτην πεποίηκε... — 第13行至第19行的复杂句。多个主语(单数的 οἰκία、ἐλαιόφυτον 以及复数的 σιτῶνες、ἀμπελῶνες、ἡμίονοι、ἵπποι)以对比结构(τὸν μὲν... τὸν δʼ... ἄλλον...)排列,并最终与复数动词 ἐνσεσείκασιν(摔入)相联系。虽然前半部分的单数主语由单数动词 πεποίηκε 支配,但由于后半部分复数名词的累积,整句的主导动词一致性转移到了复数形式。
  4. 524bεἰ δέ τις ἔχων πέντε κλίνας δέκα ζητεῖ... — 自第4行开始的长条件句。由 εἰ δέ τις(但如果有人……)引导的条件从句,其主句(结句)位于第9行的 οὗτος οὐκ οἴεται δεῖσθαι...(这个人并不认为自己需要……)。由于插入了大量的分词和列举,导致从句主语与主句动词之间距离过远,因此在第9行使用指示代词 οὗτος 重新承接主语 τις,使句子结构得以完整恢复。
  5. 524dἣν ἂν μή τις ἐξέληται τῆς ψυχῆς — 关系代词 ἣν 指代前文的 κρίσιν φαύλην καὶ ἀλόγιστον(糟糕且不理性的判断)。通过与虚拟语气助词 ἄν 及虚拟语气动词 ἐξέληται 连用,构成了一个相当于“除非有人将其从灵魂中清除”的关系条件从句。属格 τῆς ψυχῆς 作为夺格性属格,在表示“清除、拔出”的复合动词 ἐξέληται 下表示起点和分离。

引用这一段

普鲁塔克, 论贪财 §1-3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg103.humanitext-grc2:1-3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。