Humanitext Reader

普鲁塔克 · 论贪财 §6-7

有害的贪财与吝啬父母对子女的毒害

第 3 段,共 4 段 · 希腊语

内容简介

作者谴责了损人却不利己的野兽般贪财,并指出吝啬的父母用歪曲的价值观毁掉子女,导致父子相怨,最终使后代彻底失去闲暇与自由。

§6καὶ ταῦτα πρὸς τὴν ὀνώδη καὶ μυρμηκώδη λέγω ταύτην φιλοπλουτίαν.
这些话我是针对这种像驴又像蚂蚁的贪财之心说的。
ἑτέρα δʼ ἐστὶν ἡ θηριώδης, συκοφαντοῦσα καὶ κληρονομοῦσα καὶ παραλογιζομένη καὶ πολυπραγμονοῦσα καὶ φροντίζουσα καὶ ἀριθμοῦσα τῶν φίλων ἔτι πόσοι ζῶσιν, εἶτα πρὸς μηδὲν ἀπολαύουσα τῶν πανταχόθεν προσποριζομένων.
而另一种则是像野兽一般的贪财,它诬告、谋求遗产、欺诈、爱管闲事、担忧,并计算着朋友中还有多少人活着,然后,对从各处搜刮来的财物毫无享受。
ὥσπερ οὖν ἐχίδνας καὶ κανθαρίδας καὶ φαλάγγια μᾶλλον προβαλλόμεθα καὶ δυσχεραίνομεν ἄρκτων καὶ λεόντων, ὅτι κτείνει καὶ ἀπόλλυσιν ἀνθρώπους μηδὲν χρώμενα τοῖς ἀπολλυμένοις ὑπʼ αὐτῶν· οὕτω δεῖ μᾶλλον δυσχεραίνειν τῶν διʼ ἀσωτίαν τοὺς διὰ μικρολογίαν καὶ ἀνελευθερίαν πονηρούς·
正如我们更避忌和厌恶蝮蛇、斑蝥和毒蛛,过于熊和狮子,因为它们杀死并消灭人类,却对自己消灭的牺牲品毫无利用;同样,我们更应该厌恶那些因吝啬和奴役性而作恶的人,过于那些因放荡而作恶的人。
ἀφαιροῦνται γὰρ ἄλλων, οἷς αὐτοὶ χρῆσθαι μὴ δύνανται μηδὲ πεφύκασιν.
因为他们夺取他人的东西,而他们自己却无法也不天生具有使用这些东西的本性。
ὅθεν ἐκεῖνοι μὲν ἐκεχειρίαν ἄγουσιν, ἐν ἀφθόνοις γενόμενοι καὶ χορηγίαν ἔχοντες· ὥσπερ ὁ Δημοσθένης; ἔλεγε πρὸς τοὺς νομίζοντας τῆς πονηρίας τὸν Δημάδην πεπαῦσθαι, νῦν γὰρ ἔφη μεστὸν ὁρᾶτε, καθάπερ τοὺς λέοντας· τοῖς δʼ εἰς μηδὲν ἡδὺ μηδὲ χρήσιμον πολιτευομένοις οὐκ ἔστιν ἀνακωχὴ τοῦ πλεονεκτεῖν οὐδʼ ἀσχολία κενοῖς οὖσιν ἀεὶ καὶ προσδεομένοις ἁπάντων.
因此,前者在物资丰富、拥有充足供应时,还能享有休战;正如德摩斯梯尼对那些以为德马德斯已停止作恶的人所说: “因为现在,” 他说, “你们看到他已经饱足,就像那些狮子一样”;而对于那些不为任何愉快或有益的事而参政的人来说,贪得无厌是无法停息的,他们总是空虚,需要一切,因而永远无法闲暇。
§7ἀλλὰ νὴ Δία, φήσει τις, ὅτι παισὶν οὗτοι καὶ κληρονόμοις φυλάττουσι καὶ θησαυρίζουσι.
但是,凭着宙斯起誓,有人会说,他们是为了孩子和继承人而守护和储蓄。
πῶς;
怎么可能?
οἷς ζῶντες οὐδὲν μεταδιδόασιν, ἀλλʼ ὥσπερ τῶν μυῶν τῶν ἐν τοῖς μετάλλοις τὴν χρυσῖτιν ἐσθιόντων οὐκ ἔσται τοῦ χρυσίου μεταλαβεῖν, εἰ μὴ νεκρῶν γενομένων καὶ ἀνατμηθέντων.
他们活着的时候对孩子们毫无施予,反而像矿山里吃金粉的耗子一样,除非死了被剖开,否则无法分享这些金子。
παισὶ δὲ καὶ κληρονόμοις διὰ τί βούλονται πολλὰ χρήματα καὶ μεγάλην οὐσίαν ἀπολιπεῖν;
他们为什么希望给孩子和继承人留下大量金钱和巨额财产?
ἵνα δηλονότι καὶ οὗτοι φυλάττωσιν ἑτέροις, κἀκεῖνοι πάλιν παισίν· ὥσπερ οἱ κεραμεοῖ σωλῆνες οὐδὲν ἀναλαμβάνοντες εἰς ἑαυτοὺς ἀλλʼ ἕκαστος εἰς ἕτερον ἐξ ἑαυτοῦ μεθιείς, ἄχρι ἄν τις ἔξωθεν ἢ συκοφάντης ἢ τύραννος ἐκκόψας τὸν φυλάττοντα καὶ κατεάξας ἀλλαχόσε παρατρέψῃ καὶ παροχετεύσῃ τὸν πλοῦτον· ἤ, καθάπερ λέγουσιν, εἷς ὁ πονηρότατος ἐν τῷ γένει γενόμενος, καταφάγῃ τὰ πάντων·
显然,是为了让这些人也为别人守护,而那些人又为他们的孩子守护;就像陶制的管道,自身不吸纳任何东西,而是每个都从自身将水排给另一个,直到外来的诬告者或僭主击倒守护者,打破管道,将这些财富引向他处并疏导;或者,正如人们所说,家族中出现了一个最邪恶的人,将所有人的财产吞噬干净。
οὐ γὰρ μόνον γίγνεται δούλων τέκνα "ἀκόλασθʼ ὁμιλεῖν γίνεται δούλων τέκνα" ἀλλὰ καὶ μικρολόγων ὥς που καὶ Διογένης ἐπέσκωψεν εἰπὼν Μεγαρέως ἀνδρὸς βέλτιον εἶναι κριὸν ἢ υἱὸν γενέσθαι.
因为不仅奴隶的孩子会 “奴隶的孩子相处时变得放荡不羁” 吝啬鬼的孩子也会如此,正如迪奥根尼在某处讽刺道: “成为一个麦加拉人的公羊,比成为他的儿子更好。
καὶ γὰρ οὓς δοκοῦσι παιδεύειν ἀπολλύουσι καὶ προσδιαστρέφουσιν ἐμφυτεύοντες τὴν αὑτῶν φιλαργυρίαν καὶ τὴν μικρολογίαν, ὥσπερ φρούριον τῆς κληρονομίας ἐνοικοδομοῦντες τοῖς κληρονόμοις.
” 因为他们非但没有教育他们以为在教育的孩子,反而通过灌输自己的贪财和吝啬,将他们毁掉并进一步扭曲,仿佛是在继承人中建造了一座继承财产的堡垒。
ταῦτα γάρ ἐστιν ἃ παραινοῦσι καὶ διδάσκουσι κέρδαινε καὶ φείδου, καὶ τοσούτου νόμιζε σαυτὸν ἄξιον ὅσον ἂν ἔχῃς.
因为这就是他们所劝诫和传授的: “去赚钱,去节省,并且认为自己拥有多少就值多少。
τοῦτο δʼ οὐκ ἔστι παιδεύειν, ἀλλὰ συστέλλειν καὶ ἀπορράπτειν ὥσπερ βαλλάντιον, ἵνα στέγειν καὶ φυλάττειν τὸ εἰσβληθὲν δύνηται.
” 但这并不是教育,而是像钱包一样,把它收拢并缝合起来,以便能够容纳并守护投入其中的东西。
καίτοι τὸ μὲν βαλλάντιον ἐμβληθέντος τοῦ ἀργυρίου γίγνεται ῥυπαρὸν καὶ δυσῶδες; οἱ δὲ τῶν φιλαργύρων παῖδες πρὶν ἢ παραλαμβάνειν τὸν πλοῦτον ἀναπίμπλανται τῆς φιλοπλουτίας ἀπʼ αὐτῶν τῶν πατέρων.
然而,钱包在银币投入后会变得肮脏且有臭味;而吝啬鬼的孩子在继承财富之前,就已经从他们父亲那里传染了贪财之症。
καὶ μέντοι τῆς διδασκαλίας καὶ μισθοὺς ἀξίους ἀποτίνουσιν αὐτοῖς, οὐ φιλοῦντες ὅτι πολλὰ λήψονται, ἀλλὰ μισοῦντες ὅτι μήπω λαμβάνουσι·
而且,对于这种教导,他们也向父亲们支付了应得的报答:他们并不因为将来能得到许多而爱父亲,反而因为现在还没得到而恨他们。
μηδὲν γὰρ ἄλλο θαυμάζειν ἢ τὸν πλοῦτον μαθόντες μηδʼ ἐπʼ ἄλλῳ τινὶ ζῆν ἢ τῷ πολλὰ κεκτῆσθαι, κώλυσιν τοῦ ἰδίου βίου τὸν ἐκείνων ποιοῦνται, καὶ νομίζουσιν αὑτῶν ἀφαιρεῖσθαι τὸν χρόνον, ὅσον ἐκείνοις προστίθησι.
因为他们除了崇拜财富外没有学过别的,除了拥有许多之外没有别的生活目的,所以他们将父亲的生命视为自己生活的阻碍,并认为父亲增加的寿命就是从他们自己身上夺走的时间。
διὸ καὶ ζώντων μὲν ἔτι τῶν πατέρων λανθάνοντες ἁμωσγέπως παρακλέπτουσι τῆς ἡδονῆς καὶ ἀπολαύουσιν ὥσπερ ἀλλοτρίων μεταδιδόντες φίλοις, ἀναλίσκοντες εἰς ἐπιθυμίας ἔτι ἀκούοντες ἔτι μανθάνοντες.
因此,在父亲还活着的时候,他们以某种方式暗中偷取享乐,并像分享他人之物一样与朋友共同享受,在还在听从教导、还在学习的时候就为欲望而挥霍。
ὅταν δʼ ἀποθανόντων τὰς κλεῖς παραλάβωσι καὶ τὰς σφραγῖδας, ἕτερον βίου σχῆμα αὐτοῖς ἐστι καὶ πρόσωπον ἀγέλαστον αὐστηρὸν ἀνέντευκτον οὐ κολοφὼν οὐ σφαῖρα οὐ τραχηλισμὸς οὐκ Ἀκαδήμεια οὐ Λύκειον, ἀλλʼ οἰκετῶν ἀνάκρισις καὶ γραμματείων ἐπίσκεψις καὶ πρὸς οἰκονόμους ἢ χρεώστας διαλογισμὸς καὶ ἀσχολία καὶ φροντὶς ἀφαιρουμένη τὸ ἄριστον καὶ συνελαύνουσα νυκτὸς εἰς τὸ βαλανεῖον "γυμνάσια δʼ οἷσιν ἐνετράφη Δίρκης θʼ ὕδωρ παρώδευται·
但是,当父亲去世,他们接管了钥匙和印章时,他们便呈现出另一种生活形态,露出一副不苟言笑、严厉、不可接近的面孔,没有陀螺,没有皮球,没有摔跤,没有阿卡德米亚,没有吕克昂,只有对奴隶的审问、对账簿的核对、与管家或债务人的计算,以及夺走正餐、在夜里将他们赶往浴场的忙碌与担忧。
" κἂν εἴπῃ τις οὐκ ἀκούσῃ τοῦ φιλοσόφου;
“他们所成长的体育场和狄耳刻的水源,已被弃置一旁。
ʼ πόθεν ἐμοί;
” 如果有人说: “你难道不听哲学家的教导吗?
ʼ φησίν·
” “我哪来的空闲?
οὐ σχολάζω τοῦ πατρὸς τεθνηκότος.
” 他说, “父亲去世了,我没有闲暇。
ὦ ταλαίπωρε, τί σοι τοιοῦτο καταλέλοιπεν οἷον ἀφῄρηται, τὴν σχολὴν καὶ τὴν ἐλευθερίαν;
” 可怜的人啊,你父亲给你留下了什么能弥补他夺走的东西——即闲暇与自由?
μᾶλλον δʼ οὐκ ἐκεῖνος ἀλλʼ ὁ πλοῦτος περιχυθεὶς καὶ κρατήσας, ὥσπερ ἡ παρʼ Ἡσιόδῳ γυνὴ "εὔει ἄτερ δαλοῦ καὶ ἐν ὠμῷ γήραϊ θῆκεν; " ὥσπερ ῥυτίδας ἀώρους ἢ πολιὰς ἐπαγαγὼν τῇ ψυχῇ τὰς φροντίδας ἐκ τῆς φιλαργυρίας καὶ τῆς ἀσχολίας, ὑφʼ ὧν μαραίνεται τὸ γαῦρον καὶ τὸ φιλότιμον καὶ τὸ φιλάνθρωπον.
或者说,不是他,而是财富围绕并控制了你,就像赫西俄德笔下的女人: “不用火把就把人烤干,并带入未成熟的衰老”,它给灵魂带来了由贪财和忙碌而生的提前出现的皱纹或白发般的忧虑,在这些忧虑下,高尚、名誉心和仁爱之心都枯萎了。

词汇与语法注释

  1. 525fἀριθμοῦσα τῶν φίλων ἔτι πόσοι ζῶσιν — 间接疑问从句 `ἔτι πόσοι ζῶ监控` 作为分词 `ἀριθμοῦσα` 的宾语。计算朋友们还有多少人活着,形象地描绘了贪婪地期待继承其遗产的心态。
  2. 526bοἷς ζῶντες οὐδὲν μεταδιδόασιν — 关系代名词 `οἷς` 指代前文的 `παισὶ καὶ κληρονόμοις`。它与前面的设问 `πῶς;`(怎么可能?)形成对比关系,突出了强烈的矛盾:为继承人积攒财产,却在活着时对他们一无所施。
  3. 526eζώντων μὲν ἔτι τῶν πατέρων — 这是属格独立结构,`τῶν πατέρων` 为逻辑主语,`ζώντων` 为现在分词,表示时间条件“在父亲们还活着的时候”。它与随后的主格分词 `λανθάνοντες` 紧密配合,描绘了儿子们瞒着父亲偷偷享受乐的情景。
  4. 527aεὔει ἄτερ δαλοῦ — 引用自赫西俄德的《工作与时日》第705行,意为“不用火把就把人烤干,并带入未成熟的衰老”。此处以 `ὁ πλοῦτος`(财富)为隐含主语,比喻贪财如何像不火而炙的妇女一样,使人在肉体和精神上过早消耗殆尽。

引用这一段

普鲁塔克, 论贪财 §6-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg103.humanitext-grc2:6-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。