§7οὕτω δʼ ἑκάστῳ λυπηρόν ἐστιν ἡ τῶν περὶ αὐτὸν κακῶν ἀνακάλυψις, ὥστε πολλοὺς ἀποθανεῖν ἂν πρότερον ἢ δεῖξαί τι τῶν ἀπορρήτων νοσημάτων ἰατροῖς.
同样地,暴露自己的缺陷对每个人来说都是痛苦的,以至于许多人宁可先死,也不愿向医生展示他们任何隐藏的疾病。
φέρε γὰρ Ἡρόφιλον ἢ Ἐρασίστρατον ἢ τὸν Ἀσκληπιὸν αὐτόν, ὅτʼ ἦν ἄνθρωπος, ἔχοντα τὰ φάρμακα καὶ τὰ ὄργανα, κατʼ οἰκίαν παριστάμενον ἀνακρίνειν, μή τις ἔχει; σύριγγα περὶ δακτύλιον ἢ γυνὴ καρκίνον ἐν ὑστέρᾳ·
试想,如果赫罗菲拉斯或埃拉西斯特拉图斯,或者是阿斯克勒庇俄斯本人在其还是凡人时,手持药剂和器具,伫立在每家每户门前询问:是否有人在肛门周围患有瘘管,或者妇女子宫内患有癌症。
καίτοι σωτήριόν ἐστι τῆς τέχνης ταύτης τὸ πολύπραγμον ἀλλὰ πᾶς ἄν τις, οἶμαι, τὸν τοιοῦτον ἀπήλασεν, ὅτι τὴν χρείαν οὐ περιμένων ἄκλητος ἐπʼ ἀλλοτρίων κακῶν ἔρχεται κατανόησιν.
尽管这一医术的多管闲事是能救命的,但我认为,任何人都会把这样的人赶走,因为他没有等待别人的需要,就在未被邀请的情况下前来察看他人的痛苦。
οἱ δὲ πολυπράγμονες αὐτὰ ταῦτα καὶ τὰ τούτων ἔτι χείρονα ζητοῦσιν, οὐ θεραπεύοντες ἀλλὰ μόνον ἀνακαλύπτοντες· ὅθεν μισοῦνται δικαίως.
然而,多管闲事的人却专门寻找这些事情以及比这更糟糕的事情,并不是为了治疗,而是仅仅为了揭露;因此他们理所当然地遭到憎恨。
καὶ γὰρ τοὺς τελώνας βαρυνόμεθα καὶ δυσχεραίνομεν, οὐχ ὅταν τὰ ἐμφανῆ τῶν εἰσαγομένων ἐκλέγωσιν, ἀλλʼ ὅταν τὰ κεκρυμμένα ζητοῦντες ἐν ἀλλοτρίοις σκεύεσι καὶ φορτίοις ἀναστρέφωνται· καίτοι τοῦτο ποιεῖν ὁ νόμος δίδωσιν αὐτοῖς, καὶ βλάπτονται μὴ ποιοῦντες.
事实上,我们也对税吏感到厌烦和不快,不是在他们对进口的显明货物征税时,而是在他们为了寻找隐藏之物,在别人的器皿和行李中翻箱倒柜时;尽管法律允许他们这样做,并且如果他们不这样做就会蒙受损失。
οἱ δὲ πολυπράγμονες ἀπολλύουσι καὶ προΐενται τὰ αὑτῶν ἀσχολούμενοι περὶ τἀλλότρια καὶ σπανίως μὲν εἰς ἀγρὸν βαδίζουσι, τὸ ἥσυχον καὶ σιωπηρὸν τῆς ἐρημίας οὐ φέροντες ἐὰν δὲ καὶ παραβάλωσι διὰ χρόνου, ταῖς τῶν γειτόνων ἀμπέλοις ἐμβλέπουσι μᾶλλον ἢ ταῖς ἰδίαις· καὶ πυνθάνονται πόσοι βόες τοῦ γείτονος;
然而,多管闲事的人却因为忙于他人的事务而荒废并放弃了自己的产业。 他们极少前往田间,因为他们无法忍受荒野中那宁静而沉默的孤独。 而即使他们隔了很久去一次,他们也宁可盯着邻居的葡萄藤看,而不是看自己的;他们打听“邻居死去了多少头牛?
ἀποτεθνήκασιν ἢ πόσος οἶνος ὀξίνης γέγονε·
”或者“有多少酒变酸了?
ταχὺ δὲ τούτων ἐμπλησθέντες ἀποτρέχουσιν.
”一旦很快听饱了这些,他们便跑开了。
ὁ μὲν γὰρ ἀληθινὸς ἐκεῖνος γεωργὸς οὐδὲ τὸν αὐτομάτως ἐρχόμενον ἐκ πόλεως λόγον ἡδέως προσδέχεται, λέγων
"
εἶτά μοι σκάπτων ἐρεῖ,
ἐφʼ οἷς γεγόνασιν αἱ διαλύσεις· ταῦτα γὰρ
πολυπραγμονῶν νῦν ὁ κατάρατος περιπατεῖ. "
因为那个真正的农夫甚至不愿高高兴兴地接受城里自然传来的传闻,他说: "等我正在耕作时,他就会跑来对我说,和解是在什么条件下达成的;因为那个该死的家伙现在正四处走动,插手这些事情。
§8οἱ δὲ πολυπράγμονες ὡς ἕωλόν τι πρᾶγμα καὶ ψυχρὸν καὶ ἀτράγῳδον φεύγοντες τὴν ἀγροικίαν, εἰς τὸ δεῖγμα καὶ τὴν ἀγορὰν καὶ τοὺς λιμένας ὠθοῦνται· μή τι καινόν;
"但多管闲事的人把乡间生活视为某种陈腐、冷漠且不具戏剧性的东西而加以逃避,他们挤进样品陈列所、广场和港口: “有什么新鲜事吗?
οὐ γὰρ ἦς πρωῒ κατʼ ἀγοράν;
” “你早上不是在广场吗?
τί οὖν;
” “那又怎样?
ἐν ὥραις τρισὶν οἴει τὴν πόλιν μετακεκοσμῆσθαι;
你以为三个小时内城市就改头面了吗?
οὐ μὴν ἀλλʼ ἂν μέν τις ἔχῃ τι τοιοῦτον εἰπεῖν, καταβὰς ἀπὸ τοῦ ἵππου δεξιωσάμενος καὶ καταφιλήσας ἕστηκεν ἀκροώμενος.
” 不仅如此,如果有人有什么这样的事情可以说,他就会从马上下来,握手并亲吻对方,站着倾听。
ἐὰν δʼ ἀπαντήσας εἴπῃ τις ὅτι οὐθὲν καινὸν, ὥσπερ ἀχθόμενος
τί λέγεις;
但如果碰见的人说没有什么新鲜事,他就会像很不高兴似的说: “你胡说什么?
φησὶν
οὐ γέγονας κατʼ ἀγοράν;
你没去过广场吗?
οὐ παρελήλυθας τὸ στρατήγιον;
你没有经过将军府吗?
οὐδὲ τοῖς ἐξ Ἰταλίας ἥκουσιν ἐντετύχηκας;
你甚至没有遇到那些从意大利来的人吗?
διὸ καλῶς οἱ τῶν Λοκρῶν ἄρχοντες, ἐπεί τις ἐξ ἀποδημίας προσιὼν ἠρώτησε
μή τι καινόν,
ἐζημίωσαν αὐτόν.
” 因此,洛克里的长官们做得很好,当有人从外地回来询问: “有什么新鲜事吗? ” 他们对他课以罚款。
ὡς γὰρ οἱ μάγειροι φορὰν εὔχονται βοσκημάτων οἱ δʼ ἁλιεῖς ἰχθύων, οὕτως οἱ πολυπράγμονες εὔχονται φορὰν κακῶν καὶ πλῆθος πραγμάτων καὶ καινότητας καὶ μεταβολάς, ἵνʼ ἀεί τι θηρεύειν καὶ κατακόπτειν ἔχωσιν.
因为正如厨师祈求牲畜丰收,渔夫祈求鱼类满网一样,多管闲事的人也祈求恶事的丰收、大量纠纷、新奇事物和变动,以便他们总有东西可以猎捕和解剖。
εὖ δὲ καὶ ὁ τῶν Θουρίων νομοθέτης· κωμῳδεῖσθαι γὰρ ἐκώλυσε τοὺς πολίτας πλὴν μοιχοὺς καὶ πολυπράγμονας.
而图里伊的立法者也做得很出色:他禁止公民在喜剧中被嘲讽,但奸通者和多管闲事者除外。
ἔοικε γάρ ἥ τε μοιχεία πολυπραγμοσύνη τις ἀλλοτρίας ἡδονῆς εἶναι καὶ ζήτησις καὶ ἔρευνα τῶν φυλαττομένων καὶ λανθανόντων τοὺς πολλούς· ἥ τε πολυπραγμοσύνη παράλυσίς ἐστι καὶ φθορὰ καὶ ἀπογύμνωσις τῶν ἀπορρήτων.
实际上,通奸似乎是对他人快乐的一种多管闲事,是对大多数人所防范和隐瞒之事的搜寻和调查;而多管闲事则是对秘密的瓦解、破坏和暴露。
§9τῇ μὲν οὖν πολυμαθείᾳ τὴν πολυλογίαν ἕπεσθαι συμβαίνει· διὸ καὶ Πυθαγόρας ἔταξε τοῖς νέοις πενταέτιδα σιωπήν, ἐχεμυθίαν προσαγορεύσας.
那么,博学固然会伴随着多言;因此毕达哥拉斯也规定年轻人要保持五年的沉默,称其为“保守秘密”。
τῇ δὲ περιεργίᾳ τὴν κακολογίαν ἀνάγκη συνακολουθεῖν ἃ γὰρ ἡδέως ἀκούουσιν ἡδέως λαλοῦσι, καὶ ἃ παρʼ ἄλλων σπουδῇ συλλέγουσι πρὸς ἑτέρους μετὰ χαρᾶς ἐκφέρουσιν.
而爱管闲事则必然伴随着恶言。 因为他们乐于倾听的事,也乐于诉说;他们从别人那里热心搜集来的事,便满心欢喜地传播给其他人。
ὅθεν αὐτοῖς μετὰ τῶν ἄλλων κακῶν τὸ νόσημα καὶ πρὸς τὴν ἐπιθυμίαν ἐμποδών ἐστι·
因此,除了其他恶行之外,这一病症对他们自身的欲望也起到了阻碍作用。
πάντες γὰρ αὐτοὺς φυλάττονται καὶ ἀποκρύπτονται, καὶ οὔτε πρᾶξαί τι πολυπράγμονος ὁρῶντος οὔτε εἰπεῖν ἀκούοντος ἡδέως ἔχουσιν·
因为所有人都会防范他们并向他们隐瞒,当多管闲事的人看着时,人们不愿做任何事,当他听着时,人们不愿说任何话。
ἀλλὰ καὶ βουλὰς ἀνατίθενται καὶ σκέψεις πραγμάτων ὑπερβάλλονται, μέχρι ἂν ἐκποδὼν ὁ τοιοῦτος γένηται·
不仅如此,人们还会推迟会议,将事务的讨论延期,直到这样的人走开为止。
κἂν ἢ λόγου τινὸς ἀπορρήτου παρόντος ἢ πράξεως σπουδαίας περαινομένης ἀνὴρ πολυπράγμων ἐπιφανῇ, καθάπερ ὄψον γαλῆς παραδραμούσης αἴρουσιν ἐκ μέσου καὶ ἀποκρύπτουσιν· ὥστε πολλάκις τὰ τοῖς ἄλλοις ῥητὰ καὶ θεατὰ τούτοις μόνοις ἄρρητα καὶ ἀθέατα γίγνεσθαι.
如果,在某种秘密的谈话正在进行或重大事务正在办理时,多管闲事的人突然出现,人们就会像防备黄鼬跑过时偷走食物一样,把谈话内容从中间撤走并藏起来,结果往往使那些对别人来说可以言说、可以观看的事情,唯独对他们成了不可言说、不可观看的。
διὸ καὶ πίστεως ἁπάσης ἔρημος ὁ πολυπράγμων ἐστίν·
因此,多管闲事的人失去了所有人的信任。
οἰκέταις γοῦν καὶ ξένοις πιστεύομεν μᾶλλον ἐπιστολὰς καὶ γράμματα καὶ σφραγῖδας ἢ φίλοις καὶ οἰκείοις πολυπράγμοσιν.
至少,我们宁愿把信件、文书和印章托付给仆人和外邦人,也不愿托付给多管闲事的朋友和亲属。
ὁ δὲ Βελλεροφόντης ἐκεῖνος οὐδὲ καθʼ ἑαυτοῦ γράμματα κομίζων ἔλυσεν, ἀλλʼ ἀπέσχετο τῆς ἐπιστολῆς τοῦ βασιλέως ὡς τῆς γυναικὸς διὰ τὴν αὐτὴν ἐγκράτειαν.
而那个著名的贝勒罗丰,即使携带着对自己不利的信件,也没有拆开,而是以同样的自制力,克制着不去拆看国王的信件,正如他克制着不碰那个女人一样。
ἀκρασίας γὰρ τὸ πολυπραγμονεῖν ὡς καὶ τὸ μοιχεύειν, καὶ πρὸς τῇ ἀκρασίᾳ δεινῆς ἀνοίας καὶ ἀφροσύνης·
因为多管闲事如同通奸一样,是一种不自制的表现,而在不自制之外,更是可怕的愚蠢和糊涂。
τὸ γὰρ τοσαύτας παρελθόντα κοινὰς καὶ δεδημοσιωμένας γυναῖκας; ἐπὶ τὴν κατάκλειστον ὠθεῖσθαι καὶ πολυτελῆ, πολλάκις ἂν οὕτω τύχῃ καὶ ἄμορφον οὖσαν, ὑπερβολὴ μανίας καὶ παραφροσύνης.
因为,放过这么多公开和大众的女人,却偏要向那被锁闭且代价高昂的、而且往往在很多时候长相丑陋的女人那里钻营,这是疯狂和丧失理智的极致。
ταὐτὸ δʼ οἱ πολυπράγμονες ποιοῦσι· πολλὰ καὶ καλὰ θεάματα καὶ ἀκούσματα καὶ σχολὰς καὶ διατριβὰς παρελθόντες, ἐπιστόλια διορύττουσιν ἀλλότρια καὶ παραβάλλουσι γειτόνων τοίχοις τὰ ὦτα καὶ συμψιθυρίζουσιν οἰκέταις καὶ γυναίοις, πολλάκις μὲν οὐδʼ ἀκινδύνως ἀεὶ δʼ ἀδόξως.
多管闲事的人做的正是同样的事:他们放过许多美丽且优秀的景观、听闻、闲暇和消遣,却去挖掘别人的私人信件,把耳朵贴在邻居的墙壁上,与仆人和女人们交头接耳,这往往不仅不无危险,而且总是很不光彩。