§3ἀλλʼ ἔνιοι τὸν ἴδιον βίον ὡς ἀτερπέστατον θέαμα προσιδεῖν οὐχ ὑπομένουσιν οὐδʼ ἀνακλάσαι τὸν λογισμὸν ὡς φῶς ἐφʼ ἑαυτοὺς καὶ περιαγαγεῖν, ἀλλʼ ἡ ψυχὴ γέμουσα κακῶν παντοδαπῶν καὶ φρίττουσα καὶ φοβουμένη τὰ ἔνδον ἐκπηδᾷ θύραζε καὶ πλανᾶται περὶ τἀλλότρια, βόσκουσα καὶ πιαίνουσα τὸ κακόηθες.
但是,有些人无法忍受将自己的生活视为一种极不愉快的景象来注视,也不愿将理性像光一样反射到自己身上并加以转动,反而,那充满了各种恶事、对内部的事物感到战栗和恐惧的灵魂,跳出门外,在他人事务的周围徘徊,滋养并肥育着其恶意。
ὡς γὰρ ὄρνις ἐν οἰκίᾳ πολλάκις, τροφῆς πολλῆς παρακειμένης, εἰς γωνίαν καταδῦσα σκαλεύει
"ἔνθα γέ που διαφαίνεθʼ ἅτʼ ἐν κοπρίῃ μία κριθή· "
παραπλησίως οἱ πολυπράγμονες, ὑπερβάντες τοὺς ἐν μέσῳ λόγους καὶ ἱστορίας καὶ ἃ μηδεὶς κωλύει πυνθάνεσθαι μηδʼ ἄχθεται πυνθανομένοις, τὰ κρυπτόμενα καὶ λανθάνοντα κακὰ πάσης οἰκίας ἐκλέγουσι.
因为正如屋里的鸡常常在身旁放着许多食物时,却钻进角落里扒拉, ‘在粪土中哪里也许隐约露出一粒大麦’;与此类似,多管闲事的人越过那些公开的言论和历史,以及那些无人阻拦去询问、询问时也无人感到不快的事物,去搜寻并挑选每个家庭里隐藏和潜伏的恶事。
καίτοι γε τὸ τοῦ Αἰγυπτίου χάριεν πρὸς τὸν ἐρωτῶντα τί φέρει συγκεκαλυμμένον,
διὰ τοῦτο συγκεκάλυπται
καὶ σὺ δὴ τί πολυπραγμονεῖς τὸ ἀποκρυπτόμενον;
然而,对于那个询问自己抱着什么被遮盖之物的人,埃及人的妙答是:“正因如此它才被遮盖。 ”而你,究竟为什么多管闲事去探究那被隐藏的事物?
εἰ μή τι κακὸν ἦν, οὐκ ἂν ἀπεκρύπτετο.
如果不是什么坏事,它就不会被隐藏了。
καίτοι μὴ κόψαντά γε θύραν εἰς οἰκίαν ἀλλοτρίαν οὐ νομίζεται παρελθεῖν ἀλλὰ νῦν μὲν εἰσὶ θυρωροί, πάλαι δὲ ῥόπτρα κρουόμενα πρὸς ταῖς θύραις αἴσθησιν παρεῖχεν, ἵνα μὴ τὴν οἰκοδέσποιναν ἐν μέσῳ καταλάβῃ ὁ ἀλλότριος ἢ τὴν παρθένον ἢ κολαζόμενον οἰκέτην ἢ κεκραγυίας τὰς θεραπαινίδας· ὁ δὲ πολυπράγμων ἐπʼ αὐτὰ ταῦτα παραδύεται, σώφρονος μὲν οἰκίας καὶ καθεστώσης οὐδʼ ἂν παρακαλῇ τις ἡδέως γιγνόμενος θεατής· ὧν δʼ ἕνεκα κλεὶς καὶ μοχλὸς καὶ αὔλειος, ταῦτʼ ἀνακαλύπτων καὶ φέρων εἰς τὸ μέσον ἑτέροις.
然而,不敲门就进入别人的房子被认为是不合规矩的;但现在有门卫,而古代,敲击门上的门环能提供提醒,免得外人突然撞见女主人或处女,或者正在受罚的仆人,或者大声啼哭的女仆;但多管闲事的人偏偏为了这些事情潜入,如果是一个端庄且安定的家庭,即使有人邀请,他也不会乐意去做旁观者;然而,那些为了防范而备有钥匙、闩和前庭大门的事物,他却要把它们揭露出来并带到众人面前。
καίτοι καὶ
τῶν ἀνέμων μάλιστα δυσχεραίνομεν
ὡς Ἀρίστων φησὶν
ὅσοι τὰς περιβολὰς ἀναστέλλουσιν ἡμῶν· ὁ δὲ πολυπράγμων οὐ τὰ ἱμάτια τῶν πέλας οὐδὲ τοὺς χιτῶνας, ἀλλὰ τοὺς τοίχους ἀπαμφιέννυσι, τὰς θύρας ἀναπετάννυσι, καὶ
διὰ παρθενικῆς ἁπαλόχροος
ὡς πνεῦμα διαδύεται καὶ διέρπει, βακχεῖα καὶ χοροὺς καὶ παννυχίδας ἐξετάζων καὶ συκοφαντῶν.
然而,在风之中,正如阿里斯通所说,我们最讨厌那些掀起我们外衣的风;但多管闲事的人剥去的不是邻人的外衣或内衣,而是剥去他们的墙壁,敞开他们的门户,并且‘穿过肌肤娇嫩的处女’,像微风一样滑入并爬行,审视并毁谤着秘仪、舞蹈和通宵的庆典。
§4καὶ καθάπερ τοῦ κωμῳδουμένου Κλέωνος
"τὼ χεῖρʼ ἐν Αἰτωλοῖς, ὁ νοῦς δʼ ἐν Κλωπιδῶν.
正如在喜剧中被嘲弄的克里昂:“双手在埃托利亚人中,心却在克洛皮代(窃贼里)。
"
οὕτω τοῦ πολυπράγμονος ὁ νοῦς ἅμʼ ἐν πλουσίων οἴκοις ἐστὶν ἐν δωματίοις πενήτων ἐν αὐλαῖς βασιλέων ἐν θαλάμοις νεογάμων·
”同样,多管闲事的人的心同时存在于富人的豪宅、穷人的房间、国王的宫廷、新婚夫妇的卧房中。
πάντα πράγματα ζητεῖ, τὰ ξένων τὰ ἡγεμόνων· οὐδʼ ἀκινδύνως ταῦτα ζητῶν·
他搜寻一切事物,外邦人的事务、统治者的事务;而搜寻这些并非没有危险。
ἀλλʼ οἷον, εἴ τις ἀκονίτου γεύοιτο πολυπραγμονῶν τὴν ποιότητα, φθάσει τῆς αἰσθήσεως προανελὼν τὸν προαισθανόμενον· οὕτως οἱ τὰ τῶν μειζόνων κακὰ ζητοῦντες προαναλίσκουσι τῆς γνώσεως ἑαυτούς.
但这就像如果有人出于好奇去尝乌头的品质,它就会在知觉产生之前,消灭那个试图提前感知的人;同样,那些搜寻掌权者恶事的人,在获得知识之前就消灭了自己。
καὶ γὰρ οἱ τοῦ ἡλίου τὴν ἄφθονόν γε ταύτην καὶ κατακεχυμένην ἅπασιν ἀκτῖνα παρορῶντες, αὐτὸν δὲ τὸν κύκλον ἀναιδῶς καταβλέπειν καὶ διαστέλλειν τὸ φῶς εἴσω βιαζόμενοι καὶ τολμῶντες, ἀποτυφλοῦνται.
因为那些忽视太阳这慷慨洒向众人的光芒,却胆敢并强行无耻地直视日轮本身、企图将光芒逼入眼内的人,也会失明。
διὸ καλῶς Φιλιππίδης ὁ κωμῳδιοποιός, εἰπόντος αὐτῷ ποτε Λυσιμάχου τοῦ βασιλέως
τίνος σοι τῶν ἐμῶν μεταδῶ;
因此,喜剧作家菲利皮德斯说得好,有一次国王赖西马科斯对他说: “我把我的财产中什么分给你?
μόνον
εἶπεν
ὦ βασιλεῦ, μὴ τῶν ἀπορρήτων
τὰ γὰρ ἥδιστα καὶ κάλλιστα τῶν βασιλέων ἔξω πρόκειται, τὰ δεῖπνα, οἱ πλοῦτοι, αἱ πανηγύρεις, αἱ χάριτες·
”他回答说:“国王啊,只要不是你的秘密就行。
εἰ δέ τι ἀπόρρητον ἐστι, μὴ προσέλθῃς μηδὲ κινήσῃς;
”因为国王们最愉快、最美好的事物都展展现外:宴席、财富、庆典、恩典;但如果有任何事物是秘密的,不要接近它,也不要惊动它。
. οὐ κρύπτεται χαρὰ βασιλέως εὐτυχοῦντος οὐδὲ γέλως παίζοντος οὐδὲ φιλανθρωπίας; παρασκευὴ καὶ χάριτος· φοβερόν ἐστι τὸ κρυπτόμενον, σκυθρωπὸν ἀγέλαστον δυσπρόσιτον, ὀργῆς τινος ὑπούλου θησαυρὸς ἢ τιμωρίας βαρυθύμου σκέψις ἢ ζηλοτυπία γυναικὸς ἢ πρὸς υἱὸν ὑποψία τις ἢ πρὸς φίλον ἀπιστία.
得志的国王的喜悦不会被隐藏,玩乐者的笑声不会被隐藏,仁慈和恩惠的准备工作也不会被隐藏;可怕的是那被隐藏的事物,它是阴郁的、不苟言笑的、难以接近的,是某种隐蔽愤怒的积聚,或是沉重惩罚的谋划,或是妻子的嫉妒,或是对儿子的怀疑,或是对朋友的不信任。
φεῦγε τὸ μελαῖνον τοῦτο καὶ συνιστάμενον νέφος· οὐ λήσεταί σε βροντῆσαν οὐδʼ ἀστράψαν, ὅταν ἐκραγῇ τὸ νῦν κρυπτόμενον.
避开这乌黑而正在凝聚的云吧;当现在隐藏着的事物爆发时,它雷鸣电闪,你是不可能察觉不到的。