§12δεύτερον τοίνυν ἐθιζώμεθα θύραν παριόντες ἀλλοτρίαν μὴ βλέπειν εἴσω μηδὲ τῶν ἐντὸς ἐπιδράττεσθαι τῇ ὄψει καθάπερ χειρὶ τῇ περιεργίᾳ, ἀλλὰ τὸ τοῦ Ξενοκράτους ἔχωμεν πρόχειρον, ὃς ἔφη μηδὲν διαφέρειν τοὺς πόδας ἢ τοὺς ὀφθαλμοὺς εἰς ἀλλοτρίαν οἰκίαν τιθέναι·
第二,我们要习惯于在经过他人的门户时,不要往里面看,也不要用我们的眼睛,像用好奇的手一样,去抓取里面的东西,而要将克塞诺克拉底的话记在心中,他曾说:将脚或是眼睛放入他人的房屋,并无任何区别;因为那样的景象既不公正,也不体面,甚至毫无乐趣。
οὔτε γὰρ δίκαιον οὔτε καλόν, ἀλλʼ οὐδʼ ἡδὺ τὸ θέαμα. "δύσμορφα μέντοι τἄνδον εἰσιδεῖν, ξένε· "
τὰ γὰρ πολλὰ τοιαῦτα τῶν ἐν ταῖς οἰκίαις, σκευάρια κείμενα καὶ θεραπαινίδια καθεζόμενα καὶ σπουδαῖον οὐδὲν οὐδʼ ἐπιτερπές.
“异乡人啊,看里面的东西确实是丑恶的” 因为屋里的东西大多不过是散落的杂物和坐着的婢女,毫无庄重和令人愉快之处。
ἡ δὲ συνδιαστρέφουσα τὴν ψυχὴν παράβλεψις αὕτη καὶ παρατόξευσις αἰσχρὰ καὶ τὸ ἔθος μοχθηρόν·
而这种同时歪曲心灵的斜视和乱瞟是可耻的,这种习惯也是有害的。
ὁ μὲν γὰρ Διογένης θεασάμενος εἰσελαύνοντα τὸν ὀλυμπιονίκην Διώξιππον ἐφʼ ἅρματος, καὶ γυναικὸς εὐμόρφου θεωμένης τὴν πομπὴν ἀποσπάσαι τὰς ὄψεις μὴ δυνάμενον ἀλλʼ ὑποβλέποντα καὶ παρεπιστρεφόμενον,
ὁρᾶτʼ
εἶπε
τὸν ἀθλητὴν ὑπὸ παιδισκαρίου τραχηλιζόμενον
τοὺς δὲ πολυπράγμονας ἴδοις ἂν ὑπὸ παντὸς ὁμοίως θεάματος τραχηλιζομένους καὶ περιαγομένους, ὅταν ἔθος καὶ μελέτη γένηται τῆς ὄψεως αὐτοῖς πανταχοῦ διαφορουμένης δεῖ δʼ, ὡς οἶμαι, μὴ καθάπερ θεράπαιναν ἀνάγωγον ἔξω ῥέμβεσθαι τὴν αἴσθησιν, ἀλλʼ ἀποπεμπομένην ὑπὸ τῆς ψυχῆς ἐπὶ· τὰ πράγματα συντυγχάνειν αὐτοῖς ταχὺ καὶ διαγγέλλειν· εἶτα πάλιν κοσμίως ἐντὸς εἶναι τοῦ λογισμοῦ καὶ προσέχειν αὐτῷ.
第欧根尼曾看到奥林匹亚优胜者迪奥克西普斯乘着战车入场,而当一个美貌女子观看游行时,他无法将视线移开,而是斜眼张望并频频回头,于是第欧根尼说: “你们看,这个运动员被一个小姑娘扭住了脖子(牵着走)。 ” 但你会看到,爱管闲事的人同样会被任何景象扭住脖子并牵着转,一旦他们的视线在各处散乱成了习惯和训练。 在我看来,感官不应当像一个缺乏教养的婢女一样在外面闲逛,而应当在被灵魂派去处理事务时,迅速与它们接触并汇报;然后再次规矩地留在理性内部并服从它。
νῦν δὲ συμβαίνει τὸ τοῦ Σοφοκλέους
"
ἔπειτα δʼ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι
πῶλοι φοροῦσιν
"
αἱ μὴ τυχοῦσαι παιδαγωγίας ὥσπερ ἐλέγομεν ὀρθῆς μηδʼ ἀσκήσεως αἰσθήσεις προεκτρέχουσαι καὶ συνεφελκόμεναι πολλάκις εἰς ἃ μὴ δεῖ καταβάλλουσι τὴν διάνοιαν.
然而现在发生的事情正如索福克勒斯所说: “随后,艾尼亚斯人的那无缰的幼马便将他带走了” 正如我们所说,未获得正确引导和训练的感官抢先奔跑,并常常将理智拖入不应去的地方。
ὅθεν ἐκεῖνο μὲν ψεῦδός ἐστι, τὸ Δημόκριτον ἑκουσίως σβέσαι τὰς ὄψεις ἀπερεισάμενον εἰς ἔσοπτρον πυρωθέν, καὶ τὴν ἀπʼ αὐτοῦ ἀνάκλασιν δεξάμενον, ὅπως μὴ παρέχωσι θόρυβον τὴν διάνοιαν ἔξω καλοῦσαι πολλάκις, ἀλλʼ ἐῶσιν ἔνδον οἰκουρεῖν καὶ διατρίβειν πρὸς τοῖς νοητοῖς, ὥσπερ παρόδιοι θυρίδες ἐμφραγεῖσαι·
因此,那个关于德谟克利特为了不让眼睛因经常将理智召向外部而制造混乱,反而让它留在家中并专注于可知觉的事物(如同堵塞路旁的窗户),从而主动盯着烧热的镜子接受其反射以熄灭视力的故事是虚假的。
τοῦτο μέντοι παντὸς μᾶλλον ἀληθές ἐστιν, ὅτι τὴν αἴσθησιν ὀλίγα κινοῦσιν οἱ πλεῖστα τῇ διανοίᾳ χρώμενοι.
然而,有一点是最真实的,那就是最常运用理智的人,极少移动感官。
καὶ γὰρ τὰ μουσεῖα πορρωτάτω τῶν πόλεων ἱδρύσαντο, καὶ τὴν νύκτα προσεῖπον
εὐφρόνην
μέγα πρὸς εὕρεσιν τῶν ζητουμένων καὶ σκέψιν ἡγούμενοι τὴν ἡσυχίαν καὶ τὸ ἀπερίσπαστον.
因此,人们甚至将缪斯神殿建在离城市最远的地方,并将黑夜称为“euphrone”(带来好想法者),认为寂静和无干扰对于寻找和考察所寻求之物大有裨益。
§13ἀλλὰ μὴν οὐδʼ ἐκεῖνο χαλεπὸν καὶ δύσκολον, ἀνθρώπων λοιδορουμένων ἐν ἀγορᾷ καὶ κακῶς λεγόντων ἀλλήλους μὴ προσελθεῖν· ἢ συνδρομῆς ἐπὶ τι πλειόνων γενομένης μεῖναι καθήμενον·
此外,当人们在广场上互相谩骂、彼此说坏话时,不去凑热闹,也绝非难事或苦事;或者在人群聚集在某处时,保持坐着不动;如果你缺乏自制,也可以起立离去。
ἐὰν δʼ ἀκρατῶς ἔχῃς, ἀπελθεῖν ἀναστάντα χρηστοῦ μὲν γὰρ οὐδενὸς τοῖς πολυπραγμονοῦσιν ἀναμίξας σεαυτὸν ἀπολαύσεις, μεγάλα δʼ ὠφεληθήσῃ τὸ πολύπραγμον ἀποστρέψας βίᾳ καὶ κολούσας ὑπακούειν τῷ λογισμῷ συνεθιζόμενον.
因为参与到爱管闲事的人当中,你不会获得任何好处,但若通过强力扭转爱管闲事的行为并削减它,习惯于服从理性,你将获益匪浅。
ἐκ δὲ τούτου μᾶλλον ἐπιτείνοντα τὴν ἄσκησιν ὀρθῶς ἔχει καὶ θέατρον ἀκροάματος εὐημεροῦντος παρελθεῖν, καὶ φίλους ἐπʼ ὀρχηστοῦ τινος ἢ κωμῳδοῦ θέαν παραλαμβάνοντας διώσασθαι, καὶ βοῆς ἐν σταδίῳ γενομένης ἢ ἱπποδρόμῳ μὴ ἐπιστραφῆναι.
在此之后,进一步加强训练,在经过一个演出成功的剧场时不停留,在朋友们邀请去看某个舞者或喜剧演员的表演时予以拒绝,在体育场或赛马场发出喧闹声时不回头,都是正确的。
καθάπερ γὰρ ὁ Σωκράτης παρῄνει φυλάττεσθαι τῶν βρωμάτων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθει, καὶ τῶν πωμάτων ὅσα πίνειν μὴ διψῶντας· οὕτω χρὴ καὶ ἡμᾶς τῶν θεαμάτων καὶ ἀκουσμάτων φυλάττεσθαι καὶ φεύγειν ὅσα κρατεῖ καὶ προσάγεται τοὺς μηδὲν δεομένους.
正如苏格拉底劝诫人们要防范那些诱使不饿之人进食的食物,和那些诱使不渴之人饮水的饮料一样;我们同样必须防范并避开那些支配并吸引毫无需要之人的景象和声音。
ὁ δὲ Κῦρος οὐκ ἐβούλετο τὴν Πάνθειαν ἰδεῖν, ἀλλὰ τοῦ Ἀράσπου λέγοντος ὡς ἄξιον θέας εἴη τὸ τῆς γυναικὸς εἶδος,
οὐκοῦν
ἔφη
διὰ τοῦτο μᾶλλον αὐτῆς ἀφεκτέον·
居鲁士不愿去见潘提亚,即使当阿拉斯帕斯说那女子的容貌值得一看时,他说: “因此,更应当避开她。
εἰ γὰρ ὑπὸ σοῦ πεισθεὶς ἀφικοίμην πρὸς αὐτήν, ἴσως ἄν με πάλιν ἀναπείσειεν αὐτὴ καὶ μὴ σχολάζοντα φοιτᾶν θεᾶσθαι τε καὶ παρακαθῆσθαι προέμενον πολλὰ τῶν σπουδῆς ἀξίων
ὁμοίως οὐδʼ Ἀλέξανδρος εἰς ὄψιν ἦλθε τῆς Δαρείου γυναικὸς ἐκπρεπεστάτης εἶναι λεγομένης·
因为如果我听信了你的话去见她,也许她会再次说服我,让我即使在没有闲暇时也去拜访、注视并坐在她身边,从而废弃了许多值得认真对待的事情。
ἀλλὰ πρὸς τὴν μητέρα φοιτῶν αὐτῆς πρεσβῦτιν οὖσαν, οὐχ ὑπέμεινε τὴν νέαν καὶ καλὴν ἰδεῖν.
” 同样,亚历山大也没有去见据说极其美貌的达赖乌斯的妻子;他去拜访她那年迈的母亲,却不忍去见年轻美貌的妻子。
ἡμεῖς δὲ τοῖς φορείοις τῶν γυναικῶν ὑποβάλλοντες τοὺς ὀφθαλμοὺς καὶ τῶν θυρίδων ἐκκρεμαννύντες, οὐδὲν ἁμαρτάνειν δοκοῦμεν οὕτως ὀλισθηρὰν καὶ ῥευστὴν εἰς ἅπαντα τὴν πολυπραγμοσύνην ποιοῦντες.
而我们却将目光投向女子的轿子,甚至探头窗外,却自以为没有犯任何错误,从而使我们爱管闲事的恶习变得如此滑溜且随处流淌。