§9ἡ δʼ Εὐριπίδειος Ἰνὼ παρρησίαν ἄγουσα περὶ αὑτῆς εἰδέναι φησὶ
"σιγᾶν θʼ ὅπου δεῖ καὶ λέγειν ἵνʼ ἀσφαλές.
欧里庇得斯剧中的伊诺在坦率直言时,说道自己懂得:“在应当沉默处沉默,在安全处说话。
"
οἱ γὰρ εὐγενοῦς καὶ βασιλικῆς τῷ ὄντι παιδείας τυχόντες πρῶτον σιγᾶν εἶτα λαλεῖν μανθάνουσιν.
”因为那些真正接受了高贵而王家教育的人,首先学习的是保持沉默,然后才是说话。
Ἀντίγονος γοῦν ὁ βασιλεὺς ἐκεῖνος, ἐρωτήσαντος αὐτὸν τοῦ υἱοῦ πηνίκα μέλλουσιν ἀναζευγνύειν,
τί δέδοικας;
无论如何,那位著名的安提柯国王,当他的儿子询问他何时要拔营启程时,说道:“你怕什么?
εἶπε
μὴ μόνος οὐκ ἀκούσῃς τῆς σάλπιγγος;
难道是怕只有你一个人听不见军号声吗?
οὐκ ἄρα φωνὴν ἐπίστευεν ἀπόρρητον ᾧ τὴν βασιλείαν ἀπολείπειν ἔμελλεν;
”难道他不信任他的声音——这个秘密——不肯透露给那个他准备将王国传给的人吗?
ἐδίδασκε μὲν οὖν αὐτὸν ἐγκρατῶς ἔχειν πρὸς τὰ τοιαῦτα καὶ πεφυλαγμένως.
相反,他是在教导他对于此类事情要保持自制和警惕。
Μέτελλος δʼ ὁ γέρων ἕτερόν τι τοιοῦτον ἐπερωτώμενος ἐπὶ στρατείας
εἰ
φησὶν
ᾤμην τὸν χιτῶνά μοι συνειδέναι τοῦτο τἀπόρρητον, ἀποδυσάμενος ἂν αὐτὸν ἐπὶ τὸ πῦρ ἔθηκα
Εὐμένης δʼ ἀκούσας ἐπέρχεσθαι Κρατερὸν οὐδενὶ τῶν φίλων ἔφρασεν, ἀλλʼ ἐψεύσατο Νεοπτόλεμον εἶναι· τούτου γὰρ οἱ στρατιῶται κατεφρόνουν, ἐκείνου δὲ καὶ τὴν δόξαν ἐθαύμαζον καὶ τὴν ἀρετὴν ἠγάπων.
而老梅特路斯在军中被问及另一个类似的问题时,说道:“如果我认为我的内衣知道这个秘密,我会把它脱下来扔进火里。 ”欧墨尼斯听说克拉特罗斯逼近,没有告诉任何朋友,而是谎称那是新普托勒莫斯;因为士兵们蔑视后者,但敬佩前者的名声并喜爱他的勇武。
ἔγνω δʼ οὐδεὶς ἄλλος, ἀλλὰ συμβαλόντες ἐκράτησαν καὶ ἀπέκτειναν αὐτὸν ἀγνοοῦντες καὶ νεκρὸν ἐπέγνωσαν.
没有其他任何人知道,但通过交战,他们取得了胜利并杀死了他,而对此一无所知,直到他成为尸体时才认出他。
οὕτως ἐστρατήγησεν ἡ σιωπὴ τὸν ἀγῶνα καὶ τηλικοῦτον ἀνταγωνιστὴν ἀπέκρυψεν· ὥστʼ αὐτὸν τοὺς φίλους μὴ προειπόντα θαυμάζειν μᾶλλον ἢ μέμφεσθαι·
如此,沉默指挥了这场战斗,并隐瞒了这样一位强大的对手,以至于他的朋友们虽然没有被提前告知,却对他感到钦佩而不是责怪。
κἂν μέμφηται δέ τις, ἐγκαλεῖσθαι βέλτιόν ἐστι σωθέντα διʼ ἀπιστίαν ἢ κατηγορεῖν ἀπολλύμενον διὰ τὸ πιστεῦσαι.
即使有人责怪,因不信任他人而得救并遭受指责,也比因信任他人而毁灭并去控告他人要好。
§10τίς δʼ ὅλως ἑαυτῷ παρρησίαν ἀπολέλοιπε κατὰ τοῦ μὴ σιωπήσαντος;
总之,对于没有保持沉默的人,谁还给自己留下了任何谴责的余地呢?
εἰ γὰρ ἀγνοεῖσθαι τὸν λόγον ἔδει, κακῶς ἐλέχθη πρὸς ἄλλον· εἰ δʼ ἀφεὶς ἐκ σεαυτοῦ κατέχεις ἐν ἑτέρῳ τἀπόρρητον, εἰς ἀλλοτρίαν πίστιν καταπέφευγας τὴν σεαυτοῦ προέμενος.
因为如果这话本应不为人知,那么对别人说出它就是糟糕的;但如果你自己放走了它,却想在别人那里保留这个秘密,你就是放弃了自己的诚信,而逃避到别人的诚信中去了。
κἂν μὲν ἐκεῖνος ὅμοιός σοι γένηται, δικαίως ἀπόλωλας· ἂν δὲ βελτίων, σῴζῃ παραλόγως ἕτερον εὑρὼν ὑπὲρ σεαυτὸν πιστότερον.
如果那个人变得像你一样,你灭亡也是理所当然的;如果他比你更好,你则是出人意料地得救了,因为你找到了一个比你自己更值得信任的人。
ἀλλὰ
φίλος οὗτος ἐμοί.
但是,“这个人是我的朋友。
τούτῳ δʼ ἕτερός τις, ᾧ πιστεύσει καὶ οὗτος ὡς ἐγὼ τούτῳ· κἀκεῖνος ἄλλῳ πάλιν· εἶθʼ οὕτως ἐπιγονὴν λαμβάνει καὶ πολλαπλασιασμόν, εἰρομένης τῆς ἀκρασίας, ὁ λόγος.
”但这个朋友还有另一个他会信任的人,就像我信任他一样;而那个人又会信任另一个;于是,通过缺乏自制的连续,话语便繁衍并成倍增加。
ὡς γὰρ ἡ μονὰς οὐκ ἐκβαίνει τὸν ἑαυτῆς ὅρον ἀλλʼ ἅπαξ τὸ ἓν μένει, διὸ κέκληται μονάς· ἡ δὲ δυὰς ἀρχὴ διαφορᾶς ἀόριστος· εὐθὺς γὰρ ἑαυτὴν ἐξίστησι τῷ διπλασιασμῷ εἰς τὸ πλῆθος τρεπομένη· οὕτω λόγος ἐν τῷ πρώτῳ καταμένων ἀπόρρητος ὡς ἀληθῶς ἐστιν· ἂν δʼ εἰς ἕτερον ἐκβῇ φήμης ἔσχε τάξιν.
因为正如单子不超出自身的界限,而是保持一次为一,所以被称为单子;而双子是差异的无限开端,因为它立即通过加倍使自己脱离自身,转向复数;同样,话语留在第一个人那里时,确实是秘密;但如果它传到了另一个人那里,它就获得了谣言的地位。
ἔπεα
γάρ
πτερόεντα
φησὶν ὁ ποιητής οὔτε γὰρ πτηνὸν ἐκ τῶν χειρῶν ἀφέντα ῥᾴδιόν ἐστιν αὖθις κατασχεῖν, οὔτε λόγον ἐκ τοῦ στόματος προέμενον κρατῆσαι καὶ συλλαβεῖν δυνατόν, ἀλλὰ φέρεται
"λαιψηρὰ κυκλώσας πτερά"
διʼ ἄλλων ἐπʼ ἄλλους σκιδνάμενος.
因为“言语是长着翅膀的”,诗人说道;因为从手中放走的飞鸟不易再次捉住,从口中放出的言语也不可能被控制和捕捉,而是飞去,“张开轻捷的翅膀飞舞”,通过一些人向另一些人散播。
νεὼς μὲν γὰρ ἁρπαγείσης ὑπὸ πνεύματος ἐπιλαμβάνονται, σπείραις καὶ ἀγκύραις τὸ τάχος ἀμβλύνοντες· τοῦ λόγου δʼ ὥσπερ ἐκ λιμένων ἐκδραμόντος οὐκ ἔστιν ὅρμος οὐδʼ ἀγκυροβόλιον, ἀλλὰ ψόφῳ πολλῷ καὶ ἤχῳ φερόμενος προσέρρηξε καὶ κατέδυσεν εἰς μέγαν τινὰ καὶ δεινὸν τὸν φθεγξάμενον κίνδυνον.
因为当船只被风卷走时,人们可以通过缆绳和锚来减缓其速度并制服它;但言语一旦像从港口冲出一样,就没有任何停泊处或锚地,而是带着巨大的嘈杂和轰鸣飞奔,将说话者撞击并沉入某种巨大而可怕的危险中。
"
μικροῦ γὰρ ἐκ λαμπτῆρος Ἰδαῖον λέπας
πρήσειεν ἄν τις· καὶ πρὸς ἄνδρʼ εἰπὼν ἕνα,
πύθοιντʼ ἂν ἀστοὶ πάντες.
“因为从一盏小灯,人们便可以烧毁伊达的山林;而只要对一个人说了,所有市民都可能知道。
"
”