Humanitext Reader

普鲁塔克 · 论多嘴 §3-4

多言招致的失信与沉默之美德

第 2 段,共 13 段 · 希腊语

内容简介

作者解释了自然为何用牙齿作为屏障来保护舌头,以及多言者如何失去所有信任。他还将醉酒和多言的多嘴与智者所践行的沉默美德进行了对比。

§3καίτοι γʼ οὐδὲν οὕτως ἡ φύσις εὐερκῶς κεχαράκωκε τῶν ἐν ἡμῖν ὡς τὴν γλῶτταν, βαλομένη φρουρὰν πρὸ αὐτῆς τοὺς ὀδόντας, ἵνʼ, ἐὰν ἐντὸς κατατείνοντος ἡνία σιγαλόεντα τοῦ λογισμοῦ μὴ ὑπακούῃ μηδʼ ἀνειλῆται, δήγμασιν αὐτῆς κατέχωμεν τὴν ἀκρασίαν αἱμάττοντες.
然而,自然界在我们体内的任何器官中,都没有像保护舌头那样筑起如此坚固的防线,它在舌头前面安设了牙齿作为卫兵。 这是为了,如果理性在内里拉紧“闪亮缰绳”时,舌头仍不顺从、不愿退缩,我们就可以通过咬它来抑制其无节制,使其流血。
ἀχαλίνων γὰρ οὐ ταμιείων οὐδʼ οἰκημάτων ἀλλὰ ʽ στομάτων τὸ τέλος δυστυχίαν ὁ Εὐριπίδης φησίν.
因为欧里庇得斯说:“无缰绳者,非仓库或房屋,唯口之终局乃是灾祸。
οἱ δʼ οἰκημάτων μὲν ἀθύρων καὶ βαλλαντίων ἀδέσμων μηδὲν ὄφελος οἰόμενοι τοῖς κεκτημένοις εἶναι, στόμασι δʼ ἀκλείστοις καὶ ἀθύροις ὥσπερ τὸ τοῦ Πόντου διὰ παντὸς ἔξω ῥέουσι χρώμενοι, πάντων ἀτιμότατον ἡγεῖσθαι τὸν λόγον ἐοίκασιν.
”然而,有些人一方面认为没有门的房屋和没有扣带的钱包对其拥有者毫无益处,另一方面却使用着不加锁、没有门的嘴,像黑海之水一般始终向外流淌,他们似乎把言语视为所有事物中最卑贱的东西。
ὅθεν οὐδὲ πίστιν ἔχουσιν ἧς πᾶς λόγος ἐφίεται· τὸ γὰρ οἰκεῖον αὐτοῦ τέλος τοῦτʼ ἐστί, πίστιν ἐνεργάσασθαι τοῖς ἀκούουσιν ἀπιστοῦνται δʼ οἱ λάλοι, κἂν ἀληθεύωσιν.
因此,他们甚至无法获得一切言语所追求的“信任”;因为言语自身的目的正是要在听者中产生信任。 但多言者即使说真话也得不到信任。
ὥσπερ γὰρ ὁ πυρὸς εἰς ἀγγεῖον κατακλεισθεὶς. τῷ μὲν μέτρῳ πλείων εὑρίσκεται τῇ δὲ χρείᾳ μοχθηρότερος, οὕτω λόγος εἰς ἀδόλεσχον ἐμπεσὼν ἄνθρωπον πολὺ ποιεῖ τοῦ ψεύδους ἐπίμετρον, ᾧ διαφθείρει τὴν πίστιν.
因为正如封闭在器皿中的小麦,在分量上虽然见增,但在实用上却变得更坏,同样地,言语落入一个多言的人口中,便会产生大量虚假的附加物,并以此摧毁信任。
§4ἔτι τοίνυν τὸ μεθύειν πᾶς ἄνθρωπος αἰδήμων καὶ κόσμιος φυλάξαιτʼ ἄν·
此外,任何有羞耻心且端庄的人都会防范醉酒。
μανίᾳ γὰρ ὁμότοιχος μὲν ἡ ὀργὴ κατʼ ἐνίους ἡ δὲ μέθη σύνοικος· μᾶλλον δὲ μανία τῷ μὲν χρόνῳ ἥττων, τῇ δʼ αἰτίᾳ μείζων, ὅτι τὸ αὐθαίρετον αὐτῇ πρόσεστι.
因为在某些人看来,愤怒与疯狂仅有一墙之隔,而醉酒则与疯狂同居;或者说,醉酒在时间上短于疯狂,但在起因上更重,因为它具有自愿性。
τῆς δὲ μέθης οὐθὲν οὕτω κατηγοροῦσιν ὡς τὸ περὶ τοὺς λόγους ἀκρατὲς καὶ ἀόριστον " οἶνος γάρ τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι, καὶ θʼ ἁπαλὸν γελάσαι καί τʼ ὀρχήσασθαι ἀνῆκε.
人们控诉醉酒,最甚者莫过于其言语的无节制与无分寸: “因为酒促使那极其睿智之人歌唱,并使他温柔地发笑,且起舞。
" καίτοι τὸ δεινότατον, ᾠδὴ καὶ γέλως καὶ ὄρχησις, οὐδὲν ἄχρι τούτων.
” 然而,尽管这些也算严重,但歌唱、发笑和舞蹈到此为止还算不得什么。
"καί τι ἔπος προέηκεν, ὅπερ τʼ ἄρρητον ἄμεινον" τοῦτʼ ἤδη δεινὸν καὶ ἐπικίνδυνον καὶ μή ποτε τὸ ζητούμενον παρὰ τοῖς φιλοσόφοις λύων ὁ ποιητὴς οἰνώσεως καὶ μέθης διαφορὰν εἴρηκεν, οἰνώσεως μὲν ἄνεσιν μέθης δὲ φλυαρίαν.
“并吐露出某句最好别说出口的话。 ” 这才是真正危险和可怕的。 或许,诗人已经解决了哲学家们所探讨的问题,指出了饮酒与醉酒的区别:前者带来放松,后者带来胡言乱语。
τὸ. γὰρ ἐν τῇ καρδίᾳ τοῦ νήφοντος ἐπὶ τῆς γλώττης ἐστὶ τοῦ μεθύοντος, ὡς οἱ παροιμιαζόμενοι φασιν.
因为正如谚语所说,清醒者藏于心,醉酒者挂于齿。
ὅθεν ὁ μὲν Βίας ἔν τινι πότῳ σιωπῶν καὶ σκωπτόμενος εἰς ἀβελτερίαν ὑπό τινος ἀδολέσχου, καὶ τίς ἄν ἔφη δύναιτο μωρὸς ὢν ἐν οἴνῳ σιωπᾶν;
因此,毕阿斯在一次宴席上保持沉默,被一个多言者嘲笑为愚蠢,他便说: “又有哪个愚人能在酒席上保持沉默呢?
Ἀθήνησι δέ τις ἑστιῶν πρέσβεις βασιλικοὺς ἐφιλοτιμήθη σπουδάζουσιν αὐτοῖς συναγαγεῖν εἰς ταὐτὸ τοὺς φιλοσόφους·
” 在雅典,某人在款待国王的使节时,应使节们的恳切要求,极力想将哲学家们聚集在同一处。
χρωμένων δὲ τῶν ἄλλων κοινολογίᾳ καὶ τὰς συμβολὰς ἀποδιδόντων, τοῦ δὲ Ζήνωνος ἡσυχίαν ἄγοντος, φιλοφρονησάμενοι καὶ προπιόντες οἱ ξένοι περὶ σοῦ δὲ τί χρὴ λέγειν ἔφασαν ὦ Ζήνων τῷ βασιλεῖ;
当其他人参与交谈并各自贡献谈资时,芝诺却保持沉默,外宾们出于友好向他敬酒,并说: “芝诺啊,我们该向国王报告关于你的什么呢?
κἀκεῖνος ἄλλο μηθέν εἶπεν ἢ ὅτι πρεσβύτης ἐστὶν ἐν Ἀθήναις παρὰ πότον σιωπᾶν δυνάμενος.
” 他便说: “别无其他,只需说在雅典有一个能在酒席上保持沉默的老人即可。
οὕτω τι βαθὺ καὶ μυστηριῶδες ἡ σιγὴ καὶ νηφάλιον, ἡ δὲ μέθη λάλον· ἄνουν γὰρ καὶ ὀλιγόφρον, διὰ τοῦτο καὶ πολύφωνον.
” 沉默是如此深奥、神秘且清醒的事物,而醉酒则是多言的;因为它是无脑且愚蠢的,因此也是嘈杂的。
οἱ δὲ φιλόσοφοι καὶ ὁριζόμενοι τὴν μέθην λέγουσιν εἶναι λήρησιν πάροινον· οὕτως οὐ ψέγεται τὸ πίνειν, εἰ προσείη τῷ πίνειν τὸ σιωπᾶν· ἀλλʼ ἡ μωρολογία μέθην ποιεῖ τὴν οἴνωσιν.
哲学家们在定义醉酒时,也说它是“酒后的胡言乱语”;因此,饮酒本身并不受指责,只要饮酒时伴随着沉默;但愚蠢的话语却使饮酒变成了醉酒。
ὁ μὲν οὖν μεθύων ληρεῖ παρʼ οἶνον, ὁ δʼ ἀδόλεσχος πανταχοῦ ληρεῖ, ἐν ἀγορᾷ ἐν θεάτρῳ ἐν περιπάτῳ ἐν μέθῃ μεθʼ ἡμέραν νύκτωρ·
因此,醉酒者是在酒后胡言乱语,而多言者则是随时随地胡言乱语:在广场、在剧场、在散步时、在醉酒中、在白天、在黑夜。
ἔστι δὲ θεραπεύων τῆς νόσου βαρύτερος, συμπλέων τῆς ναυτίας ἀηδέστερος, ἐπαινῶν τοῦ ψέγοντος ἐπαχθέστερος.
作为医生治疗疾病时,他比疾病本身更沉重;作为船友同行时,他比晕船更令人不快;作为赞美者时,他比指责者更令人难以忍受。
ἥδιόν γέ τοι πονηροῖς ὁμιλοῦσιν ἐπιδεξίοις ἢ χρηστοῖς ἀδολέσχαις.
无论如何,人们宁愿与聪明的恶棍相处,也不愿与善良的多言者为伍。
ὁ μὲν γὰρ Σοφοκλέους Νέστωρ τὸν Αἴαντα τραχυνόμενον τῷ λόγῳ πραΰνων ἠθικῶς τοῦτʼ εἴρηκεν "οὐ μέμφομαί σε· δρῶν γὰρ εὖ κακῶς λέγεις·
因为索福克勒斯笔下的涅斯托尔,在抚慰言语粗暴的埃阿斯时,以符合其性格的方式说了这样的话: “我不怪你;因为你虽行得好,却说得坏。
" πρὸς δὲ τὸν ἀδολέσχην οὐχ οὕτως ἔχομεν, ἀλλὰ πᾶσαν ἔργου χάριν ἡ τῶν λόγων ἀκαιρία διαφθείρει καὶ ἀπόλλυσι.
” 但对于多言者,我们却不抱这种态度,因为他们言语的不合时宜会摧毁并消灭其行为的所有恩惠。

词汇与语法注释

  1. 503cἐντὸς κατατείνοντος ἡνία σιγαλόεντα τοῦ λογισμοῦ — κατατείνοντος 是属格独立结构中的现在分词,其逻辑主语是 τοῦ λογισμοῦ(属格)。中性复数名词 ἡνία σιγαλόεντα(闪亮的缰绳)是分词 κατατείνοντος 的直接宾语。而后续动词 ὑπακούῃ 和 ἀνειλῆται(皆为单数)的主语是需要从前句中补充的“舌头”(ἡ γλῶττα)。
  2. 503cἀχαλίνων γὰρ οὐ ταμιείων οὐδʼ οἰκημάτων ἀλλὰ στομάτων τὸ τέλος δυστυχίαν — 这是由动词 φησίν 引导的带系动词 εἶναι(被省略)的宾格不定式结构。其中 τὸ τέλος 作主格代用的宾格,δυστυχίαν 作表语宾格。ἀχαλίνων ... στομάτων 是修饰 τὸ τέλος 的属格,中间插入了 οὐ ταμιείων οὐδʼ οἰκημάτων(而非仓库或房屋)进行对比。
  3. 504bεἰ προσείη τῷ πίνειν τὸ σιωπᾶν — 这是一个条件从句(εἰ + 祈愿语气 προσείη),在主句使用现在直陈式 οὐ ψέγεται(不被指责)的情况下,提出了一个假设性条件(“如果万一伴随着沉默”)。动词 προσείη 的主语是名词化的不定式 το σιωπᾶν(保持沉默),而 τῷ πίνειν(饮酒)是作为与格与之相结合。

引用这一段

普鲁塔克, 论多嘴 §3-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg101.humanitext-grc2:3-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。