§14καίτοι γʼ ὥσπερ οἱ τὰ πικρὰ καὶ τὰ δυσώδη φάρμακα πιόντες δυσχεραίνουσι καὶ τὰς κύλικας, οὕτως οἱ τὰ κακὰ προσαγγέλλοντες ὑπὸ τῶν ἀκουόντων δυσχεραίνονται καὶ μισοῦνται.
然而,正如喝了苦涩难闻之药的人,甚至连杯子也会厌恶一样,那些通报坏消息的人也会被听者厌恶和憎恨。
ὅθεν χαριέντως ὁ Σοφοκλῆς διηπόρηκεν,
""
λυποῦσι δʼ οὖν ὥσπερ οἱ δρῶντες καὶ οἱ λέγοντες, ἀλλʼ ὅμως οὐκ ἔστι γλώσσης ῥεούσης ἐπίσχεσις οὐδὲ κολασμός.
因此,索福克勒斯曾优雅地提出疑问: "" 总而言之,说话者和做事者一样都会带来痛苦,然而,对于奔流不息的舌头,既无法制止,也无法惩戒。
ἐν Λακεδαίμονι τῆς Χαλκιοίκου τὸ ἱερὸν ὤφθη σεσυλημένον, καὶ κειμένη ἔνδον κενὴ λάγυνος.
在拉刻代蒙,青铜馆女神的神庙被发现遭到洗劫,里面放着一只空瓶。
ἦν οὖν ἀπορία πολλῶν συνδεδραμηκότων, καί τις τῶν παρόντων
εἰ βούλεσθʼ εἶπεν ἐγὼ φράσω ὑμῖν ὁ μοι παρίσταται περὶ τῆς λαγύνου·
于是,聚集在一起的众人深感困惑,在场的一人说道: “如果你们愿意,”他说道,“我将告诉你们我关于这只瓶子所想到的事。
νομίζω γάρ
ἔφη τοὺς
ἱεροσύλους ἐπὶ τηλικοῦτον ἐλθεῖν κίνδυνον, κώνειον ἐμπιόντας καὶ κομίζοντας οἶνον·
因为我认为,”他说,“神庙大盗冒着如此巨大的危险,是先喝下了毒参,并随身带了酒。
ἵνʼ εἰ μὲν αὐτοῖς λαθεῖν ἐγγένοιτο, τῷ ἀκράτῳ ποθέντι σβέσαντες καὶ διαλύσαντες τὸ φάρμακον ἀπέλθοιεν ἀσφαλῶς εἰ δʼ ἁλίσκοιντο, πρὸ τῶν βασάνων ὑπὸ τοῦ φαρμάκου ῥᾳδίως καὶ ἀνωδύνως ἀποθάνοιεν.
如果他们能不被发现,就可以通过饮用纯酒来熄灭并分解毒性,安全离去;但若被捕,他们便能在受刑前,在毒药的作用下轻易且无痛地死去。
ταῦτʼ εἰπόντος αὐτοῦ, τὸ πρᾶγμα πλοκὴν ἔχον καὶ περινόησιν τοσαύτην οὐχ ὑπονοοῦντος ἀλλʼ εἰδότος ἐφαίνετο.
” 他说这话时,由于此事包含如此巧妙的构思与深谋远虑,他看起来不像是在推测,倒像是早已知情。
καὶ περιστάντες αὐτὸν ἀνέκριναν ἄλλοθεν ἄλλος
τίς εἶ;
于是众人将他围住,七嘴八舌地审问他: “你是谁?
ʼ
καί
τίς σʼ οἶδε;
”、“谁认识你?
ʼ
καί πόθεν
ἐπίστασαι ταῦτα;
”、“你又是从何得知这些的?
καὶ τὸ πέρας ἐλεγχόμενος οὕτως ὡμολόγησεν εἷς εἶναι τῶν ἱεροσύλων.
” 最终,在这样的审讯下,他承认了自己就是神庙大盗之一。
οἱ δʼ Ἴβυκον ἀποκτείναντες οὐχ οὕτως ἑάλωσαν ἐν θεάτρῳ καθήμενοι, καὶ γεράνων παραφανεισῶν πρὸς ἀλλήλους;
杀害伊比科斯的凶手们,不也是这样落网的吗?
ἅμα γέλωτι ψιθυρίζοντες, ὡς αἱ Ἰβύκου ἔκδικοι πάρεισιν;
当时他们正坐在剧场里,当起重机出现时,他们笑着低声对彼此说,伊比科斯的复仇者们来了。
ἀκούσαντες γὰρ οἱ καθεζόμενοι πλησίον, ἤδη πολὺν χρόνον τοῦ Ἰβύκου ὄντος ἀφανοῦς καὶ ζητουμένου, ἐπελάβοντο τῆς φωνῆς καὶ προσήγγειλαν τοῖς ἄρχουσιν.
坐在旁边的人听到了这话,因为当时伊比科斯已经失踪了很长时间,大家都在寻找他,便抓住了这句话,并报告给了官长。
ἐλεγχθέντες δʼ οὕτως ἀπήχθησαν, οὐχ ὑπὸ τῶν γεράνων κολασθέντες ἀλλʼ ὑπὸ τῆς αὑτῶν γλωσσαλγίας ὥσπερ ἐρινύος ἢ Ποινῆς βιασθέντες ἐξαγορεῦσαι τὸν φόνον.
他们就这样被证实了罪行并被带走,惩罚他们的并非那些鹤,而是他们自己的多嘴多舌,仿佛被复仇女神或惩罚女神所逼迫,吐露了这场谋杀。
ὡς γὰρ ἐν τῷ σώματι πρὸς τὰ πεπονθότα μέρη καὶ ἀλγοῦντα γίγνεται φορὰ καὶ ὁλκὴ τῶν πλησίον, οὕτως ἡ γλῶττα τῶν ἀδολέσχων ἀεὶ φλεγμονὴν ἔχουσα καὶ σφυγμὸν ἕλκει τι καὶ συνάγει τῶν ἀπορρήτων καὶ κεκρυμμένων ἐφʼ ἑαυτήν.
因为正如在身体中,邻近的体液会流向并吸引到受损和疼痛的部位一样,多嘴者的舌头由于总是带着炎症和悸动,也会把不可告人和隐秘的事物吸引并聚集到自己身上。
διὸ δεῖ πεφράχθαι, καὶ τὸν λογισμὸν ὡς πρόβολον ἐμποδὼν ἀεὶ τῇ γλώττῃ κείμενον ἐπέχειν τὸ ῥεῦμα καὶ τὸν ὄλισθον αὐτῆς, ἵνα μὴ τῶν χηνῶν ἀφρονέστεροι εἶναι δοκῶμεν, οὕς φασιν, ὅταν ὑπερβάλλωσιν.
因此,必须对其加以防范,并且将理性作为屏障始终置于舌头前,阻挡其奔流和滑跌,免得我们显得比雁鸟还要愚蠢。
ἐκ Κιλικίας τὸν Ταῦρον ἀετῶν ὄντα μεστόν, εἰς τὸ στόμα λαμβάνειν εὐμεγέθη λίθον ὥσπερ κλεῖθρον ἢ χαλινὸν ἐμβάλλοντας τῇ φωνῇ, καὶ νυκτὸς οὕτως ὑπερφέρεσθαι λανθάνοντας.
据说,当它们从遍布老鹰的基利家飞越托罗斯山脉时,会在嘴里含一块相当大的石头,仿佛给自己的声音扣上锁或套上嚼子,从而在夜间不被发现地飞越过去。
§15εἰ τοίνυν ἔροιτό τις
"τὸν κάκιστον ὅστις ἐστὶ καὶ τὸν ἐξωλέστατον,ʼ"
οὐδεὶς ἂν ἄλλον εἴποι τὸν προδότην παρελθών.
那么,如果有人问起: “谁是最邪恶、最彻底毁灭的人? ” 没有人会越过叛徒而指名其他人。
Εὐθυκράτης μὲν οὖν
ἤρεψε τὴν οἰκίαν τοῖς ἐκ Μακεδονίας ξύλοις
ὥς φησι Δημοσθένης· Φιλοκράτης δὲ χρυσίον πολὺ λαβὼν
πόρνας καὶ ἰχθῦς ἠγόραζεν· Εὐφόρβῳ δὲ καὶ Φιλάγρῳ τοῖς Ἐρέτριαν προδοῦσι χώραν ὁ βασιλεὺς ἔδωκεν.
因此,正如德摩斯梯尼所说,欧叙克拉底用来自马其顿的木材盖了房顶;菲洛克拉底在拿了许多黄金后,买下了娼妓和鱼鲜;国王则将土地赏赐给了背叛埃雷特里亚的欧福波斯和菲拉格罗斯。
ὁ δʼ ἀδόλεσχος ἄμισθός ἐστι προδότης; καὶ αὐτεπάγγελτος, οὐχ ἵππους οὐδὲ τείχη προδιδούς, ἀλλὰ λόγους ἐκφέρων ἀπορρήτους ἐν δίκαις ἐν στάσεσιν ἐν διαπολιτείαις, μηδενὸς αὐτῷ χάριν ἔχοντος· ἀλλʼ ἂν αὐτός ἀκούηται, προσοφείλων χάριν.
但多嘴者却是一个无酬的且自荐的叛徒,他出卖的不是战马或城墙,而是在诉讼、内讧、政争中泄露机密,却无一人对他心怀感激;相反,如果他的话有人听,他自己反倒欠了对方一份人情。
ὥστε τὸ λελεγμένον πρὸς τὸν εἰκῆ καὶ ἀκρίτως ἐκχέοντα τὰ ἑαυτοῦ καὶ καταχαριζόμενον
"οὐ φιλάνθρωπος σὺ γʼ ἐσσʼ· ἔχεις νόσον, χαίρεις διδούς"
ἐναρμόττει καὶ πρὸς τὸν φλύαρον· οὐ φίλος εἶ σὺ ταῦτα μηνύων οὐδʼ εὔνους· ἔχεις νόσον, χαίρεις λαλῶν καὶ φλυαρῶν.
因此,那句对任意且盲目地倾倒自己的财产、滥施恩惠之人所说的话: “你绝非古道热肠,而是有病,你只是乐于给予罢了” 也同样适用于这多嘴之人:“你透露这些并非因为是朋友,也非出于好意;你有病,你只是乐于说话和闲聊。 ”