§11ἡ Ῥωμαίων σύγκλητος ἀπόρρητόν τινα βουλὴν ἐβουλεύετο καθʼ αὑτὴν ἐπὶ πολλὰς ἡμέρας· ἀσάφειαν δὲ πολλὴν καὶ ὑπόνοιαν ἔχοντος τοῦ πράγματος, γυνὴ τἄλλα σώφρων, γυνὴ δέ, προσέκειτο τῷ ἑαυτῆς ἀνδρί, λιπαρῶς δεομένη πυθέσθαι τἀπόρρητον·
罗马元老院独自讨论了一项秘密议案,持续了许多天;这一事件带有极大的模糊性和令人猜疑,一个在其他方面明智、但终究是女子的妇人,紧紧缠着自己的丈夫,苦苦哀求想要探知这个秘密。
ὅρκοι δὲ καὶ κατάραι περὶ σιωπῆς ἐγίγνοντο καὶ δάκρυα ποτνιωμένης αὐτῆς, ὡς πίστιν οὐκ ἐχούσης.
妇人发下了各种关于保守秘密的誓言和诅咒,并且悲痛流泪,仿佛自己未被信任。
ὁ δὲ Ῥωμαῖος ἐξελέγξαι βουλόμενος αὐτῆς τὴν ἀβελτερίαν
νικᾷς, ὦ γύναι
εἶπεν
ἀλλʼ ἄκουε φοβερὸν πρᾶγμα καὶ τεράστιον·
而那位罗马人为了测试她的愚蠢,说道:“你赢了,妻子。 ” 并且说:“但你且听这件可怕而奇异的事情。
προσήγγελται γὰρ ἡμῖν ὑπὸ τῶν ἱερέων κόρυδον ὦφθαι πετόμενον κράνος ἔχοντα χρυσοῦν καὶ δόρυ·
因为祭司们向我们报告,看见一只戴着金头盔、拿着长枪的百灵鸟正在飞翔。
σκεπτόμεθα δὴ τὸ τέρας εἴτε χρηστὸν εἴτε φαῦλόν ἐστι, καὶ συνδιαποροῦμεν τοῖς μάντεσιν·
我们正在研究这预兆是好是坏,正与占卜师们一同困惑。
ἀλλὰ σιώπα
ταῦτʼ εἰπὼν ᾤχετʼ εἰς τὴν ἀγοράν·
但你要保持沉默! ” 说完这话,他便动身去了广场。
ἡ δὲ τῶν θεραπαινίδων εὐθὺς ἐφελκυσαμένη τὴν πρώτην εἰσελθοῦσαν, ἔπαιε τὸ στῆθος αὑτῆς καὶ τὰς τρίχας ἐσπάραττεν
οἴμοι
λέγουσα
τἀνδρὸς καὶ τῆς πατρίδος·
而她立刻拉拢了第一个进来的女仆,捶胸顿足,撕扯着自己的头发,说道:“哀哉,我的丈夫和祖国!
τί πεισόμεθα;
我们将面临什么命运?
βουλομένη καὶ διδάσκουσα τὴν θεράπαιναν εἰπεῖν
τί γὰρ γέγονεν;
”——她这是故意诱导、暗示女仆说出:“究竟发生了什么事?
ὡς δʼ οὖν πυθομένης διηγήσατο καὶ προσέθηκε τὸν κοινὸν ἁπάσης ἀδολεσχίας ἐπῳδόν, τὸ
ταῦτα μηδενὶ φράσῃς ἀλλὰ σιώπα,
οὐ φθάνει τὸ θεραπαινίδιον ἀποχωρῆσαν αὐτῆς, καὶ τῶν ὁμοδούλων εὐθὺς ἣν μάλιστʼ εἶδε σχολάζουσαν ἐμβάλλει τὸν λόγον· ἐκείνη δὲ τῷ ἐραστῇ παραγενομένῳ πρὸς αὐτὴν ἔφρασεν.
” 而女仆果真询问,她便详加叙述,并加上了所有多嘴多舌者共同的咒语:“这话切莫对任何人说,务必保持沉默! ”那小侍女刚一离开她,就立刻把这番话传给了她看见的最闲暇的同伴;而那个同伴又在情人到来时告诉了情人。
οὕτω δʼ εἰς ἀγορὰν τοῦ διηγήματος ἐκκυλισθέντος ὥστε προλαβεῖν τὸν πλασάμενον τὴν φήμην, ἀπαντήσας τις αὐτῷ τῶν γνωρίμων
ἀρτίως
εἶπεν
οἴκοθεν εἰς ἀγορὰν καταβαίνεις;
如此,这则故事便滚到了广场上,以至于抢在了编造这谣言的人之前。 他的一位熟人遇见他,说道:“你刚刚从家里下到广场来吗?
ἀρτίως
ἔφη ἐκεῖνος.
”“刚刚。 ”他回答。
οὐκοῦν οὐδὲν ἀκήκοας;
“那么你什么都没听到吗?
γέγονε γάρ τι καινόν;
”“难道发生了什么新鲜事?
ἀλλὰ κόρυδος ὦπται πετόμενος κράνος ἔχων χρυσοῦν καὶ δόρυ, καὶ μέλλουσι περὶ τούτου σύγκλητον ἔχειν οἱ ἄρχοντες.
”“有人看见一只百灵鸟戴着金头盔、拿着长枪在飞,执政官们正准备为此召开元老院会议。
κἀκεῖνος γελάσας
φεῦ τοῦ τάχους
εἶπεν
ὦ γύναι, τὸ καὶ φθάσαι με τὸν λόγον εἰς ἀγορὰν προελθόντα
τούς μὲν οὖν ἄρχοντας ἐντυχὼν ἀπήλλαξε τῆς ταραχῆς τὴν δὲ γυναῖκα τιμωρούμενος, ὡς οἴκαδʼ εἰσῆλθεν,
ἀπώλεσάς μʼ
εἶπεν
ὦ γύναι·
”他笑着说: “天哪,好快的速度! 妻子啊,我的话居然抢在我的前面跑到了广场上! ” 于是,他面见执政官们,消除了他们的惊慌;而为了惩罚他的妻子,他一回到家就说道:“你害惨了我,妻子。
τὸ γὰρ ἀπόρρητον ἐκ τῆς ἐμῆς οἰκίας πεφώραται δεδημοσιωμένον· ὥστε μοι φευκτέον ἐστὶ τὴν πατρίδα διὰ τὴν σὴν ἀκρασίαν.
因为那个秘密被发现是从我的屋里泄露并公开出去的,以至于因为你的无自制,我不得不逃离祖国。
τρεπομένης δὲ πρὸς; ἄρνησιν αὐτῆς καὶ λεγούσης
οὐ· γὰρ ταῦτα μετὰ τριακοσίων ἤκουσας;
”当她转向否认,并说道:“难道你不是和三百人一起听到这事的吗?
ποίων
ἔφη
τριακοσίων;
” “什么三百人?
σοῦ βιασαμένης, ἐπλασάμην ἀποπειρώμενος.
”他说道,“正因为你苦苦逼迫,我才编造了这事来试探你。
οὗτος μὲν οὖν ἀσφαλῶς πάνυ καὶ μετʼ εὐλαβείας, ὥσπερ εἰς ἀγγεῖον σαθρὸν οὐκ οἶνον οὐκ ἔλαιον ἀλλʼ ὕδωρ ἐγχέας, ἐπείρασε τὴν γυναῖκα.
” 这个人确实非常安全且谨慎地试探了妻子,就像往漏损的器皿里不注入酒,不注入油,而是注入水一样。
Φούλβιος δʼ ὁ Καίσαρος ἑταῖρος τοῦ Σεβαστοῦ, γέροντος ἤδη γεγονότος ἀκούσας ὀδυρομένου τὴν περὶ τὸν οἶκον ἐρημίαν, καὶ ὅτι, τῶν μὲν δυεῖν αὐτῷ θυγατριδῶν ἀπολωλότων Ποστουμίου δʼ ὃς ἔτι λοιπός; ἐστιν ἐκ διαβολῆς τινος ἐν φυγῇ ὄντος, ἀναγκάζεται τὸν τῆς γυναικὸς υἱὸν ἐπεισάγειν τῇ διαδοχῇ τῆς ἡγεμονίας, καίπερ οἰκτίρων καὶ βουλευόμενος ἐκ τῆς ὑπερορίας ἀνακαλεῖσθαι τὸν θυγατριδοῦν·
但奥古斯都·凯萨的友人富尔维乌斯,在皇帝已经年迈时,听见他哀叹家族的孤寂,以及他的两个外孙已经夭折,而剩下的最后一个外孙波斯图穆斯也因某种诽谤而被流放,他被迫将妻子的儿子引入帝位继承中,尽管他很同情并计划从国外召回自己的外孙。
ταῦτʼ ὁ Φούλβιος ἀκούσας ἐξήνεγκε πρὸς τὴν γυναῖκα, πρὸς δὲ Λιβίαν ἐκείνη, Λιβία δὲ καθήψατο πικρῶς Καίσαρος, εἰ πάλαι ταῦτʼ ἐγνωκὼς οὐ μεταπέμπεται τὸν θυγατριδοῦν, ἀλλʼ εἰς ἔχθραν καὶ πόλεμον αὐτὴν τῷ διαδόχῳ τῆς ἀρχῆς καθίστησιν.
富尔维乌斯听了这话,便向妻子泄露了,而她又告诉了莉薇娅,莉薇娅则尖锐地指责凯萨,问他既然早就这样决定,为何不派人召回外孙,反而让她与帝位的继承人处于敌对和战争之中。
· ἐλθόντος οὖν ἕωθεν, ὡς εἰώθει, τοῦ Φουλβίου πρὸς αὐτὸν καὶ εἰπόντος
χαῖρε, Καῖσαρ
ὑγίαινʼ
εἶπε
Φούλβιε.
第二天早晨,富尔维乌斯像往常一样来到他面前说道:“凯萨,祝你健康。 ”“保重吧,富尔维乌斯。 ”他回答。
κἀκεῖνος νοήσας ᾤχετʼ εὐθὺς ἀπιὼν οἴκαδε, καὶ τὴν γυναῖκα μεταπεμψάμενος
ἔγνωκεν
ἔφη
Καῖσαρ, ὅτι τἀπόρρητον οὐκ ἐσιώπησα· καὶ διὰ τοῦτο μέλλω ἀναιρεῖν ἐμαυτόν·
那人心中明白,立刻动身回家,召来妻子说道:“凯萨已经知道我没有保守那个秘密,因此我准备自尽。
ἡ δὲ γυνὴ
δικαίως
εἶπεν
ὅτι μοι τοσοῦτον συνοικῶν χρόνον οὐκ ἔγνως οὐδʼ ἐφυλάξω τὴν ἀκρασίαν·
”而妻子说道:“这是理所当然的,因为你与我共同生活了这么长时间,却不了解也不防范我的无自制。
ἀλλʼ ἔασον ἐμὲ προτέραν
καὶ λαβοῦσα τὸ ξίφος ἑαυτὴν προανεῖλε τἀνδρός.
但请让我先走。 ”于是她拿过剑,抢在丈夫之前自尽了。