§2#1ὅρα περὶ τοὺς γάμους ὅσον ἐστὶν ἐν τοῖς ζῴοις τὸ κατὰ φύσιν.
看那关于婚姻之事,在动物之中顺应自然的是何等巨大。
πρῶτον οὐκ ἀναμένει νόμους ἀγαμίου καὶ ὀψιγαμίου, καθάπερ οἱ Λυκούργου πολῖται καὶ Σόλωνος οὐδʼ ἀτιμίας ἀτέκνων δέδοικεν, οὐδὲ τιμὰς διώκει τρίπαιδας, ὡς Ῥωμαίων πολλοὶ γαμοῦσι καὶ γεννῶσιν, οὐχ ἳνα κληρονόμους ἔχωσιν ἀλλʼ ἵνα κληρονομεῖν δύνωνται.
首先,它们不等待关于独身或晚婚的法律,就像吕库古和梭伦的公民那样,也不害怕无子嗣者的耻辱,更不追求三子之特权,正如许多罗马人结婚生育,并非为了拥有继承人,而是为了能够继承遗产。
ἔπειτα μίγνυται τῷ θήλει τὸ ἄρρεν οὐχ ἅπαντα χρόνον· ἡδονὴν γὰρ οὐκ ἔχει τέλος ἀλλὰ γέννησιν καὶ τέκνωσιν.
其次,雄性并非在所有时候都与雌性交配,因为交配的目的不是享乐,而是生育和繁衍。
διὰ τοῦτʼ ἔτους ὥρᾳ, ἣ πνοάς τε γονίμους ἔχει καὶ πρόσφορον λοχευομένοις κρᾶσιν, συνῆλθεν εἰς ταὐτὸ τῷ ἄρρενι τὸ θῆλυ χειρόηθες καὶ ποθεινόν, ἡδείᾳ μὲν ὀσμῇ χρωτὸς ἰδίῳ δὲ κόσμῳ σώματος ἀγαλλόμενον, δρόσου καὶ βοτάνης ἀνάπλεων. καθαρᾶς·
因此在一年之中那些拥有生育微风和适合分娩者之气候的季节,雌性便会温顺且充满渴望地与雄性来到一处,因其肌肤的甜美芬芳和身体特有的装饰而欢欣,满载着露水和洁净的草木。
αἰσθόμενον δʼ ὅτι κύει καὶ πεπλήρωται, κοσμίως ἄπεισι καὶ προνοεῖ περὶ τὴν κύησιν καὶ σωτηρίαν τοῦ ἀποτεχθέντος.
而当它感知到自己已受孕并满足时,它便端庄地离去,为孕期以及产下之子的安全进行预先考虑。
ἀξίως δʼ οὐκ ἔστιν εἰπεῖν τὰ δρώμενα, πλὴν ὅτι γίγνεται ἕκαστον αὐτῶν ἐν τῷ φιλοστόργῳ, ταῖς προνοίαις, ταῖς καρτερίαις, ταῖς ἐγκρατείαις.
我们无法充分地描述它们的所作所为,只能说它们之中的每一个行为都伴随着深情、预见、坚忍和克制。
ἀλλὰ τὴν μέλιτταν ἡμεῖς σοφὴν καλοῦμεν καὶ νομίζομεν
"ξανθὸν μέλι μηδομέναν"
κολακεύοντες τὸ ἡδὺ καὶ γαργαλίζον ἡμᾶς τῆς γλυκύτητος· τὴν δὲ τῶν ἄλλων περὶ τὰς λοχείας καὶ τὰς ἀνατροφὰς σοφίαν καὶ τέχνην παρορῶμεν.
然而我们称蜜蜂为智慧,并认为它是“编织黄色蜂蜜者”,以此奉承那因其甜美而取悦和刺激我们的事物;但我们却忽视了其他动物在分娩和抚育方面的智慧和技艺。
οἷον εὐθύς, ἡ ἁλκυὼν κύουσα τὴν νεοττιὰν συντίθησι, συλλαμβάνουσα τὰς ἀκάνθας τῆς θαλαττίας βελόνης καὶ ταύτας διʼ ἀλλήλων ἐγκαταπλέκουσα καὶ συνείρουσα, τὸ μὲν σχῆμα περιαγὲς ὡς ἁλιευτικοῦ κύρτου καὶ πρόμηκες ἀπεργάζεται· τῇ δʼ ἁρμονίᾳ καὶ πυκνότητι συμφράξασα τὰς ἀκάνθας ἀκριβῶς ὑπέθηκε τῷ κλύσματι τοῦ κύματος, ὡς τυπτόμενον ἡσυχῆ καὶ πηγνύμενον τὸ πίλημα τῆς ἐπιφανείας στεγανὸν γένηται· γίγνεται δὲ σιδήρῳ καὶ λίθῳ δυσδιαίρετον.
例如翠鸟在怀孕时便立刻筑巢,它收集海针鱼的刺,并将这些刺相互编织、连结,使其形状像渔夫的鱼篓一样呈圆形且细长;它以精准的接合和紧密性堵住这些刺,并将其置于波浪的拍击之下,使其在温和的拍击和凝聚下,表面的毛毡层变得不透水;这甚至用铁器和石头也难以破开。
ὃ δʼ ἐστὶ θαυμασιώτερον, οὕτω τὸ στόμα τῆς νεοττιᾶς συμμέτρως πέπλασται πρὸς τὸ μέγεθος καὶ τὸ μέτρον τῆς ἁλκυόνος, ὥστε μήτε μεῖζον ἄλλο μήτε μικρότερον ἐνδύεσθαι ζῷον, ὡς δέ φασι, μηδὲ θάλατταν παραδέχεσθαι μηδὲ τὰ ἐλάχιστα.
而更令人惊叹的是,巢穴的入口的尺寸与翠鸟的大小和比例是如此匀称,以至于没有其他更大或更小的动物能钻入,而且据说,甚至连海水,哪怕是极微小的量,也无法渗入。
μάλιστα δʼ οἱ γαλεοὶ ζῳογονοῦσι μὲν ἐν ἑαυτοῖς, ἐκβαίνειν δὲ παρέχουσιν ἐκτὸς καὶ νέμεσθαι τοῖς σκυμνίοις, εἶτα πάλιν ἀναλαμβάνουσι καὶ περιπτύσσουσιν ἐγκοιμώμενα τοῖς σπλάγχνοις.
尤其是鲨鱼,它们虽在体内孕育活胎,但它们允许幼鲨到外面活动和觅食,然后再重新收回它们,让它们在母体的内脏中沉睡并被包容。
ἡ δʼ ἄρκτος, ἀγριώτατον καὶ σκυθρωπότατον θηρίον, ἄμορφα καὶ ἄναρθρα τίκτει· τῇ δὲ γλώττῃ καθάπερ ἐργαλείῳ διατυποῦσα τοὺς ὑμένας οὐ δοκεῖ γεννᾶν μόνον ἀλλὰ καὶ δημιουργεῖν τὸ τέκνον.
而熊,这最凶猛、最阴沉的野兽,产下的却是无形且无关节的幼仔;但它用舌头如同工具一般去舔舐并塑造包裹幼仔的膜,这使它看起来不仅是在生育,而是在创造它的孩子。
ὁ δʼ Ὁμηρικὸς λέων,
"
ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ἐν ὕλῃ
ἄνδρες ἐπακτῆρες, ὁ δέ τε σθένεϊ βλεμεαίνει,
πᾶν δὲ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων
"
正如荷马史诗中的狮子:“当它正带领着幼仔,在林中与猎人们相遇,它因其力量而气势汹汹,拉下所有的眉头,遮住双眼。 ”