§1ἔκκλητοι κρίσεις καὶ ξενικῶν δικαστηρίων ἀγωγαὶ τοῖς Ἕλλησι τὸ πρῶτον ἀπιστίᾳ τῇ πρὸς ἀλλήλους ἐπενοήθησαν, ἀλλοτρίας δικαιοσύνης ὥσπερ ἑτέρου τινὸς τῶν ἀναγκαίων μὴ φυομένου παρʼ αὐτοῖς δεηθεῖσιν.
希腊人之间最初设计出上诉裁判和外国法庭的诉讼,是由于彼此之间的不信任。 这就像是他们需要外来的正义,如同某种在他们本地无法生长的必需品一样。
ἆρʼ οὖν καὶ οἱ φιλόσοφοι τῶν προβλημάτων ἔνια διὰ τὰς πρὸς ἀλλήλους διαφορὰς ἐπὶ τὴν τῶν ἀλόγων φύσιν ζῴων ὥσπερ ἀλλοδαπὴν πόλιν ἐκκαλοῦνται, καὶ τοῖς ἐκείνων πάθεσι καὶ ἤθεσιν ὡς ἀνεντεύκτοις καὶ ἀδεκάστοις ἐφιᾶσι τὴν κρίσιν;
那么,哲学者们是否也因为彼此之间的分歧,而将一些问题上诉到无理性动物的本性那里,如同上诉到外国城市一样,并且将判决委派给动物的冲动与习性,认为它们是未受玷污且公正无私的?
ἢ καὶ τοῦτο τῆς ἀνθρωπίνης κακίας ἔγκλημα κοινόν ἐστι, τὸ περὶ τῶν ἀναγκαιοτάτων καὶ μεγίστων ἀμφιδοξοῦντας ἡμᾶς ζητεῖν ἐν ἵπποις καὶ κυσὶ καὶ ὄρνισι, πῶς γαμοῦμεν αὐτοὶ καὶ γεννῶμεν καὶ τεκνοτροφοῦμεν, ὡς μηδὲν ἐν ἑαυτοῖς δήλωμα τῆς φύσεως ὂν τὰ τῶν θηρίων ἤθη καὶ πάθη προσαγορεῦσαι καὶ καταμαρτυρῆσαι τοῦ βίου ἡμῶν πολλὴν τοῦ κατὰ φύσιν ἐκδιαίτησιν καὶ παράβασιν, εὐθὺς ἐν ἀρχῇ καὶ περὶ τὰ πρῶτα συγχεομένων καὶ ταραττομένων.
或者,这也是对人类邪恶的共同指控:我们在最必要和最重大的事情上摇摆不定,却在马、狗、鸟类之中寻求我们自己应当如何结婚、生育和抚养孩子? 仿佛我们自身之中没有任何自然的显现,以至于我们需要去呼唤野兽的习性和情念,并让它们来指证我们的生活极大地偏离和违背了自然。 我们在最开始以及最根本的事物上就已经陷入混乱和动摇。
ἄκρατον γὰρ ἐν ἐκείνοις ἡ φύσις καὶ ἀμιγὲς καὶ ἁπλοῦν φυλάττει τὸ ἴδιον· ἐν δʼ ἀνθρώποις ὑπὸ τοῦ λόγου καὶ τῆς συνηθείας, ὃ τοὔλαιον ὑπὸ τῶν μυρεψῶν πέπονθε, πρὸς πολλὰ μιγνυμένη δόγματα καὶ κρίσεις ἐπιθέτους ποικίλη γέγονε καὶ ἰδία, τὸ δʼ οἰκεῖον οὐ τετήρηκε.
因为在那些动物中,自然保持着其纯洁、无杂质且简单的独特性;但在人类中,在理性和习惯的影响下,自然经历了香油在调香师手中所经历的变化,与许多教条和外来的判断相混合,变得多样且怪异,未能保持其本来的面貌。
καὶ μὴ θαυμάζωμεν, εἰ τὰ ἄλογα ζῷα τῶν λογικῶν μᾶλλον ἕπεται τῇ φύσει· καὶ γὰρ τὰ φυτὰ τῶν ζῴων, οἷς οὔτε φαντασίαν οὔθʼ ὁρμὴν ἔδωκεν ἑτέρων ὄρεξιν τοῦ κατὰ φύσιν ἀποσαλεύουσαν, ἀλλʼ ὥσπερ ἐν δεσμῷ συνειργμένα μένει καὶ κεκράτηται, μίαν ἀεὶ πορείαν ἣν ἡ φύσις ἄγει πορευόμενα.
我们也不必惊讶,如果无理性的动物比有理性的动物更遵循自然;因为植物比动物还要更遵循自然,自然既没有给它们带来诱使它们偏离自然轨道的、对其他事物的表象或欲望冲动,而是像被锁链束缚住一样留步并被牢牢掌控,始终行走在自然所引导的单一道路上。
τοῖς δὲ θηρίοις τὸ μὲν πραΰτροπον τοῦ λόγου καὶ περιττὸν καὶ φιλελεύθερον ἄγαν οὐκ ἔστιν, ἀλόγους δʼ ὁρμὰς καὶ ὀρέξεις ἔχοντα καὶ χρώμενα πλάναις καὶ περιδρομαῖς, πολλάκις οὐ μακρὰν ἀλλʼ ὡς ἐπʼ ἀγκύρας τῆς φύσεως σαλεύει· καθάπερ οὖν ὁδὸν ὑφʼ ἡνίᾳ καὶ χαλινῷ βαδίζοντα δείκνυσιν εὐθεῖαν.
而对于野兽来说,虽然它们没有理性那温和、充裕且过度自由的特质,但由于它们拥有无理性的冲动和欲望,并且会迷失和游荡,它们常常不会离得很远,而是像系在自然的锚上一样摇摆;因此,正如在缰绳和马嚼子的约束下行走一样,它们指示出一条笔直的道路。
ὁ δὲ δεσπότης ἐν ἀνθρώπῳ καὶ αὐτοκρατὴς λόγος ἄλλας ἄλλοτε παρεκβάσεις καὶ καινοτομίας ἀνευρίσκων οὐδὲν ἴχνος ἐμφανὲς οὐδʼ ἐναργὲς ἀπολέλοιπε τῆς φύσεως.
然而,人类内部的绝对主宰者和统治者——理性,在不同的时候发明了各种偏离和创制,以至于没有给自然留下任何显而易见或清晰的痕迹。