§2#1ὅρα περὶ τοὺς γάμους ὅσον ἐστὶν ἐν τοῖς ζῴοις τὸ κατὰ φύσιν.
婚姻に関して、いかに自然に即したものが動物たちの間にあるかを見よ。
πρῶτον οὐκ ἀναμένει νόμους ἀγαμίου καὶ ὀψιγαμίου, καθάπερ οἱ Λυκούργου πολῖται καὶ Σόλωνος οὐδʼ ἀτιμίας ἀτέκνων δέδοικεν, οὐδὲ τιμὰς διώκει τρίπαιδας, ὡς Ῥωμαίων πολλοὶ γαμοῦσι καὶ γεννῶσιν, οὐχ ἳνα κληρονόμους ἔχωσιν ἀλλʼ ἵνα κληρονομεῖν δύνωνται.
第一に、彼らはリュクルゴスやソロンの市民のように、未婚や晩婚に対する法律を待ち望むことはない。 また不妊による不名誉を恐れることもなく、また多くのローマ人が相続人を持つためではなく、[他人の財産を]相続できるようにするために結婚し、子供をもうけるのとは異なり、三児を有する者への名誉を追い求めることもしない。
ἔπειτα μίγνυται τῷ θήλει τὸ ἄρρεν οὐχ ἅπαντα χρόνον·
第二に、雄は雌と常に交わるわけではない。
ἡδονὴν γὰρ οὐκ ἔχει τέλος ἀλλὰ γέννησιν καὶ τέκνωσιν.
なぜなら、快楽を目的とするのではなく、出産と育児を目的とするからである。
διὰ τοῦτʼ ἔτους ὥρᾳ, ἣ πνοάς τε γονίμους ἔχει καὶ πρόσφορον λοχευομένοις κρᾶσιν, συνῆλθεν εἰς ταὐτὸ τῷ ἄρρενι τὸ θῆλυ χειρόηθες καὶ ποθεινόν, ἡδείᾳ μὲν ὀσμῇ χρωτὸς ἰδίῳ δὲ κόσμῳ σώματος ἀγαλλόμενον, δρόσου καὶ βοτάνης ἀνάπλεων. καθαρᾶς·
これゆえに一年のうち、生殖に適した風が吹き、出産する者に好都合な気候をもたらす季節に、雌は雄と同じ場所へと、従順にかつ恋い焦がれて集まる。 肌の甘い香りと、身体の独特の装いによって歓喜し、露と清らかな草に満ちている。
αἰσθόμενον δʼ ὅτι κύει καὶ πεπλήρωται, κοσμίως ἄπεισι καὶ προνοεῖ περὶ τὴν κύησιν καὶ σωτηρίαν τοῦ ἀποτεχθέντος.
そして、自分が身ごもり、満たされたことを感知すると、行儀よく立ち去り、妊娠と、生まれてくる子の安全のために心を用いる。
ἀξίως δʼ οὐκ ἔστιν εἰπεῖν τὰ δρώμενα, πλὴν ὅτι γίγνεται ἕκαστον αὐτῶν ἐν τῷ φιλοστόργῳ, ταῖς προνοίαις, ταῖς καρτερίαις, ταῖς ἐγκρατείαις.
彼らの行うことを十分に語ることはできないが、ただ、それらの個々が、親愛の情、思慮、辛抱強さ、自己抑制のうちに行われるということだけは言える。
ἀλλὰ τὴν μέλιτταν ἡμεῖς σοφὴν καλοῦμεν καὶ νομίζομεν
"ξανθὸν μέλι μηδομέναν"
κολακεύοντες τὸ ἡδὺ καὶ γαργαλίζον ἡμᾶς τῆς γλυκύτητος·
しかし私たちはミツバチを賢いと呼び、「黄色い蜜を紡ぎ出すもの」と考えている。 それは、私たちをその甘美さによって喜ばせ刺激する快楽をへつらうためである。
τὴν δὲ τῶν ἄλλων περὶ τὰς λοχείας καὶ τὰς ἀνατροφὰς σοφίαν καὶ τέχνην παρορῶμεν.
他方、他の動物たちの出産や子育てに関する知恵や技術を、私たちは見過ごしている。
οἷον εὐθύς, ἡ ἁλκυὼν κύουσα τὴν νεοττιὰν συντίθησι, συλλαμβάνουσα τὰς ἀκάνθας τῆς θαλαττίας βελόνης καὶ ταύτας διʼ ἀλλήλων ἐγκαταπλέκουσα καὶ συνείρουσα, τὸ μὲν σχῆμα περιαγὲς ὡς ἁλιευτικοῦ κύρτου καὶ πρόμηκες ἀπεργάζεται·
たとえば早速、カワセミは身ごもると、海のヨウジウオの骨を集め、これらを互いに編み合わせ、つなぎ合わせることで巣を組み立て、その形状を、漁用の筌のように丸みを帯び、細長く仕上げる。
τῇ δʼ ἁρμονίᾳ καὶ πυκνότητι συμφράξασα τὰς ἀκάνθας ἀκριβῶς ὑπέθηκε τῷ κλύσματι τοῦ κύματος, ὡς τυπτόμενον ἡσυχῆ καὶ πηγνύμενον τὸ πίλημα τῆς ἐπιφανείας στεγανὸν γένηται· γίγνεται δὲ σιδήρῳ καὶ λίθῳ δυσδιαίρετον.
そして、その接合と密度の高さによって骨を正確に塞ぎ、波の打ち寄せるところに置く。 それは、穏やかに叩かれ、固まることで、表面のフェルト状の層が密閉されるためであり、鉄や石をもってしても壊しがたいものとなる。
ὃ δʼ ἐστὶ θαυμασιώτερον, οὕτω τὸ στόμα τῆς νεοττιᾶς συμμέτρως πέπλασται πρὸς τὸ μέγεθος καὶ τὸ μέτρον τῆς ἁλκυόνος, ὥστε μήτε μεῖζον ἄλλο μήτε μικρότερον ἐνδύεσθαι ζῷον, ὡς δέ φασι, μηδὲ θάλατταν παραδέχεσθαι μηδὲ τὰ ἐλάχιστα.
さらに驚くべきことには、巣の入り口は、カワセミの大きさと寸法にきわめて適合するように形作られているため、他のこれより大きい動物も小さい動物も入ることができず、噂によれば、海水さえも、ごくわずかであっても中に入り込むことがない。
μάλιστα δʼ οἱ γαλεοὶ ζῳογονοῦσι μὲν ἐν ἑαυτοῖς, ἐκβαίνειν δὲ παρέχουσιν ἐκτὸς καὶ νέμεσθαι τοῖς σκυμνίοις, εἶτα πάλιν ἀναλαμβάνουσι καὶ περιπτύσσουσιν ἐγκοιμώμενα τοῖς σπλάγχνοις.
とりわけサメは、体内(胎内)で子を生み出すが、子供たちが外に出て餌を食べるのを許し、その後、再び体内に受け入れ、内臓の中に眠る子供たちを包み込む。
ἡ δʼ ἄρκτος, ἀγριώτατον καὶ σκυθρωπότατον θηρίον, ἄμορφα καὶ ἄναρθρα τίκτει·
クマは、最も荒々しく不機嫌な野獣であるが、形がなく関節も未発達な子を産む。
τῇ δὲ γλώττῃ καθάπερ ἐργαλείῳ διατυποῦσα τοὺς ὑμένας οὐ δοκεῖ γεννᾶν μόνον ἀλλὰ καὶ δημιουργεῖν τὸ τέκνον.
そして、舌をあたかも道具であるかのように使って[その体を包む]膜を形づくることで、子を産むだけでなく、形作りさえしているように見える。
ὁ δʼ Ὁμηρικὸς λέων,
"
ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ἐν ὕλῃ
ἄνδρες ἐπακτῆρες, ὁ δέ τε σθένεϊ βλεμεαίνει,
πᾶν δὲ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων
"
ホメロスの描くライオンは、「幼子を連れて行くときに、森の中で猟師たちに出会うと、力強く気負い立ち、眉をことごとく引き下げて両目を覆う」。