§2#2""
ἆρʼ οὐχ ὅμοιός; ἐστι, διανοουμένῳ πρὸς τοὺς κυνηγοὺς σπένδεσθαι περὶ τῶν τέκνων;
"" [那只狮子]岂不像是为了孩子而打算与猎人和解的人吗?
καθόλου γὰρ ἡ πρὸς τὰ ἔκγονα φιλοστοργία καὶ τολμηρὰ τὰ δειλὰ ποιεῖ, καὶ φιλόπονα τὰ ῥᾴθυμα καὶ φειδωλὰ τὰ γαστρίμαργα καὶ ὥσπερ ἡ Ὁμηρικὴ ὄρνις προσφέρουσα τοῖς νεοττοῖς
"μάστακʼ, ἐπεί κε λάβῃσι, κακῶς δέ τε οἱ πέλει αὐτῇ"
τῷ γὰρ αὑτῆς τρέφει λιμῷ τὰ ἔκγονα, καὶ τὴν τροφὴν τῆς γαστρὸς ἁπτομένην ἀποκρατεῖ καὶ πιέζει τῷ στόματι, μὴ λάθῃ καταπιοῦσα
"
ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα
ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι
"
τὸν περὶ τῶν τέκνων φόβον ὡς δεύτερον προσλαβοῦσα θυμόν.
总的来说,对子嗣的亲爱之情使懦弱者勇敢,使怠惰者勤勉,使贪食者节俭;正如荷马史诗中的鸟儿,带给雏鸟“一口食物,一旦捕获,虽对自己而言痛苦万分”,因为她用自己的饥饿来哺育子嗣,并在食物触及胃部时将其克制,紧压在嘴里,以免不小心吞下。 “又如母狗,伫立在娇嫩的小狗身旁,对不认识的人吠叫,急欲搏斗,” 将对孩子们的恐惧转化为第二种斗志。
αἱ δὲ πέρδικες ὅταν διώκωνται μετὰ τῶν τέκνων, ἐκεῖνα μὲν ἐῶσι προπέτεσθαι καὶ φεύγειν, αὑταῖς δὲ μηχανώμεναι προσέχειν τοὺς θηρεύοντας ἐγγὺς κυλινδούμεναι καὶ καταλαμβανόμεναι, μικρὸν ὑπεκθέουσιν, εἶτα πάλιν ἵστανται καὶ παρέχουσιν ἐν ἐφικτῷ τῆς ἐλπίδος ἑαυτάς, ἄχρι ἂν οὕτω προκινδυνεύουσαι τῶν νεοττῶν τῆς ἀσφαλείας προαγάγωνται πόρρω τοὺς διώκοντας.
而鹧鸪与孩子们一起被追赶时,它们让孩子们先飞走逃跑,自己则设法吸引猎人的注意,在附近翻滚,让自己几乎被抓住,跑开一点,然后再次停下,让自己处于对方可及的希望之中,直到它们通过这样为雏鸟的安全冒险,而将追赶者引向远方。
τὰς δʼ ἀλεκτορίδας ἐν τοῖς ὄμμασι καθʼ ἡμέραν ἔχομεν, ὃν τρόπον τὰ νεόττια περιέπουσι, τοῖς μὲν ἐνδῦναι χαλῶσαι τὰς πτέρυγας, τὰ δʼ ἐπιβαίνοντα τῶν νώτων καὶ προσέρποντα πανταχόθεν ἀναδεχόμεναι μετὰ τοῦ γεγηθός τι καὶ προσφιλὲς ἐπιφθέγγεσθαι·
雌鸡如何照料雏鸡,我们每天都看在眼里。 它们展开双翼让一些雏鸡钻入,接纳从各处爬上后背或爬行而来的其他雏鸡,并发出欣喜而亲切的鸣叫。
κύνας δὲ καὶ δράκοντας, ἂν περὶ αὑτῶν φοβηθῶσι, φεύγουσιν, ἂν δὲ περὶ τῶν τέκνων, ἀμύνονται καὶ διαμάχονται παρὰ δύναμιν.
如果它们为自己感到害怕,就会逃避狗和蛇;但如果是为了孩子们,它们就会超出力量地去防御和奋战。
εἶτα ταῦτʼ οἰόμεθα τὰ πάθη τούτοις ἐνειργάσθαι τὴν φύσιν, ἀλεκτορίδων ἐπιγονῆς καὶ κυνῶν καὶ ἄρκτων προνοοῦσαν, ἀλλʼ οὐχ ἡμᾶς δυσωποῦσαν καὶ τιτρώσκουσαν ἐπιλογιζομένους, ὅτι ταῦτα παραδείγματα τοῖς ἑπομένοις, τοῖς δʼ ἀναλγήτοις ὀνείδη περίεστι τῆς ἀπαθείας, διʼ ὧν κατηγοροῦσι τῆς ἀνθρωπίνης φύσεως μόνης μὴ προῖκα τὸ στέργειν ἐχούσης μηδʼ ἐπισταμένης φιλεῖν ἄνευ χρείας θαυμάζεται γὰρ ἐν τοῖς θεάτροις ὁ εἰπών
"μισθοῦ γὰρ ἄνθρωπον τίς ἄνθρωπον φιλεῖ"
κατʼ Ἐπίκουρον ὁ πατὴρ τὸν υἱόν, ἡ μήτηρ τὸ τέκνον, οἱ παῖδες τοὺς τεκόντας.
难道我们认为,自然是将这些情感植入它们之中,是因为她关心雌鸡的后代、狗和熊,而不是为了让我们在反思时感到羞愧和痛苦吗? 因为这些是顺应自然之人的榜样,而对于冷酷无情者来说,则是对他们无情无义的羞辱,通过这些,他们控诉唯独人类本性不拥有无偿的爱,也不懂得没有实用便去爱。 事实上,在剧场里,说出这话的人受到赞赏: “因为谁会为了报酬而爱另一个人呢? ” 根据伊壁鸠鲁的观点,父亲[为了报酬]爱儿子,母亲爱孩子,孩子们爱双亲。
ἀλλʼ εἰ λόγου γένοιτο τοῖς θηρίοις σύνεσις, καὶ τοῦτό τις εἰς κοινὸν θέατρον συναγαγὼν ἵππους καὶ βόας καὶ κύνας καὶ ὄρνιθας; ἀναφθέγξαιτο μεταγράψας, ὡς οὔτε κύνες ἐπὶ μισθῷ σκύλακας φιλοῦσιν οὔθʼ ἵπποι πώλους οὔτʼ ὄρνιθες νεοττοὺς ἀλλὰ προῖκα καὶ φυσικῶς, ἐπιγνωσθήσεται τοῖς ἁπάντων πάθεσιν ὡς εὖ καὶ ἀληθῶς λεγόμενον.
但是,如果野兽有了理性的理解力,有人把马、牛、狗和鸟儿召集到共同的剧场里,修改并喊出这样的话:“狗不为了报酬而爱小狗,马不爱小马,鸟儿也不爱雏鸟,而是无偿且自然地爱,”这将会被它们所有动物的情感公认为说得极好且真实。
αἰσχρὸν γάρ, ὦ Ζεῦ, τὰς θηρίων γενέσεις καὶ λοχείας καὶ ὠδῖνας καὶ τεκνοτροφίας φύσιν εἶναι καὶ χάριν, τὰς δʼ ἀνθρώπων δάνεια καὶ μισθοὺς καὶ ἀρραβῶνας ἐπὶ χρείαις διδομένους.
噢,宙斯啊,野兽的生育、分娩、分娩之痛和抚育是自然与恩惠,而人类的却是为了实用而给出的贷款、工资和定金,这难道不是太可耻了吗?