§5Κυβείᾳ γὰρ ὁ Πλάτων τὸν βίον ἀπείκασεν, ἐν ᾧ καὶ βάλλειν δεῖ τὰ πρόσφορα, καὶ βαλόντα χρῆσθαι καλῶς τοῖς πεσοῦσι.
因为柏拉图将生活比作骰子游戏,在这游戏中既需要投掷出合适的点数,又需要在投掷后很好地利用落下的结果。
τούτων δὲ τὸ μὲν βάλλειν οὐκ ἐφʼ ἡμῖν, τὸ δὲ προσηκόντως δέχεσθαι τὰ γιγνόμενα παρὰ τῆς τύχης καὶ νέμειν ἑκάστῳ τόπον, ἐν ᾧ καὶ τὸ οἰκεῖον ὠφελήσει μάλιστα καὶ τὸ ἀβούλητον ἥκιστα λυπήσει τοὺς ἐπιτυγχάνοντας, ἡμέτερον ἔργον ἐστίν, ἂν εὖ φρονῶμεν.
而在这些之中,投掷本身并不取决于我们,但适当地接受命运所带来的东西,并为每一件分配合适的位置,使契合的事物最能发挥益处,而违背意愿的事物最少地让遇到它们的人感到痛苦,这是我们的工作,如果我们有智慧的话。
τοὺς μὲν γὰρ ἀτέχνους καὶ ἀνοήτους περὶ τὸν βίον, ὥσπερ τοὺς νοσώδεις τοῖς σώμασι μήτε καῦμα φέρειν μήτε κρύος δυναμένους ἐξίστησι μὲν εὐτυχία συστέλλει δὲ δυστυχία· ταράττονται δʼ ὑπʼ ἀμφοτέρων, μᾶλλον δʼ ὑφʼ αὑτῶν ἐν ἀμφοτέροις καὶ οὐχ ἧττον ἐν τοῖς λεγομένοις ἀγαθοῖς.
因为在生活上面无技巧且无理智的人,就像身体多病、既不能耐热也不能抗寒的人一样,好运使他们狂妄,而厄运使他们沮丧;他们被两者所扰乱,更确切地说,是在两者中被自己所扰乱,且在所谓的“善事”中受到的扰乱同样不少。
Θεόδωρος μὲν γὰρ ὁ κληθεὶς ἄθεος ἔλεγε, τῇ δεξιᾷ τοὺς λόγους ὀρέγοντος αὐτοῦ, τῇ ἀριστερᾷ δέχεσθαι τοὺς ἀκροωμένους·
因为被称为无神论者的狄奥多洛斯曾说,当他用右手递出道理时,听众却用左手接过去。
οἱ δʼ ἀπαίδευτοι πολλάκις τὴν τύχην δεξιὰν παρισταμένην ἐπαριστέρως λαμβάνοντες ἀσχημονοῦσιν οἱ δὲ φρόνιμοι, καθάπερ ταῖς μελίτταις φέρει μέλι τὸ δριμύτατον καὶ ξηρότατον ὁ θύμος, οὕτως ἀπὸ τῶν δυσχερεστάτων πολλάκις πραγμάτων οἰκεῖόν τι καὶ χρήσιμον αὑτοῖς λαμβάνουσι.
而没有教养的人,常常把那站在右侧(带来好运)的命运,不顺手地(用左手)接过去,从而出尽洋相。 但聪明的人,就像蜜蜂从最辛辣最干燥的百里香中采得蜂蜜一样,如此常常从最困难的事情中,为自己获取某些合适且有用的东西。
§6τοῦτʼ οὖν δεῖ πρῶτον ἀσκεῖν καὶ μελετᾶν, ὥσπερ ὁ τῆς κυνὸς ἁμαρτὼν τῷ λίθῳ καὶ τὴν μητρυιὰν πατάξας
οὐδʼ οὕτως
ἔφη
κακῶς·
因此,首先必须对此进行训练和练习,正如那个用石头砸狗却砸错击中继母的人所说: “即使这样也不算太坏。
ἔξεστι γὰρ μεθιστάναι τὴν τύχην ἐκ τῶν ἀβουλήτων.
” 因为人们有可能从不顺意的事情中扭转命运。
ἐφυγαδεύθη Διογένης, οὐδʼ οὕτω κακῶς ἤρξατο γὰρ φιλοσοφεῖν μετὰ τὴν φυγήν.
第欧根尼被流放了,“即使这样也不算太坏”;因为他在流放之后开始从事哲学研究。
Ζήνωνι τῷ Κιτιεῖ μία ναῦς περιῆν φορτηγός· πυθόμενος δὲ ταύτην αὐτόφορτον ἀπολωλέναι συγκλυσθεῖσαν
εὖγʼ
εἶπεν
ὦ τύχη ποιεῖς, εἰς τὸν τρίβωνα καὶ τὴν στοὰν συνελαύνουσʼ ἡμᾶς.
基提翁的芝诺只剩下了一只货船;当他得知这艘船连同货物一起因遭遇海难而沉没时,他说: “做的好,” “命运啊,你这是把我们赶向了粗斗篷和画廊。
τί οὖν κωλύει μιμεῖσθαι τούτους;
” 那么,有什么阻止我们模仿这些人呢?
ἀρχὴν παραγγέλλων διήμαρτες;
你在竞选官职时失败了吗?
ἐν ἀγρῷ διάξεις ἐπιμελόμενος τῶν ἰδίων.
你将在乡间度过时光,照料自己的私产。
ἀλλὰ φιλίαν μνώμενος ἡγεμόνος ἀπώσθης;
但你在谋求统治者的友谊时被拒绝了吗?
ἀκινδύνως καὶ ἀπραγμόνως βιώσῃ.
你将过上没有危险、没有繁琐事务的生活。
πάλιν ἐν πράγμασιν ἀσχολίας ἔχουσι καὶ φροντίδας γέγονας;
反之,你是否卷入了带有忙碌和忧虑的公务之中?
"οὐδὲ θερμὸν ὕδωρ τοσόνδε τέγξει μαλθακὰ γυῖα"
κατὰ Πίνδαρον, ὡς δόξα ποιεῖ καὶ τὸ τιμᾶσθαι μετά τινος δυνάμεως
"πόνον ἡδὺν κάματὸν τʼ εὐκάματον.
“即使是热水也无法像名声那样使柔软的四肢舒缓”,根据宾达罗斯的说法,被赋予某种权力的尊荣创造了“甘甜的劳苦和易于承受的辛劳”。
"
ἀλλά τις ἀπήντησεν ἐκ διαβολῆς ἢ φθόνου δυσημερία καὶ σκορακισμός;
还是说,由于诽谤或嫉妒,你遭遇了不顺和排斥?
ἐπὶ τὰς Μούσας οὔριον τὸ πνεῦμα καὶ τὴν Ἀκαδήμειαν, ὥσπερ Πλάτωνι χειμασθέντι περὶ τὴν Διονυσίου φιλίαν.
那么,风正吹向缪斯和阿卡德米,就像柏拉图在关于狄奥尼修斯的友谊上遭遇风暴时那样。
διὸ καὶ τοῦτο πρὸς εὐθυμίαν μέγα, τὸ τοὺς ἐνδόξους ἀποθεωρεῖν, εἰ μηδὲν ὑπὸ τῶν αὐτῶν πεπόνθασιν.
因此,为了心灵的宁静,去观察那些享有盛名的人,看看他们是否未曾因同样的事情而受苦,这也是极有帮助的。
οἷον ἀπαιδία τὸ λυποῦν ἐστι;
例如,没有孩子是令人痛苦的事吗?
τοὺς Ῥωμαίων ὅρα βασιλεῖς, ὧν οὐδεὶς υἱῷ τὴν ἀρχὴν ἀπέλιπε πενίᾳ δυσφορεῖς παρούσῃ;
看看罗马人的君主,他们中没有一个人把统治权留给儿子。 你对眼前的贫穷感到难受吗?
καὶ τίς ἂν ἐβούλου μᾶλλον εἶναι Βοιωτῶν ἢ Ἐπαμεινώνδας;
那么在波奥蒂亚人中,你更想成为谁,而不是伊巴密浓达呢?
τίς δὲ Ῥωμαίων ἢ Φαβρίκιος;
在罗马人中,你更想成为谁,而不是法布里奇乌斯呢?
ἀλλὰ διέφθαρταί σου τὸ γύναιον;
但是,你的妻子不贞了吗?
οὐκ ἀνέγνωκας οὖν τοὐπίγραμμα τὸ ἐν Δελφοῖς
"ὑγρᾶς καὶ τραφερᾶς βασιλεὺς Ἆγίς μʼ ἀνέθηκεν·
那么你难道没有读过在德尔斐的铭文吗: “水陆之王阿吉斯献祭了我”?
"
οὐδʼ ἀκήκοας, ὅτι τούτου τὴν γυναῖκα Τιμαίαν Ἀλκιβιάδης διέφθειρε, καὶ τὸ γεννηθὲν Ἀλκιβιάδην ἐκάλει ψιθυρίζουσα πρὸς τὰς θεραπαινίδας;
你难道没有听说过,阿尔西比亚德斯勾引了他的妻子蒂迈阿,而她把生下的孩子叫做阿尔西比亚德斯,并向侍女们低声耳语吗?
ἀλλὰ τοῦτʼ Ἆγιν οὐκ ἐκώλυσεν ἐνδοξότατον Ἑλλήνων εἶναι καὶ μέγιστον ὥσπερ οὐδὲ Στίλπωνα τῶν κατʼ αὐτὸν φιλοσόφων ἱλαρώτατα ζῆν ἀκόλαστος οὖσʼ ἡ θυγάτηρ·
但是,这并没有阻止阿吉斯成为希腊人中最享有盛名且最伟大的人,正如女儿放荡不羁并没有阻止斯蒂尔蓬成为他那个时代最乐观快乐的哲学家一样。
ἀλλὰ καὶ Μητροκλέους ὀνειδίσαντος
ἐμὸν οὖν
ἔφη
ἁμάρτημα τοῦτʼ ἐστὶν ἢ ἐκείνης;
相反,当梅特罗克莱斯指责他时,他说:“那么,这是我的过错,还是她的过错?
εἰπόντος δὲ τοῦ Μητροκλέους
ἐκείνης μὲν ἁμάρτημα σὸν δʼ ἀτύχημα·
”当梅特罗克莱斯说: “这确实是她的过错,但却是你的不幸。
πῶς λέγεις;
”“你这话怎讲?
εἶπεν
οὐχὶ τὰ ἁμαρτήματα καὶ διαπτώματʼ ἐστί;
”他说。
πάνυ μὲν οὖν
, ἔφη.
“难道过错不也是失败吗?
τὰ δὲ διαπτώματʼ οὐχ ὧν διαπτώματα καὶ ἀποτεύγματα;
”“确实如此,”他说。
συνωμολόγησε καὶ ὁ Μητροκλῆς.
“而失败不正是属于那些经历失败和失利的人的东西吗?
τὰ δʼ ἀποτεύγματʼ οὐχ ὧν ἀποτεύγματʼ καὶ ἀτυχήματα;
”梅特罗克莱斯也同意了。
πράῳ λόγῳ καὶ φιλοσόφῳ κενὸν ἀποδείξας ὕλαγμα, τὴν τοῦ κυνικοῦ βλασφημίαν.
“而失利不正是属于那些经历失利和不幸的人的东西吗? ”他用温和且哲学性的语言,证明了犬儒派的诽谤只是空洞的吠叫。