§8ὅθεν ἐκεῖνον αὖθις τὸν περὶ τῶν πραγμάτων λόγον ἀναλάβωμεν.
因此,让我们重新回到关于事务的讨论中。
ὡς γὰρ ἐν τῷ πυρέττειν πικρὰ πάντα καὶ ἀηδῆ φαίνεται γευομένοις, ἀλλʼ ὅταν ἴδωμεν ἑτέρους ταὐτὰ προσφερομένους καὶ μὴ δυσχεραίνοντας, οὐκέτι τὸ σιτίον οὐδὲ τὸ ποτὸν ἀλλʼ αὑτοὺς αἰτιώμεθα καὶ τὴν νόσον· οὕτω καὶ τοῖς πράγμασι παυσόμεθα μεμφόμενοι καὶ δυσχεραίνοντες, ἂν ἑτέρους ταὐτὰ προσδεχομένους ἀλύπως καὶ ἱλαρῶς ὁρῶμεν.
因为正如在发烧时,对于尝味的人来说,一切都显得苦涩和难以下咽,但当我们看到其他人吃着同样的东西而不觉得难受时,我们便不再指责食物或饮料,而是指责我们自己和疾病;同样,如果我们看到别人毫无痛苦且愉快地接受同样的事物,我们也将停止抱怨和嫌恶这些事物。
ἀγαθὸν τοίνυν ἐν τοῖς ἀβουλήτοις συμπτώμασι πρὸς εὐθυμίαν καὶ τὸ μὴ παρορᾶν ὅσα προσφιλῆ καὶ ἀστεῖα πάρεστιν ἡμῖν, ἀλλὰ μιγνύντας ἐξαμαυροῦν τὰ χείρονα τοῖς βελτίοσι.
因此,在遭遇违背意愿的事情时,为了保持心情舒畅,不忽视我们身边所有可爱和美好的事物,而是通过将它们混合,用更好的事物来掩盖较坏的事物,是大有裨益的。
νῦν δὲ τὰς μὲν ὄψεις ὑπὸ τῶν ἄγαν λαμπρῶν τιτρωσκομένας ἀποστρέφοντες, ταῖς ἀνθηραῖς καὶ ποώδεσι χρόαις παρηγοροῦμεν τὴν δὲ διάνοιαν ἐντείνομεν εἰς τὰ λυπηρὰ καὶ προσβιαζόμεθα τοῖς τῶν ἀνιαρῶν ἐνδιατρίβειν ἀναλογισμοῖς, μονονοὺ βίᾳ τῶν βελτιόνων ἀποσπάσαντες.
然而现在,当我们的眼睛被过分耀眼的光芒刺痛时,我们会转开视线,用花草的色彩来抚慰它们;却把思想拉向痛苦的事物,强迫它沉溺于对令人烦恼之事的反思中,几乎是强行将它从更好的事物中拉开。
καίτοι τό γε πρὸς τὸν πολυπράγμονα λελεγμένον οὐκ ἀηδῶς δεῦρʼ ἔστι μετενεγκεῖν
"
τί τἀλλότριον, ἄνθρωπε βασκανώτατε,
κακὸν ὀξυδορκεῖς, τὸ δʼ ἴδιον παραβλέπεις;
然而,对好管闲事者所说的那句话,搬到这里来用倒也不失生动: “你这极度嫉妒的人啊,为何能敏锐地察觉他人的坏事,却忽视了自己的坏事?
"
τί τὸ σεαυτοῦ κακόν, ὦ μακάριε, λίαν καταβλέπεις καὶ ποιεῖς ἐναργὲς ἀεὶ καὶ πρόσφατον ἀγαθοῖς δὲ παροῦσιν οὐ προσάγεις τὴν διάνοιαν, ἀλλʼ ὥσπερ αἱ σικύαι τὸ χείριστον ἐκ τῆς σαρκὸς ἕλκουσιν, οὕτω τὰ κάκιστα τῶν ἰδίων συνάγεις ἐπὶ σαυτόν, οὐδὲν τι τοῦ Χίου βελτίων γενόμενος ὃς πολὺν καὶ χρηστὸν οἶνον ἑτέροις πιπράσκων ἑαυτῷ πρὸς τὸ ἄριστον ὀξίνην ἐζήτει διαγευόμενος, οἰκέτης δέ τις ἐρωτηθεὶς ὑφʼ ἑτέρου τί ποιοῦντα τὸν δεσπότην καταλέλοιπεν
ἀγαθῶν
ἔφη
παρόντων, κακὸν ζητοῦντα;
” “幸福的人啊,你为何过度凝视自己的不幸,使它总是清晰而新鲜,却不对眼前存在的好事投去你的心思呢? 相反,就像吸角器从肉体中吸出最坏的物质一样,你这样把自己最坏的经历收集到自己身上,这比起那个基奥斯人来一点也不见得更好。 他把大量优质的葡萄酒卖给别人,自己吃正餐时却四处品尝着寻找酸酒;有个家奴被别人问起,在离开主人时主人正在做什么,他说:“好端端的日子摆在眼前,他却在自寻烦恼。
καὶ γὰρ οἱ πολλοὶ τὰ χρηστὰ καὶ πότιμα τῶν ἰδίων ὑπερβαίνοντες ἐπὶ τὰ μοχθηρὰ καὶ δυσχερῆ τρέχουσιν.
”因为大多数人也确实跳过了自己拥有之物中那些美好和甘甜的部分,急切地奔向那些糟糕和令人作呕的部分。
ὁ δʼ Ἀρίστιππος οὐ τοιοῦτος, ἀλλʼ ἀγαθὸς ὥσπερ ἐπὶ ζυγοῦ πρὸς τὰ βελτίονα τῶν ὑποκειμένων ἐξαναφέρειν καὶ ἀνακουφίζειν αὑτόν· χωρίον γοῦν ἀπολέσας καλὸν ἠρώτησεν ἕνα τῶν πάνυ προσποιουμένων συνάχθεσθαι καὶ συναγανακτεῖν
οὐχὶ σοὶ μὲν χωρίδιον ἓν ἔστιν, ἐμοὶ δὲ τρεῖς ἀγροὶ καταλείπονται;
但阿里斯提波斯却不是这样,他善于将自己置于天平之上,朝着眼前处境中较好的那一面提升并减轻自己的负担;至少,当他失去了一块很好的土地时,他问一个极力表现出同情和愤慨的人:“你不是只有一小块土地,而我却还剩下三个庄稼地吗?
συνομολογήσαντος δʼ ἐκείνου,
τί οὖν
εἶπεν
οὐ σοὶ μᾶλλον ἡμεῖς συναχθόμεθα
μανικὸν γάρ ἐστι τοῖς ἀπολλυμένοις ἀνιᾶσθαι μὴ χαίρειν δὲ τοῖς σῳζομένοις, ἀλλʼ ὥσπερ τὰ μικρὰ παιδάρια, ἀπὸ πολλῶν παιγνίων ἂν ἕν τις ἀφέληταί τι, καὶ τὰ λοιπὰ πάντα προσρίψαντα κλαίει καὶ βοᾷ, τὸν αὐτὸν τρόπον ἡμᾶς περὶ ἓν ὀχληθέντας ὑπὸ τῆς τύχης, καὶ τἄλλα πάντα ποιεῖν ἀνόνητα ἑαυτοῖς ὀδυρομένους καὶ δυσφοροῦντας.
”那人表示同意后,他说:“那既然如此,为什么不是我们更同情你呢? ”因为,为失去的东西感到痛苦,却不为保留下来的东西感到高兴,这是疯狂的;而是像小孩子们一样,如果有人从他们的许多玩具中拿走一个,他们就会把其余的也全都扔掉,然后又哭又闹;同样,当我们被命运在某一件事情上困扰时,我们便悲叹和烦躁,使得所有其他的事情对我们来说也都变得毫无用处。
§9καὶ τί
, φήσαι τις ἄν,
ἔχομεν;
“可是,”有人可能会说,“我们拥有什么呢?
τί δʼ οὐκ ἔχομεν;
”难道,我们又有什么不曾拥有呢?
ὁ μὲν δόξαν ὁ δʼ οἶκον ὁ δὲ γάμον τῷ δὲ φίλος ἀγαθός ἐστιν.
有的人有名望,有的人有住宅,有的人有婚姻,有的人则有良友。
Ἀντίπατρος δʼ ὁ Ταρσεὺς πρὸς τῷ τελευτᾶν ἀναλογιζόμενος ὧν ἔτυχεν ἀγαθῶν, οὐδὲ τὴν εὔπλοιαν παρέλιπε τὴν ἐκ Κιλικίας αὐτῷ γενομένην εἰς Ἀθήνας.
塔尔苏斯的安提帕特在临终时,回顾自己所获得的好处,甚至连他从基利家航行到雅典时那段顺风顺水的航程也没有遗漏。
δεῖ δὲ καὶ τὰ κοινὰ μὴ παρορᾶν ἀλλʼ ἔν τινι λόγῳ τίθεσθαι καὶ χαίρειν, ὅτι ζῶμεν ὑγιαίνομεν τὸν ἣλιον ὁρῶμεν· οὔτε πόλεμος οὔτε στάσις ἐστίν· ἀλλὰ καὶ ἡ γῆ παρέχει γεωργεῖν καὶ θάλασσα πλεῖν ἀδεῶς τοῖς βουλομένοις· καὶ λέγειν ἔξεστι καὶ πράττειν καὶ σιωπᾶν καὶ σχολάζειν.
我们也不应当忽视那些普遍的恩惠,而应该把它们放在心上并感到高兴,因为我们活着,我们健康,我们看见太阳;既没有战争也没有内乱;而是大地供人耕作,海洋也让愿意的人无所畏惧地航行;并且我们可以说话,可以做事,可以保持沉默,可以安享闲暇。
εὐθυμήσομεν δὲ τούτοις μᾶλλον παροῦσιν, ἂν μὴ παρόντων αὐτῶν φαντασίαν λαμβάνωμεν ἀναμιμνήσκοντες αὑτοὺς πολλάκις, ὡς ποθεινόν ἐστιν ὑγεία νοσοῦσι καὶ πολεμουμένοις εἰρήνη, καὶ κτήσασθαι δόξαν ἐν πόλει τηλικαύτῃ καὶ φίλους ἀγνῶτι καὶ ξένῳ· καὶ; τὸ στέρεσθαι γενομένων ὡς ἀνιαρόν.
如果我们经常提醒自己,想象它们不存在时的情景:对于病人来说健康是多么令人渴望,对于处于战争中的人来说和平是多么宝贵,对于一个无名异乡人来说,在如此巨大的城市中获得名声和朋友是多么令人向往;以及一旦拥有后又被剥夺是多么痛苦。 那么当这些恩惠在身边时,我们就会更加珍惜和高兴。
οὐ γὰρ τότε γίγνεται μέγα καὶ τίμιον ἕκαστον ἡμῖν, ὅταν ἀπόληται, σῳζόμενον δὲ τὸ μηδέν ἐστιν· οὐδενὶ γὰρ ἀξίαν τὸ μὴ εἶναι προστίθησιν.
因为,并不是每样东西非得在失去时才对我们变得伟大而珍贵,而在完好无损时却一文不值;因为“不存在”并不会给任何事物增添价值。
οὐδὲ δεῖ κτᾶσθαι μὲν ὡς μεγάλα καὶ τρέμειν ἀεὶ δεδιότας ὡς ὑπὲρ μεγάλων μὴ στερηθῶμεν, ἔχοντας δὲ παρορᾶν καὶ καταφρονεῖν ὡς μηδενὸς ἀξίων ἀλλὰ χρῆσθαι μάλιστα ἐπὶ τῷ χαίρειν καὶ, ἀπολαύειν αὐτῶν, ἵνα καὶ τὰς ἀποβολάς, ἂν συντυγχάνωσι, πραότερον φέρωμεν.
我们也不应该在争取时视它们为伟大的事物,并在拥有时总是战战兢兢地害怕失去这些伟大的事物,而一旦拥有了,又把它们当成毫无价值的东西来忽视和轻视;反而应当为了欣喜和享受它们而充分利用它们,以便在真的发生失去的情况时,我们能够更温和地去承受。
οἱ δὲ πολλοὶ ποιήματα μέν, ὡς ἔλεγεν Ἀρκεσίλαος, ἀλλότρια καὶ γραφὰς καὶ ἀνδριάντας οἴονται δεῖν ἀκριβῶς καὶ κατά μέρος ἕκαστον ἐπιπορευόμενοι τῇ διανοίᾳ καὶ τῇ ὄψει θεωρεῖν, τὸν δʼ ἑαυτῶν βίον ἔχοντα πολλὰς οὐκ ἀτερπεῖς ἀναθεωρήσεις ἐῶσιν, ἔξω βλέποντες ἀεὶ καὶ θαυμάζοντες ἀλλοτρίας δόξας καὶ τύχας, ὥσπερ μοιχοὶ τὰς ἑτέρων γυναῖκας αὑτῶν δὲ καὶ τῶν ἰδίων καταφρονοῦντες.
然而大多数人,正如阿耳κε西劳所说,认为应当用思想和目光精确地走过每一个部分,去欣赏他人的诗作、绘画和雕塑,却对包含着许多并非不愉快的回顾的自身生活置之不理。 他们总是向外看,羡慕他人的名望和命运,就像通奸者觊觎他人的妻子,却轻视自己的妻子和自己拥有的一切。