§2ΦΟΥΝΔ. καὶ μὴν ὧν γε μεμνήμεθα Μουσωνίου καλῶν ἕν ἐστιν, ὦ Σύλλα, τὸ δεῖν ἀεὶ θεραπευομένους βιοῦν τοὺς σῴζεσθαι μέλλοντας.
芬达努斯:的确,希拉斯,在我们所记得的木索尼乌斯的至理名言中,有一条就是:那些想要获得救赎的人,必须始终在接受治疗中度日。
οὐ γὰρ ὡς ἐλλέβορον, οἶμαι, δεῖ θεραπεύσαντα συνεκφέρειν τῷ νοσήματι τὸν λόγον, ἀλλʼ ἐμμένοντα τῇ ψυχῇ συνέχειν τὰς κρίσεις καὶ φυλάσσειν.
因为我认为,我们不应该像对待喷嚏草那样,在理性治愈了疾病之后,便让它与病症一同排出体外;相反,理性应当留在灵魂之中,维系并守护我们的判断。
φαρμάκοις γὰρ οὐκ ἔοικεν ἀλλὰ σιτίοις ὑγιεινοῖς ἡ δύναμις αὐτοῦ, μεθʼ ὑγιείας ἕξιν ἐμποιοῦσα χρηστὴν οἷς ἂν γένηται συνήθης· αἱ δὲ πρὸς ἀκμάζοντα τὰ πάθη καὶ οἰδοῦντα παραινέσεις καὶ νουθεσίαι σχολῇ μὲν ἀνύτουσι καὶ μόλις, οὐδὲν δὲ τῶν ὀσφραντῶν διαφέρουσιν, ἃ τοὺς ἐπιληπτικοὺς ἐγείροντα καταπίπτοντας οὐκ ἀπαλλάττει τοῦ νοσήματος.
因为它的力量不像药物,倒像健康的食物,在那些习惯于它的人身上,它能随着健康一同带来良好的体质;而对于正在发作、红肿的激情所作的劝告和告诫,不仅奏效缓慢且十分勉强,而且与那些嗅剂毫无区别——这些嗅剂虽能唤醒倒地的癫痫患者,却不能使他们免于这种顽疾。
ὅμως δὲ τὰ μὲν ἄλλα καὶ παρʼ ὃν ἀκμάζει καιρὸν ἁμωσγέπως ὑπείκει καὶ παρίησι βοηθοῦντα λόγον ἔξωθεν εἰς τὴν ψυχήν, ὁ δὲ θυμὸς οὐχ ᾗ φησιν ὁ Μελάνθιος
"τὰ δεινὰ πράσσει τὰς φρένας μετοικίσας,"
ἀλλʼ ἐξοικίσας τελείως καὶ ἀποκλείσας, ὥσπερ οἱ συνεμπιπράντες ἑαυτοὺς ταῖς οἰκίαις, πάντα ταραχῆς καὶ καπνοῦ καὶ ψόφου μεστὰ ποιεῖ τὰ ἐντός, ὥστε μήτʼ ἰδεῖν μήτʼ ἀκοῦσαι τῶν ὠφελούντων.
然而,其他激情即使在最猛烈的时候,也总会以某种方式屈服,并容许外部的救援道理进入灵魂,而愤怒则不然,它并不像梅兰修斯所说的 “搬迁了理智,干出可怕的事”,而是彻底驱逐并锁闭了理智,就像那些把自己和房屋一同烧毁的人一样,让内部塞满了混乱、烟雾和喧嚣,以致既看不见也听不进任何有益的东西。
διὸ καὶ μᾶλλον ἐν χειμῶνι καὶ πελάγει ναῦς ἔρημος ἀναλήψεται κυβερνήτην ἔξωθεν ἢ προσδέξεται λόγον ἀλλότριον ἄνθρωπος ἐν θυμῷ καὶ ὀργῇ σαλεύων, ἂν μὴ παρεσκευασμένον ἔχῃ τὸν οἰκεῖον λογισμόν.
因此,比起一个在怒火和暴躁中动荡不安的人接受外来的规劝(除非他预先准备好了自己的理性),一艘在暴风雨和公海中失去控制的船反倒更容易从外部接纳一位舵手。
ἀλλʼ ὥσπερ οἱ πολιορκίαν προσδεχόμενοι συνάγουσι, καὶ παρατίθενται τἀπιτήδεια τὰς ἔξωθεν ἐλπίδας ἀπεγνωκότες, οὕτω μάλιστα δεῖ τὰ πρὸς τὸν θυμὸν βοηθήματα πόρρωθεν λαμβάνοντας ἐκ φιλοσοφίας κατακομίζειν εἰς τὴν ψυχήν, ὡς, ὅταν ὁ τῆς χρείας ἀφίκηται καιρός, μὴ ῥᾳδίως παρεισάγειν δυνησομένους· οὐδὲ γὰρ ἀκούει τῶν ἐκτὸς ἡ ψυχὴ διὰ τὸν θόρυβον, ἐὰν μὴ καθάπερ κελευστὴν ἔνδοθεν ἔχῃ τὸν αὑτῆς λόγον ὀξέως δεχόμενον καὶ συνιέντα τῶν παραγγελλομένων ἕκαστον· ἀκούσασα δὲ τῶν μὲν ἠρέμα καὶ πράως λεγομένων καταφρονεῖ, πρὸς δὲ τοὺς ἐνισταμένους τραχύτερον ἐρεθίζεται.
相反,正像那些预料到会被围城的人因断绝了外援的希望而收集并储备生活必需品一样,我们最需要从哲学中远远地获取应对愤怒的援助,并将其运进灵魂深处,因为当需要它的时候到来时,人们将无法轻易地将其引进;因为由于内部的喧嚣,灵魂根本听不见外面的声音,除非它内部有自己的理性就像一个号令员,能敏锐地接受并理解传达进来的每一道指令;即便听到了,对于温和轻声说出的话它会不屑一顾,而对于那些试图制止它的人,它则会更加粗暴地被激怒。
καὶ γὰρ ὑπερήφανος καὶ αὐθάδης καὶ ὅλως ὑφʼ ἑτέρου ὁ θυμὸς δυσκίνητος ὢν, ὥσπερ ὀχυρὰ τυραννὶς ἐξ ἑαυτῆς ἔχειν ὀφείλει σύνοικον καὶ συγγενὲς τὸ καταλῦον.
因为愤怒本身既高傲又任性,完全难以被外人改变,就像一个巩固的僭主政权一样,必须在自己内部拥有与之同居、同血缘的颠覆力量。
§3ΦΟΥΝΔ.ἡ μὲν οὖν συνέχεια τῆς ὀργῆς καὶ τὸ προσκρούειν πολλάκις ἕξιν ἐμποιεῖ πονηρὰν τῇ ψυχῇ, ἣν ὀργιλότητα καλοῦσιν, εἰς ἀκραχολίαν καὶ πικρίαν καὶ δυσκολίαν τελευτῶσαν, ὅταν ἑλκώδης καὶ μικρόλυπος ὁ θυμὸς γένηται καὶ φιλαίτιος ὑπὸ τῶν τυχόντων ὡς σίδηρος ἀσθενὴς καὶ λεπτὸς ἀναχαρασσόμενος· ἡ δὲ παραχρῆμα ταῖς ὀργαῖς ἐνισταμένη καὶ πιέζουσα κρίσις οὐ τὸ παρὸν ἰᾶται μόνον, ἀλλὰ καὶ πρὸς τὸ λοιπὸν εὔτονον ποιεῖ καὶ δυσπαθῆ τὴν ψυχήν.
芬达努斯:因此,持续的愤怒和频繁的触怒会给灵魂带来一种恶劣的习惯,人们称之为易怒,并最终导致暴戾、刻薄和孤僻,此时脾气变得像生了溃疡一般脆弱易受伤害,因琐事而痛苦,并爱挑剔,哪怕遇到极偶然的事,也会像软弱单薄的铁器一样被划出伤痕;相反,在怒火升腾时立即予以抵制和压制的判断,不仅能医治眼前的症状,还能使灵魂在今后变得强韧且不易动感情。
ἐμοὶ γοῦν συνέβη δὶς ἢ τρὶς ἐνστάντι πρὸς ὀργὴν τὸ τῶν Θηβαίων παθεῖν, οἳ τὸ πρῶτον ὠσάμενοι Λακεδαιμονίους ἀηττήτους εἶναι δοκοῦντας, οὐδεμίαν ὕστερον ἡττήθησαν ὑπʼ αὐτῶν μάχην· φρόνημα γὰρ ἔσχον ὡς κρατεῖν ἔστι τῷ λογισμῷ.
无论如何,我通过两三次抵制愤怒,体验到了底比斯人的经历:他们首次击退了被认为不可战胜的拉刻代蒙人,之后便在任何一场战斗中都没有再输给过他们;因为他们获得了信心,确信通过理性是可以战胜对方的。
ἑώρων δʼ οὐ μόνον ψυχροῦ κατασκεδαννυμένου λήγουσαν ὀργὴν ὡς Ἀριστοτέλης ἱστόρησεν, ἀλλὰ καὶ φόβου προσαχθέντος ἀποσβεννυμένην καὶ νὴ Δία χαρᾶς ἐπιγενομένης ἄφνω καθʼ Ὅμηρον
ἰάνθη
καὶ διεχύθη πολλοῖς ὁ θυμός.
而且我看到,愤怒不仅像亚里士多德所记载的那样,在泼洒冷水时会平息,还会因恐惧的引入而熄灭,甚至(指神起誓)在突然产生喜悦时,正如荷马所说,许多人的怒气也会“回暖”并消散。
ὥστε μοι παρίστατο μὴ παντελῶς ἀβοήθητον εἶναι τοῖς γε βουλομένοις τὸ πάθος.
因此,我意识到对于那些愿意克制的人来说,这种激情决非完全无可救药。
οὐδὲ γὰρ ἀρχὰς ἔχει μεγάλας ἀεὶ καὶ ἰσχυράς, ἀλλὰ καὶ σκῶμμα καὶ παιδιὰ καὶ τὸ γελάσαι τινὰ καὶ τὸ διανεῦσαι καὶ πολλὰ τοιαῦτα πολλοὺς εἰς ὀργὴν καθίστησιν, ὥσπερ ἡ Ἑλένη τὴν ἀδελφιδῆν προσαγορεύσασα
"παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου"
παρώξυνεν εἰπεῖν
"ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦσʼ αἰσχρῶς δόμους· "
καὶ τὸν Ἀλέξανδρον ὁ Καλλισθένης εἰπὼν, τῆς μεγάλης κύλικος περιφερομένης,
οὐ βούλομαι πιὼν Ἀλεξάνδρου Ἀσκληπιοῦ δεῖσθαι.
因为它并不总是具有重大而强烈的起因,反倒是一句嘲讽、一次玩笑、某个人的嗤笑、一个眼神,以及许多诸如此类的事情,就会让许多人陷入愤怒之中。 就像海伦对她的侄女打招呼说: “久当处子之身的埃勒克特拉啊”,从而激怒了后者,使她回敬道: “你倒是明白得晚,当年却可耻地抛弃了家园”;又如,在大酒杯循环传送时,卡利斯提尼说道: “我可不想在饮酒之后,因为亚历山大而去求助阿斯克勒庇俄斯”,从而激怒了亚历山大。