Humanitext Reader

普鲁塔克 · 论控制愤怒 §4-5

平息怒火于萌芽之时与以沉默自制

第 3 段,共 12 段 · 希腊语

内容简介

说明愤怒在萌芽时期最容易通过沉默和忽视来平息,强调在愤怒升级前克制言行的重要性,并指出了愤怒这种激情所具有的荒谬而又可怕的冲动。

§4ΦΟΥΝΔ.καθάπερ οὖν τὴν φλόγα θριξὶ λαγῴαις ἀναπτομένην καὶ θρυαλλίσι καὶ συρφετῷ ῥᾴδιόν ἐστιν ἐπισχεῖν· ἐὰν δʼ ἐπιλάβηται τῶν στερεῶν καὶ βάθος ἐχόντων, ταχὺ διέφθειρε καὶ συνεῖλεν ὑψηλὸν ἡβάσασα τεκτόνων πόνον ὥς φησιν Αἰσχύλος· οὕτως ὁ τῷ θυμῷ προσέχων ἐν ἀρχῇ καὶ κατὰ μικρὸν ἔκ τινος λαλιᾶς καὶ βωμολοχίας συρφετώδους ὁρῶν καπνίζοντα καὶ διακαόμενον οὐ μεγάλης δεῖται πραγματείας, ἀλλὰ πολλάκις αὐτῷ τῷ σιωπῆσαι καὶ καταμελῆσαι κατέπαυσε.
芬达努斯:因此,正像极易制止由兔毛、灯芯和垃圾引燃的火焰一样;但如果火势蔓延到坚固且有厚度的地方,它就会迅速毁灭并席卷一切,正如埃斯库罗斯所说, “它蓬勃升腾,毁掉了工匠们辛勤的杰作”;同样,在开始时就关注怒气,并看到它因某些闲言碎语和庸俗的恶作剧而渐渐冒烟和燃烧起来的人,并不需要费太大的周折,而往往仅凭保持沉默和不予理睬,就能将其平息。
καὶ γὰρ τὸ πῦρ ὁ μὴ παρασχὼν ὕλην ἔσβεσε, καὶ ὀργὴν ὁ μὴ θρέψας ἐν ἀρχῇ καὶ μὴ φυσήσας ἑαυτὸν ἐφυλάξατο καὶ καθεῖλεν.
因为,不提供燃料的人熄灭了火,同样,在开始时不滋养怒气也不对其吹风的人,就能保护自己并打消怒气。
οὐκ ἤρεσκεν οὖν μοι, καίπερ ἄλλα χρήσιμα λέγων καὶ παραινῶν ὁ Ἱερώνυμος, ἐν οἷς οὔ φησι γιγνομένης ἀλλὰ γεγενημένης καὶ οὔσης αἴσθησιν ὀργῆς εἶναι διὰ τὸ τάχος.
因此,希罗尼穆斯虽然在其他方面说了一些有益的话并给出了劝告,但他声称由于愤怒的迅速,人们在它正在形成时无法察觉,而只有在它已经形成并存在时才能觉察,这一点却不能让我赞同。
οὐθὲν γὰρ οὕτω τῶν παθῶν συλλεγόμενον καὶ διακινούμενον ἔχει τὴν γένεσιν ἐμφανῆ καὶ τὴν αὔξησιν· ὡς δὴ καὶ Ὅμηρος ἐμπείρως διδάσκει, λυπηθέντα μὲν εὐθὺς ἐξαίφνης ποιῶν τὸν Ἀχιλλέα τοῦ λόγου προσπεσόντος, ἐν οἷς λέγει "ὣς φάτο· τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα· " θυμούμενον δὲ βραδέως τῷ Ἀγαμέμνονι καὶ διὰ λόγων πολλῶν ἐκκαόμενον· οὓς εἴ τις ὑφεῖλεν αὐτῶν ἐν ἀρχῇ καὶ διεκώλυσεν, οὐκ ἂν ἔσχεν αὔξησιν ἡ διαφορὰ τηλικαύτην καὶ μέγεθος.
因为在诸般激情中,没有任何一种在聚集和活动时,其产生和增长会如此显而易见;正如荷马也凭经验教导我们的那样,当听到那番话时,他让阿喀琉斯立刻且突然陷入悲伤,他写道: “他这样说;黑色的痛苦之云便遮蔽了他”;但他让阿喀琉斯对阿伽门农的愤怒则是缓慢升起,并在许多言语交锋中被点燃;如果在开始时有人能将这些言语从他们中间撤除并加以阻止,他们的不和就不会达到如此巨大的增长和规模。
ὅθεν ὁ Σωκράτης ὁσάκις αἴσθοιτο κινουμένου τραχύτερον αὑτοῦ πρός τινα τῶν φίλων, "πρὸ χείματος ὥστʼ ἀνὰ ποντίαν ἄκραν στελλόμενος" ἐνεδίδου τε τῇ φωνῇ καὶ διεμειδία τῷ προσώπῳ καὶ τὸ βλέμμα πραότερον παρεῖχε, τῷ ῥέπειν ἐπὶ θάτερα καὶ πρὸς τοὐναντίον ἀντικινεῖσθαι τῷ πάθει διαφυλάττων ἑαυτὸν ἀπτῶτα καὶ ἀήττητον.
因此,每当苏格拉底觉察到自己对某位朋友的举止变得有些粗暴时, “就像在暴风雨来临前,在海角的上空收起风帆一样”,他就会放低声音,面带微笑,并展露出更为温和的目光,通过向另一侧倾斜并使自己向着激情的相反方向运动,来保持自己不致跌倒且不可战胜。
§5ΦΟΥΝΔ.ἔστι γάρ τις, ὦ ἑταῖρε, πρώτη καθάπερ τυράννου κατάλυσις τοῦ θυμοῦ, μὴ πείθεσθαι μηδʼ ὑπακούειν προστάττοντος αὐτοῦ μέγα βοᾶν καὶ δεινὸν βλέπειν καὶ κόπτειν ἑαυτόν, ἀλλʼ ἡσυχάζειν καὶ μὴ συνεπιτείνειν ὥσπερ νόσημα ῥιπτασμῷ καὶ διαβοήσει τὸ πάθος.
芬达努斯:因为,我的朋友,打倒愤怒就像打倒僭主一样,有第一步:当它命令我们大声喧哗、面目可憎、捶打自己时,绝不顺从也不听从,而是保持安静,不让这种激情因辗转反侧和大声叫嚷而像疾病一样加剧。
αἱ μὲν γὰρ ἐρωτικαὶ πράξεις, οἷον ἐπικωμάσαι καὶ ᾆσαι καὶ στεφανῶσαι θύραν, ἔχουσιν ἁμωσγέπως κουφισμὸν οὐκ ἄχαριν οὐδʼ ἄμουσον " ἐλθὼν δʼ οὐκ ἐβόησα τίς ἢ τίνος, ἀλλʼ ἐφίλησα τὴν φλιήν.
因为,恋爱的行为,例如彻夜狂欢、歌唱以及用花环装饰门户,怎么说也带有一种并非没有魅力、并非不文雅的慰藉: “我走过去,没有叫喊我是谁,是谁的儿子,而是吻了门框。
εἰ τοῦτʼ ἔστʼ ἀδίκημʼ, ἀδικῶ.
如果这是罪过,那我便认罪。
" αἵ τε τοῖς πενθοῦσιν ἐφέσεις τοῦ ἀποκλαῦσαι καὶ ἀποδύρασθαι πολύ τι τῆς λύπης ἅμα τῷ δακρύῳ συνεξάγουσιν· ὁ δὲ θυμὸς ἐκριπίζεται μᾶλλον οἷς πράττουσι καὶ λέγουσιν οἱ ἐν αὐτῷ καθεστῶτες.
” 同时,允许哀悼者痛哭和悲叹,能将极多的悲伤与泪水一同带走;然而,愤怒反而会因处于其中的人们所做所说的事情而进一步被煽大。
ἀτρεμεῖν οὖν κράτιστον ἢ φεύγειν καὶ ἀποκρύπτειν. καὶ καθορμίζειν ἑαυτὸν εἰς ἡσυχίαν, ὥσπερ ἐπιληψίας ἀρχομένης συναισθανομένους, ἵνα μὴ πέσωμεν μᾶλλον δʼ ἐπιπέσωμεν· ἐπιπίπτομεν δέ γε τοῖς φίλοις μάλιστά τε καὶ πλειστάκις.
因此,保持平静是最好的,或者是逃离并躲藏起来,在感觉到癫痫即将发作时,将自己停泊于静谧之中,以免我们倒下,或者更确切地说,以免我们袭击他人;而我们实际上最常且最多是向朋友发泄的。
οὐ γὰρ πάντων ἐρῶμεν οὐδὲ πᾶσι φθονοῦμεν οὐδὲ πάντας φοβούμεθα, θυμῷ δʼ ἄθικτον οὐδὲν οὐδʼ ἀνεπιχείρητον ἀλλʼ ὀργιζόμεθα καὶ πολεμίοις καὶ φίλοις καὶ τέκνοις καὶ γονεῦσι καὶ θεοῖς νὴ Δία καὶ θηρίοις καὶ ἀψύχοις σκεύεσιν, ὡς ὁ Θάμυρις " ῥηγνὺς χρυσόδετον κέρας, ῥηγνὺς ἁρμονίαν χορδοτόνου λύρας· " καὶ ὁ Πάνδαρος αὑτῷ καταρώμενος, εἰ μὴ τὰ τόξα καταπρήσειε χερσὶ διακλάσσας.
因为我们并不爱所有人,也不嫉妒所有人,也不害怕所有人,但对愤怒而言,没有任何事物是不可触碰或不受攻击的,我们既对敌人发怒,也对朋友、对孩子、对父母,甚至(指神起誓)对神明、对野兽以及无生命的器皿发怒,就像压碎了黄金装饰的角弓,砸碎了张弦之琴的和谐;又如潘达罗斯对自己施加诅咒,如果他不将自己的弓箭用双手折断并烧毁。
ὁ δὲ Ξέρξης καὶ τῇ θαλάττῃ στίγματα καὶ πληγὰς ἐνέβαλλε καὶ πρὸς τὸ ὄρος ἐξέπεμπεν ἐπιστολὰς Ἄθω δαιμόνιε οὐρανόμηκες, μὴ ποιεῖν ἐν ἐμοῖς ἔργοις λίθους μεγάλους καὶ δυσκατεργάστους·
而薛西斯甚至还对大海施加烙印和鞭笞,并向大山(阿索斯山)送去信件: “神圣、高耸入天的阿索斯啊,在我的工程中不要制造巨大且难以开采的石头;否则,我将把你砍碎,扔进大海里。
εἰ δὲ μὴ, τεμὼν ῥίψω σʼ εἰς θάλασσαν πολλὰ γάρ ἐστι τοῦ θυμοῦ φοβερά, πολλὰ δὲ καὶ γελοῖα· διὸ καὶ μισεῖται καὶ καταφρονεῖται μάλιστα τῶν παθῶν.
” 因为在愤怒中,有许多令人恐惧的事情,也有许多滑稽可笑的事情;因此,在所有的激情中,它最受痛恨,也最被蔑视。
ἀμφότερα δʼ ἐσκέφθαι χρήσιμον.
而将这两者都加以考虑是有益的。

词汇与语法注释

  1. 454eὑψηλὸν ἡβάσασα — 中性单数形容词 `ὑψηλὸν` 用作副词,意为“高高地”。第一不定过去时主动分词阴性单数主格 `ἡβάσασα`(“正值壮年”、“势头正旺”)修饰悲剧残篇原境中的“火焰”(`φλόξ`),并以工匠们的杰作(`πόνον`)作为其直接宾语。
  2. 454fοὔ φησι γιγνομένης ἀλλὰ γεγενημένης — `οὔ φησι` 支配间接引语,其中 `αἴσθησιν`(觉察)作为不定式 `εἶναι` 的宾格主语,意为“他否认存在……”。属格分词 `γιγνομένης`(现在分词)和 `γεγενημένης καὶ οὔσης`(完成时与现在分词)修饰省略的属格名词 `ὀργῆς`(愤怒),表示觉察的对象或愤怒发生时的临时环境。
  3. 455aποιῶν — 现在分词 `ποιῶν` 在此处具有“描绘”、“表现”(诗人刻画人物)的意思,并以阿喀琉斯(`τὸν Ἀχιλλέα`)作为其直接宾语。与此相对,分词 `λυπηθέντα`(作为悲伤的人)以及随后的 `θυμούμενον ... καὶ ἐκκαόμενον`(作为发怒和燃烧的人)作为宾格补足语并列。
  4. 455bτῷ ῥέπειν ... ἀντικινεῖσθαι — 带冠词的不定式 `τῷ ῥέπειν ... καὶ ... ἀντικινεῖσθαι` 为表示手段的与格。副词短语 `πρὸς τοὐναντίον`(朝向相反方向)修饰 `ἀντικινεῖσθαι`(相反运动),后者进一步支配与格 `τῷ πάθει`(针对激情)。
  5. 455cμὴ πείθεσθαι — 不定式 `μὴ πείθεσθαι μηδʼ ὑπακούειν` 以及 `ἀλλʼ ἡσυχάζειν καὶ μὴ συνεπιτείνειν` 用作同位语(或解释性)不定式短语,用以阐明名词 `κατάλυσις`(打倒)的内容。独立属格 `προστάττοντος αὐτοῦ` 意为“当它(愤怒,`θυμός`)命令时”,其后的大声喧哗等不定式 `μέγα βοᾶν...` 则作为该命令的具体内容受其支配。
  6. 455eμὴ ποιεῖν — 在书信语境中,不定式 `ποιεῖν`(由否定词 `μὴ` 修饰)代替命令式使用(即命令性不定式)。这是古希腊语中在传达命令或法令时十分普遍的表达习惯。

引用这一段

普鲁塔克, 论控制愤怒 §4-5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg095.humanitext-grc2:4-5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。