Humanitext Reader

普鲁塔克 · 论控制愤怒 §1

芬达诺斯克制愤怒与希拉斯的询问

第 1 段,共 12 段 · 希腊语

内容简介

希拉斯赞扬芬达诺斯将暴躁的脾气转化为温和理性的性格,并敦促他分享自我克制的方法,芬达诺斯则谦虚地予以回应。

§1ΣΥΛΛΑΣ. καλῶς μοι δοκοῦσιν, ὦ Φουνδάνε, ποιεῖν οἱ ζωγράφοι διὰ χρόνου τὰ ἔργα πρὶν ἢ συντελεῖν ἐπισκοποῦντες· ὅτι τὴν ὄψιν αὐτῶν ἀφιστάντες τῇ πολλάκις κρίσει ποιοῦσι καινὴν καὶ μᾶλλον ἁπτομένην τῆς παρὰ μικρὸν διαφορᾶς, ἣν ἀποκρύπτει τὸ συνεχὲς καὶ τὸ σύνηθες.
希拉斯:芬达努斯啊,在我看来,画家们在完成作品之前,隔一段时间就去审视它们,这是很聪明的做法;因为通过将视线移开,他们能以多次的评判使目光保持新鲜,从而更容易捕捉到由于连续和习惯而被掩盖的细微差别。
ἐπεὶ τοίνυν οὐκ ἔστιν αὐτὸν αὑτῷ διὰ χρόνου προσελθεῖν χωρὶς γενόμενον καὶ διαστήσαντα τῆς συνεχείας τὴν αἴσθησιν, ἀλλὰ τοῦτʼ ἐστὶ τὸ μάλιστα ποιοῦν ἕκαστον αὑτοῦ φαυλότερον κριτὴν ἢ ἑτέρων· δεύτερον ἂν εἴη τὸ τοὺς φίλους ἐφορᾶν διὰ χρόνου καὶ παρέχειν ὁμοίως ἐκείνοις ἑαυτόν, οὐκ εἰ γέρων γέγονε ταχὺ καὶ τὸ σῶμα βέλτιον ἢ χεῖρον ἔσχηκεν, ἀλλὰ καὶ τὸν τρόπον καὶ τὸ ἦθος ἐπισκοπεῖν, εἴ τι χρηστὸν ὁ χρόνος προστέθεικεν ἢ τῶν φαύλων ἀφῄρηκεν.
既然人不可能在离开自己、将感知从那种连续性中隔开之后,再隔一段时间重新审视自己——然而,这正是最容易使每个人成为自己而非他人的拙劣裁判的原因——那么,退而求其次的办法就是隔一段时间观察朋友,同时也把自已展现给他们,不仅要审视自己是否迅速变老、身体变好还是变坏,更要检查自己的行事和性格,看看时间是否增添了什么美德,或者去除了什么恶习。
ἐγὼ γοῦν ἐνιαυτῷ μὲν ἀφιγμένος εἰς Ῥώμην δευτέρῳ, συνὼν δέ σοι μῆνα τουτονὶ πέμπτον, τὸ μὲν ἐξ ὑπαρχόντων διʼ εὐφυΐαν ἀγαθῶν ἐπίδοσιν γεγονέναι τοσαύτην καὶ αὔξησιν οὐ πάνυ θαυμαστὸν ἡγοῦμαι·
无论如何,我这是第二年回到罗马,与你相处已经是第五个月了。
τὸ δὲ σφοδρὸν ἐκεῖνο καὶ διάπυρον πρὸς ὀργὴν ὁρῶντί μοι πρᾶον οὕτω καὶ χειρόηθες τῷ λογισμῷ γεγενημένον ἐπέρχεται πρὸς τὸν θυμὸν εἰπεῖν "ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος" αὓτη δʼ ἡ μαλακότης οὐκ ἀργίαν οὐδʼ ἔκλυσιν, ἀλλʼ ὥσπερ ἡ κατειργασμένη γῆ λειότητα καὶ βάθος ἐνεργὸν ἐπὶ τὰς πράξεις ἔσχηκεν ἀντὶ τῆς φορᾶς ἐκείνης καὶ τῆς ὀξύτητος.
你因天资优异而在既有基础上取得如此巨大的进步和成长,我并不感到十分惊奇;但看到你昔日对愤怒那般猛烈和炽热的脾气,如今在理性面前变得如此温和与驯服,我便不禁想对你的怒气说: “呀,天哪,果真是温和得多了! ” 但这种温和并非懒惰或松懈,而是像耕耘过的土地一样,获得了行动上的平滑与深沉的活力,取代了曾经的冲动与急躁。
διὸ καὶ δῆλόν ἐστιν οὐ παρακμῇ τινι διʼ ἡλικίαν τὸ θυμοειδὲς οὐδʼ αὐτομάτως ἀπομαραινόμενον, ἀλλʼ ὑπὸ λόγων τινῶν χρηστῶν θεραπευόμενον.
因此,显而易见,你的血气并不是因为年龄的衰退而自然枯萎,而是受到某些有益教诲的医治。
καίτοι ʽ τὸ γὰρ ἀληθὲς εἰρήσεται πρὸς σἔ ταῦθʼ ἡμῖν Ἔρως ὁ ἑταῖρος ἀπαγγέλλων ὕποπτος ἦν τὰ μὴ προσόντα πρέποντα δὲ προσεῖναι τοῖς καλοῖς κἀγαθοῖς διʼ εὔνοιαν ἐπιμαρτυρεῖν· καίπερ, ὡς οἶσθα, οὐδαμῇ πιθανὸς ὢν τῷ πρὸς χάριν ὑφίεσθαι τοῦ δοκοῦντος.
尽管——因为要对你说实话——当我们的同伴埃罗斯向我们报告这件事时,他曾被怀疑是出于好意而作证,把那些高尚之人应当具备但实际上并不具备的品质强加于你;虽然如你所知,他绝不是一个为了讨好别人而放弃原则的人。
ἀλλὰ νῦν ἐκεῖνός τε τῶν ψευδομαρτυριῶν ἀφεῖται, καὶ σύ, τῆς ὁδοιπορίας σχολὴν διδούσης, δίελθʼ ἡμῖν ὥσπερ ἰατρείαν τινὰ σεαυτοῦ, χρησάμενος οὕτως εὐήνιον καὶ ἁπλοῦν καὶ τῷ λόγῳ πρᾶον καὶ ὑπήκοον ἐποιήσω τὸν θυμόν.
但现在,他已被免除了伪证的嫌疑,而你,既然这段旅程给了我们闲暇,就请向我们细说你自己的“疗法”吧,你是如何把自己的怒气变得如此温顺、单纯、对理性温和且顺从的。
ΦΟΥΝΔΑΝΟΣ. εἶτʼ οὐ σκοπεῖς, ὦ προθυμότατε Σύλλα, μὴ καὶ αὐτὸς εὐνοίᾳ καὶ φιλίᾳ τῇ πρὸς ἡμᾶς παρορᾷς τι τῶν ἡμετέρων;
芬达努斯:那么,最热心的希拉斯啊,难道你没有考虑到,你自已也可能因为对我们的好意和友谊,而对我们的情况有所美化吗?
ἔρωτι μὲν γὰρ οὐδʼ αὐτῷ πολλάκις ἔχοντι κατὰ χώραν ἐν τῇ Ὁμηρικῇ πείσῃ μένοντα τὸν θυμόν, ἀλλὰ τραχύτερον ὑπὸ μισοπονηρίας, εἰκός ἐστι πραοτέρους ἡμᾶς φανῆναι, καθάπερ ἐν διαγραμμάτων μεταβολαῖς νῆταί τινες πρὸς ἑτέρας νήτας τάξιν ὑπάτων λαμβάνουσιν.
因为对于埃罗斯而言,他自已的怒气也并不常保持在荷马式的克制中,反倒因嫉恶如仇而显得有些粗暴,因此在相比之下,我们显得更加温和也是自然的,就像在音阶转换中,某些高音(nete)相对于其他高音而言,占据了低音(hypate)的位置一样。
ΣΥΛΛ. οὐδέτερα τούτων, ἔστιν, ὦ Φουνδάνε·
希拉斯:芬达努斯啊,这两者都不是。
ποίει δʼ ὡς λέγω, χαριζόμενος ἡμῖν.
就请照我说的做,满足我们的愿望吧。

词汇与语法注释

  1. 452fπρὶν ἢ συντελεῖν — 带有连接词 ἤ 的 πρίν 支配不定式(συντελεῖν),表示时间上的先后关系(“在完成……之前”)。
  2. 453aαὐτὸν αὑτῷ — αὐτόν 是无人称句 οὐκ ἔστιν 下不定式 προσελθεῖν 的主格对格,αὑτῷ 则是受表示接近的复合动词支配的与格(向其自身)。
  3. 453cτὸ γὰρ ἀληθὲς εἰρήσεται πρὸς σέ — 直陈式将来时被动语态 εἰρήσεται(“真理将被说出”)在此用作一种插入式套话,以强调坦率与真实。
  4. 453cμὴ καὶ αὐτὸς ... παρορᾷς — 在由 σκοπέω μή 引导的从句中,使用直陈式现在时(παρορᾷς)而非虚拟式,表示对当前既成事实的担忧(“你是否实际上已经忽略了”)。

引用这一段

普鲁塔克, 论控制愤怒 §1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg095.humanitext-grc2:1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。