Humanitext Reader

普鲁塔克 · 论控制愤怒 §11

对奴隶愤怒的克制与延迟惩罚的必要

第 8 段,共 12 段 · 希腊语

内容简介

芬达努斯论述了以奴隶为对象训练控制愤怒的有效性,并结合福基翁的名言和伊特鲁里亚的先例,论证了避免因愤怒而仓促惩罚、在理性主导的时间内冷静决定惩罚的重要性。

§11ΦΟΥΝΔ.πάντων δὲ τῶν παθῶν ἐθισμοῦ δεομένων, οἷον δαμάζοντος καὶ καταθλοῦντος ἀσκήσει τὸ ἄλογον καὶ δυσπειθές, οὐ πρὸς ἄλλο μᾶλλον ἔστιν ἐγγυμνάσασθαι τοῖς οἰκέταις ἢ πρὸς τὸν θυμόν.
芬达努斯:既然所有的情念都需要习惯的培养,以便通过训练来驯服和征服那无理性和不听话的部分,那么,为了克制愤怒,最好的训练对象莫过于对我们身边的奴隶了。
οὔτε γὰρ φθόνος οὔτε φόβος οὔτε φιλοτιμία τις ἐγγίγνεται πρὸς αὐτούς· ὀργαὶ δὲ συνεχεῖς πολλὰ ποιοῦσαι προσκρούματα καὶ σφάλματα διὰ τὴν ἐξουσίαν ὥσπερ ἐν ὀλισθηρῷ χωρίῳ, μηδενὸς ἐνισταμένου μηδὲ κωλύοντος, ὑποφέρουσιν.
因为对他们既不会产生嫉妒,也不会产生恐惧,更不会产生什么虚荣心;然而,由于我们的支配权力,频繁的动怒会导致许多冲突和过失,就像在没有阻碍或阻拦的湿滑地面上一样,将我们拖入深渊。
οὐ γὰρ ἔστιν ἀναμάρτητον ἐν πάθει τὸ ἀνυπεύθυνον κατασχεῖν, μὴ πολλῇ τὴν ἐξουσίαν ἐμπεριλαβόντα πραότητι μηδὲ πολλὰς ὑπομείναντα φωνὰς γυναικὸς καὶ φίλων ἐγκαλούντων ἀτονίαν καὶ ῥᾳθυμίαν.
因为在拥有不受追究的权力时,若不将权力寓于极大的温和之中,也不忍受妻子和朋友指责自己软弱和怠慢的众多言语,要在情念中保持无过失是不可能的。
οἷς μάλιστα παρωξυνόμην καὶ αὐτὸς ἐπὶ τοὺς οἰκέτας ὡς τῷ μὴ κολάζεσθαι διαφθειρομένους.
正是这些言语,曾使我自己对奴隶们大为恼火,认为他们是因为没有受到惩罚而变坏的。
ὀψὲ μέντοι συνεῖδον, ὅτι πρῶτον μὲν ἐκείνους ἀνεξικακίᾳ χείρονας ποιεῖν βέλτιόν ἐστιν ἢ πικρίᾳ καὶ θυμῷ διαστρέφειν ἑαυτὸν εἰς ἑτέρων ἐπανόρθωσιν ἔπειτα πολλοὺς ὁρῶν αὐτῷ τῷ μὴ κολάζεσθαι πολλάκις αἰδουμένους κακοὺς εἶναι καὶ μεταβολῆς ἀρχὴν τὴν συγγνώμην μᾶλλον ἢ τὴν τιμωρίαν λαμβάνοντας, καὶ νὴ Δία δουλεύοντας ἑτέροις ἀπὸ νεύματος καὶ σιωπῇ καὶ προθυμότερον ἢ μετὰ πληγῶν καὶ στιγμάτων ἑτέροις, ἐπειθόμην ἡγεμονικώτερον εἶναι τοῦ θυμοῦ τὸν λογισμόν.
然而,我迟早意识到了:第一,通过宽容让他们变坏,也比为了纠正他人而用痛苦和愤怒扭曲自己要好;第二,我看到许多人恰恰因为没有受到惩罚而常常为自己的恶行感到羞愧,并且把宽恕而不是惩罚当作改变的起点;而且,天哪! 有些人伺候别人,只需一个眼神,在沉默中就能比那些在鞭笞和烙印下伺候别人的人更加热心。 因此,我开始确信,理性比愤怒更具有主导权。
οὐ γάρ, ὡς ὁ ποιητὴς εἶπεν "ἵνα γὰρ δέος, ἔνθα καὶ αἰδώς· " ἀλλὰ τοὐναντίον αἰδουμένοις ὁ σωφρονίζων ἐγγίγνεται φόβος.
因为,这并不像诗人所说的: “畏惧之处,亦有羞耻”;相反,只有在感到羞耻的人身上,才会产生使人自律的畏惧。
ἡ δὲ συνεχὴς πληγὴ καὶ ἀπαραίτητος οὐ μετάνοιαν ἐμποιεῖ τοῦ κακουργεῖν ἀλλὰ τοῦ λανθάνειν πρόνοιαν μᾶλλον.
而持续且不容求情的鞭打并不能让人对作恶产生悔改,反而更容易让人产生逃避发现的防备心。
τρίτον ἀεὶ μνημονεύων καὶ διανοούμενος πρὸς ἐμαυτόν, ὡς οὔθʼ ὁ τοξεύειν ἡμᾶς διδάξας ἐκώλυσε βάλλειν ἀλλὰ μὴ διαμαρτάνειν, οὔτε τῷ κολάζειν ἐμποδὼν ἔσται τὸ διδάσκειν εὐκαίρως τοῦτο ποιεῖν καὶ μετρίως καὶ ὠφελίμως καὶ πρεπόντως πειρῶμαι τὴν ὀργὴν ἀφαιρεῖν μάλιστα τῷ μὴ παραιρεῖσθαι τῶν κολαζομένων τὴν δικαιολογίαν ἀλλʼ ἀκούειν.
第三,我经常在心里记住并思考:正如教我们射箭的人并没有禁止我们射击,而是教我们不要脱靶一样;同样,教导我们(克制愤怒)也非阻碍惩罚,而是教我们在合适的时机,适度、有益且体面地进行惩罚。 我正努力消除我的愤怒,特别是通过不剥夺被惩罚者的申辩权而是倾听他们。
ὅ τε γὰρ χρόνος ἐμποιεῖ τῷ πάθει διατριβὴν καὶ μέλλησιν ἐκλύουσαν ἥ τε κρίσις εὑρίσκει καὶ τρόπον πρέποντα καὶ μέγεθος ἁρμόττον κολάσεως· ἔτι δʼ οὐχ ὑπολείπεται πρόφασις τῷ διδόντι δίκην ἀντιτείνειν πρὸς τὴν ἐπανόρθωσιν, ἂν μὴ κατʼ ὀργὴν ἀλλʼ ἐξελεγχθεὶς κολάζηται τὸ τʼ αἴσχιστον οὐ πρόσεστι, φαίνεσθαι δικαιότερα τοῦ δεσπότου λέγοντα τὸν οἰκέτην.
因为时间能给情念带来延迟和冲淡它的缓和,而判断力则能找到体面的方式和适度的惩罚分寸;此外,如果被惩罚者不是在愤怒中,而是在被证实过错后受到惩罚,他们就没有借口去抗拒纠正;而且最可耻的事情也不会发生——即奴隶看起来说得比主人更有道理。
ὥσπερ οὖν ὁ Φωκίων μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν οὐκ ἐῶν προεξανίστασθαι τοὺς Ἀθηναίους οὐδὲ ταχὺ πιστεύειν, εἰ σήμερον εἶπεν ἄνδρες Ἀθηναῖοι τέθνηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην τεθνηκώς οὕτως οἶμαι δεῖν ὑποβάλλειν ἑαυτῷ τὸν σπεύδοντα διʼ ὀργὴν ἐπὶ τὴν τιμωρίαν, εἰ σήμερον οὗτος ἠδίκηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην ἠδικηκώς· καὶ δεινὸν οὐδέν, εἰ δώσει δίκην βράδιον, ἀλλʼ εἰ ταχὺ παθὼν ἀεὶ φανεῖται μὴ ἀδικῶν· ὅπερ ἤδη συμβέβηκε πολλάκις.
因此,就像亚历山大死后,福基翁阻止雅典人过早起事或轻易相信,说道: “雅典人啊,如果他今天死了,明天、后天他也一样是死了,” 同样地,我认为在愤怒中急于惩罚的人应该对自己说: “如果这人今天犯了错,明天、后天他也一样是犯了错”;如果迟一些惩罚,并无大碍,但若因急于惩罚而事后发现他并未犯错,那才是可怕的——而这种情况已经发生过多次了。
τίς. γὰρ ἡμῶν οὕτω δεινός ἐστιν, ὥστε μαστιγοῦν καὶ κολάζειν δοῦλον, ὅτι πέμπτην ἢ δεκάτην ἡμέραν προσέκαυσε τοὖψον ἢ κατέβαλε τὴν τράπεζαν ἢ βράδιον ὑπήκουσε;
因为我们之中有谁会如此执拗,以至于在第五天或第十天,因为奴隶烤焦了菜肴、掀翻了桌子或回答迟缓而对其进行鞭笞和惩罚呢?
καὶ μὴν ταῦτʼ ἐστὶν ἐφʼ οἷς εὐθὺς γενομένοις καὶ προσφάτοις οὖσι ταραττόμεθα καὶ πικρῶς καὶ ἀπαραιτήτως ἔχομεν.
然而,正是这些事情在刚刚发生、记忆犹新的时候,我们会感到烦躁,并且表现得严厉而毫不留情。
ὡς γὰρ διʼ ὁμίχλης τὰ σώματα, καὶ διʼ ὀργῆς τὰ πράγματα μείζονα φαίνεται.
因为正如身体透过雾气显得更大,事情透过愤怒也显得更大。
διὸ δεῖ ταχὺ συμμνημονεύειν τῶν ὁμοίων, καὶ τοῦ πάθους ἔξωθεν ὄνταςἀνυπόπτως, ἂν καθαρῷ τῷ λογισμῷ καὶ καθεστῶτι φαίνηται μοχθηρόν, ἐπιστραφῆναι, καὶ μὴ προέσθαι τότε μηδʼ ἀφεῖναι τὴν κόλασιν ὥσπερ σιτίον ἀνορέκτους γεγονότας.
因此,我们必须迅速联想类似的例子,置身于情念之外,若在纯洁而平静的理性看来,那恶行确实是恶劣的,便毫无顾忌地着手处理,而不要像对食物失去胃口的人那样,在那个时候放弃或扔下惩罚。
οὐδὲν γὰρ οὕτως αἴτιόν ἐστι τοῦ παρούσης ὀργῆς κολάζειν, ὡς τὸ παυσαμένης μὴ κολάζειν ἀλλʼ ἐκλελύσθαι, καὶ ταὐτὸ πεπονθέναι τοῖς ἀργοῖς κωπηλάταις, οἳ γαλήνης ὁρμοῦσιν εἶτα κινδυνεύουσιν ἀνέμῳ πλέοντες.
因为没有什么比在愤怒止息时不予惩罚、松懈下来,更容易导致我们在愤怒存留时惩罚他们了。 这就会使我们陷入与懒惰的桨手相同的境地:他们在风平浪静时停泊,却在起风时冒险航行。
καὶ γὰρ ἡμεῖς τοῦ λογισμοῦ κατεγνωκότες ἀτονίαν καὶ μαλακίαν ἐν τῷ κολάζειν, σπεύδομεν παρόντι τῷ θυμῷ καθάπερ πνεύματι παραβόλως.
因为我们自己也谴责在惩罚时理性的弛缓和软弱,于是趁着愤怒如狂风般存在时,冒险加速前进。
τροφῇ μὲν γὰρ ὁ πεινῶν κατὰ φύσιν χρῆται τιμωρίᾳ δʼ ὁ μὴ πεινῶν μηδὲ διψῶν αὐτῆς, μηδʼ ὥσπερ ὄψου πρὸς τὸ κολάσαι τοῦ θυμοῦ δεόμενος, ἀλλʼ ὅταν πορρωτάτω τοῦ ὀρέγεσθαι γένηται προσάγων τὸν λογισμὸν ἀναγκαίως.
因为饥饿的人吃东西是合乎天性的,但对于惩罚,不饥不渴、且不需要将愤怒像调味品一样用作惩罚手段的人,才应该使用它。 而是当他最远离欲望的时候,必然地引入理性来执行惩罚。
οὐ γάρ, ὡς Ἀριστοτέλης ἱστορεῖ κατʼ αὐτὸν ἐν Τυρρηνίᾳ μαστιγοῦσθαι τοὺς οἰκέτας πρὸς αὐλόν, οὕτω πρὸς ἡδονὴν δεῖ καθάπερ ἀπολαύσματος ὀρέξει τῆς τιμωρίας ἐμφορεῖσθαι καὶ χαίρειν κολάζοντας εἶτα μετανοεῖν· ὧν τὸ μὲν θηριῶδες τὸ δὲ γυναικῶδες· ἀλλὰ καὶ λύπης καὶ ἡδονῆς χωρὶς ἐν τῷ τοῦ λογισμοῦ χρόνῳ τὴν δίκην κομίζεσθαι μὴ ὑπολείποντας τῷ θυμῷ πρόφασιν.
因为,正如亚里士多德记载在伊特鲁里亚奴隶是伴着笛声被鞭打的一样,我们不应该为了享乐,像满足享受的欲望那样去饱享惩罚的快感,在惩罚时感到高兴,随后又感到后悔;这其中,前者是野兽般的,后者是女人气的;相反,应该在排除痛苦和快乐的情况下,在理性的支配时间内执行惩罚,不给愤怒留下任何口实。

词汇与语法注释

  1. ¦20¦τοῖς οἰκέταις — 表示关系或手段的与格,修饰不及物动词 `ἐγγυμνάσασθαι`(进行练习),表示针对奴隶进行控制愤怒的实践。
  2. ¦459c¦ἐμπεριλαβόντα — 表示条件的现在分词。采用宾格形式是为了与不定式 `κατασχεῖν` 的逻辑主语(省略的泛指人称宾格)保持一致。
  3. ¦460b¦τοῦ παρούσης ὀργῆς κολάζειν — 带冠词不定式的属格形式,修饰形容词 `αἴτιον`(……的原因)。其中 `παρούσης ὀργῆς` 作为独立属格(“在愤怒尚存时”)发挥作用。

引用这一段

普鲁塔克, 论控制愤怒 §11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg095.humanitext-grc2:11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。