Humanitext Reader

プルタルコス · 怒りを抑えることについて §11

奴隷への怒りの制御と性急な処罰の回避

8 / 12 箇所 · ギリシア語

要旨

フンダヌスは、奴隷を対象とした怒りの制御の訓練の有効性を説き、怒りに任せた拙速な処罰を避け、理性が支配する時間の中で冷静に処罰を決定することの重要性を、フォキオンの言葉やエトルリアの例を交えて論じる。

§11ΦΟΥΝΔ.πάντων δὲ τῶν παθῶν ἐθισμοῦ δεομένων, οἷον δαμάζοντος καὶ καταθλοῦντος ἀσκήσει τὸ ἄλογον καὶ δυσπειθές, οὐ πρὸς ἄλλο μᾶλλον ἔστιν ἐγγυμνάσασθαι τοῖς οἰκέταις ἢ πρὸς τὸν θυμόν.
ΦΟΥΝΔ. あらゆる情念が、訓練によって非理性的で従順でない部分を飼い慣らし、屈服させるような習慣づけを必要としていますが、奴隷たちを相手にして、怒りに対する以上に訓練するのに適した対象は他にありません。
οὔτε γὰρ φθόνος οὔτε φόβος οὔτε φιλοτιμία τις ἐγγίγνεται πρὸς αὐτούς·
というのも、彼らに対しては、嫉妬も恐れも、ある種の名誉欲も生じないからです。
ὀργαὶ δὲ συνεχεῖς πολλὰ ποιοῦσαι προσκρούματα καὶ σφάλματα διὰ τὴν ἐξουσίαν ὥσπερ ἐν ὀλισθηρῷ χωρίῳ, μηδενὸς ἐνισταμένου μηδὲ κωλύοντος, ὑποφέρουσιν.
しかし、絶え間ない怒りは、支配権のゆえに、まるで滑りやすい場所において、誰も立ちふさがらず妨げもしないかのように、多くの衝突や過ちを引き起こし、人を引きずり落とします。
οὐ γὰρ ἔστιν ἀναμάρτητον ἐν πάθει τὸ ἀνυπεύθυνον κατασχεῖν, μὴ πολλῇ τὴν ἐξουσίαν ἐμπεριλαβόντα πραότητι μηδὲ πολλὰς ὑπομείναντα φωνὰς γυναικὸς καὶ φίλων ἐγκαλούντων ἀτονίαν καὶ ῥᾳθυμίαν.
なぜなら、支配権を大きな温和さで包み込まず、また、意気地なさや怠慢を非難する妻や友人たちの多くの声に耐え忍ばない限り、情念において責任を問われない立場を過ちなく保ち続けることは不可能だからです。
οἷς μάλιστα παρωξυνόμην καὶ αὐτὸς ἐπὶ τοὺς οἰκέτας ὡς τῷ μὴ κολάζεσθαι διαφθειρομένους.
私自身も、これらによって奴隷たちに対して大いに駆り立てられており、彼らは罰せられないことによって台無しになっているのだと考えていました。
ὀψὲ μέντοι συνεῖδον, ὅτι πρῶτον μὲν ἐκείνους ἀνεξικακίᾳ χείρονας ποιεῖν βέλτιόν ἐστιν ἢ πικρίᾳ καὶ θυμῷ διαστρέφειν ἑαυτὸν εἰς ἑτέρων ἐπανόρθωσιν ἔπειτα πολλοὺς ὁρῶν αὐτῷ τῷ μὴ κολάζεσθαι πολλάκις αἰδουμένους κακοὺς εἶναι καὶ μεταβολῆς ἀρχὴν τὴν συγγνώμην μᾶλλον ἢ τὴν τιμωρίαν λαμβάνοντας, καὶ νὴ Δία δουλεύοντας ἑτέροις ἀπὸ νεύματος καὶ σιωπῇ καὶ προθυμότερον ἢ μετὰ πληγῶν καὶ στιγμάτων ἑτέροις, ἐπειθόμην ἡγεμονικώτερον εἶναι τοῦ θυμοῦ τὸν λογισμόν.
しかし遅まきながら私は理解しました。 第一に、他人の矯正のために激しさと怒りによって自分自身を歪めるよりは、寛容によって彼らをより悪くしてしまう方がマシであるということです。 第二に、多くの人々が、罰せられないことそのものによってしばしば悪人であることを恥じるようになり、処罰よりもむしろ寛大さを改心の始まりとするのを見るからです。 そして(ゼウスにかけて! )ある人々には合図一つで、かつ沈黙のうちに、鞭打ちや烙印を伴って仕えさせる他の人々に対するよりも熱心に仕えさせているのを見て、私は、理性が怒りよりも支配力を持つものであると確信するようになりました。
οὐ γάρ, ὡς ὁ ποιητὴς εἶπεν "ἵνα γὰρ δέος, ἔνθα καὶ αἰδώς· " ἀλλὰ τοὐναντίον αἰδουμένοις ὁ σωφρονίζων ἐγγίγνεται φόβος.
というのも、詩人が "恐れあるところ、恥もあり" と言ったのとは異なり、むしろ逆に、恥を感じている人々においてこそ、人を自制させる恐れが生じるからです。
ἡ δὲ συνεχὴς πληγὴ καὶ ἀπαραίτητος οὐ μετάνοιαν ἐμποιεῖ τοῦ κακουργεῖν ἀλλὰ τοῦ λανθάνειν πρόνοιαν μᾶλλον.
一方、絶え間なく容赦のない鞭打ちは、悪行を悔い改める気持ちを起こさせるのではなく、むしろ見つからないようにするための用心深さを生じさせます。
τρίτον ἀεὶ μνημονεύων καὶ διανοούμενος πρὸς ἐμαυτόν, ὡς οὔθʼ ὁ τοξεύειν ἡμᾶς διδάξας ἐκώλυσε βάλλειν ἀλλὰ μὴ διαμαρτάνειν, οὔτε τῷ κολάζειν ἐμποδὼν ἔσται τὸ διδάσκειν εὐκαίρως τοῦτο ποιεῖν καὶ μετρίως καὶ ὠφελίμως καὶ πρεπόντως πειρῶμαι τὴν ὀργὴν ἀφαιρεῖν μάλιστα τῷ μὴ παραιρεῖσθαι τῶν κολαζομένων τὴν δικαιολογίαν ἀλλʼ ἀκούειν.
第三に、私は常に心に留め、自問しています。 私たちに弓の射方を教える人は、矢を放つことを禁じたのではなく、的を外さないことを教えたのであり、それと同様に、(怒りの制御を)教えることは、処罰することを妨げるのではなく、それを適切な時に、適度に、有益に、そして相応しい方法で行うことを教えるのである、と。 私は、処罰される者から弁明の機会を奪わずに、それに耳を傾けることによって、とりわけ怒りを取り除くように努めています。
ὅ τε γὰρ χρόνος ἐμποιεῖ τῷ πάθει διατριβὴν καὶ μέλλησιν ἐκλύουσαν ἥ τε κρίσις εὑρίσκει καὶ τρόπον πρέποντα καὶ μέγεθος ἁρμόττον κολάσεως·
なぜなら、時間は情念に遅延と猶予を与えてそれを弱まらせ、判断は相応しい処罰の方法と適切な度合いを見出すからです。
ἔτι δʼ οὐχ ὑπολείπεται πρόφασις τῷ διδόντι δίκην ἀντιτείνειν πρὸς τὴν ἐπανόρθωσιν, ἂν μὴ κατʼ ὀργὴν ἀλλʼ ἐξελεγχθεὶς κολάζηται τὸ τʼ αἴσχιστον οὐ πρόσεστι, φαίνεσθαι δικαιότερα τοῦ δεσπότου λέγοντα τὸν οἰκέτην.
さらに、怒りによってではなく、過ちを立証された上で罰せられるならば、罰を受ける者にとっても、矯正に反抗する口実は残りません。 そして、最も恥ずべきこと、すなわち、奴隷の方が主人よりも正しいことを言っているように見える、という事態も生じません。
ὥσπερ οὖν ὁ Φωκίων μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν οὐκ ἐῶν προεξανίστασθαι τοὺς Ἀθηναίους οὐδὲ ταχὺ πιστεύειν, εἰ σήμερον εἶπεν ἄνδρες Ἀθηναῖοι τέθνηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην τεθνηκώς οὕτως οἶμαι δεῖν ὑποβάλλειν ἑαυτῷ τὸν σπεύδοντα διʼ ὀργὴν ἐπὶ τὴν τιμωρίαν, εἰ σήμερον οὗτος ἠδίκηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην ἠδικηκώς· καὶ δεινὸν οὐδέν, εἰ δώσει δίκην βράδιον, ἀλλʼ εἰ ταχὺ παθὼν ἀεὶ φανεῖται μὴ ἀδικῶν·
それゆえ、アレクサンドロスの死後、フォキオンがアテナイ人たちに、先走って蜂起したりすぐに信じたりしないように求めて、「アテナイの皆さん、もし彼が今日死んだのなら、明日も、そして明後日も、彼は死んだままでしょう」と言ったように、そのように、怒りのために復讐へと急ぐ者は、自分自身に次のように言い聞かせるべきだと私は思います。 「もしこの者が今日過ちを犯したのなら、明日も、そして明後日も、過ちを犯したままであろう」そして、彼が処罰されるのが遅くなっても何も恐ろしいことはありませんが、急いで処罰された後に、実は過ちを犯していなかったと判明することこそ恐ろしいのです。
ὅπερ ἤδη συμβέβηκε πολλάκις.
そしてこのようなことは、すでに何度も起こっています。
τίς. γὰρ ἡμῶν οὕτω δεινός ἐστιν, ὥστε μαστιγοῦν καὶ κολάζειν δοῦλον, ὅτι πέμπτην ἢ δεκάτην ἡμέραν προσέκαυσε τοὖψον ἢ κατέβαλε τὴν τράπεζαν ἢ βράδιον ὑπήκουσε;
なぜなら、私たちの誰が、5日目や10日目になって、おかずを焦がしたことや、食卓をひっくり返したこと、あるいは返事が遅れたことに対して、奴隷を鞭打ち、処罰するほど執念深いでしょうか。
καὶ μὴν ταῦτʼ ἐστὶν ἐφʼ οἷς εὐθὺς γενομένοις καὶ προσφάτοις οὖσι ταραττόμεθα καὶ πικρῶς καὶ ἀπαραιτήτως ἔχομεν.
しかし、まさにこれらこそ、それが起こった直後で生々しいときに、私たちが激昂し、厳しく容赦なく対処してしまう事柄なのです。
ὡς γὰρ διʼ ὁμίχλης τὰ σώματα, καὶ διʼ ὀργῆς τὰ πράγματα μείζονα φαίνεται.
というのも、霧を通して体が大きく見えるように、怒りを通しても事態は大きく見えるからです。
διὸ δεῖ ταχὺ συμμνημονεύειν τῶν ὁμοίων, καὶ τοῦ πάθους ἔξωθεν ὄνταςἀνυπόπτως, ἂν καθαρῷ τῷ λογισμῷ καὶ καθεστῶτι φαίνηται μοχθηρόν, ἐπιστραφῆναι, καὶ μὴ προέσθαι τότε μηδʼ ἀφεῖναι τὴν κόλασιν ὥσπερ σιτίον ἀνορέκτους γεγονότας.
それゆえ、速やかに同様の事例を思い出すべきであり、情念の外側にあって冷静に、もし純粋で落ち着いた理性にとってその行為が悪質であると見えるならば、その(過ちの)処理に戻るべきであり、そのときには、食欲を失ったかのように処罰を放棄したり、投げ出したりしてはなりません。
οὐδὲν γὰρ οὕτως αἴτιόν ἐστι τοῦ παρούσης ὀργῆς κολάζειν, ὡς τὸ παυσαμένης μὴ κολάζειν ἀλλʼ ἐκλελύσθαι, καὶ ταὐτὸ πεπονθέναι τοῖς ἀργοῖς κωπηλάταις, οἳ γαλήνης ὁρμοῦσιν εἶτα κινδυνεύουσιν ἀνέμῳ πλέοντες.
というのも、怒りがあるうちに処罰することのこれほどの原因となるのは、怒りが収まったときに処罰をせず、だらけてしまうこと、そして、凪のときには港に停泊し、その後に風が吹いているときに航海して危険に身をさらす、怠惰な漕ぎ手たちと同じ状態に陥ってしまうことに他ならないからです。
καὶ γὰρ ἡμεῖς τοῦ λογισμοῦ κατεγνωκότες ἀτονίαν καὶ μαλακίαν ἐν τῷ κολάζειν, σπεύδομεν παρόντι τῷ θυμῷ καθάπερ πνεύματι παραβόλως.
というのも、私たちも、処罰することにおける理性の弛みや弱さを自覚して、怒りが存在するときに、まるで風に乗るかのように、危険を冒して急ぐからです。
τροφῇ μὲν γὰρ ὁ πεινῶν κατὰ φύσιν χρῆται τιμωρίᾳ δʼ ὁ μὴ πεινῶν μηδὲ διψῶν αὐτῆς, μηδʼ ὥσπερ ὄψου πρὸς τὸ κολάσαι τοῦ θυμοῦ δεόμενος, ἀλλʼ ὅταν πορρωτάτω τοῦ ὀρέγεσθαι γένηται προσάγων τὸν λογισμὸν ἀναγκαίως.
というのも、飢えている人が食べ物を摂ることは自然にかなっていますが、復讐については、それを渇望せず、また処罰するために怒りをまるでおかずのように必要としない人こそが、それを用いるべきだからです。 むしろ、欲求から最も遠ざかっているときに、理性をやむを得ず導入して処罰を行うべきなのです。
οὐ γάρ, ὡς Ἀριστοτέλης ἱστορεῖ κατʼ αὐτὸν ἐν Τυρρηνίᾳ μαστιγοῦσθαι τοὺς οἰκέτας πρὸς αὐλόν, οὕτω πρὸς ἡδονὴν δεῖ καθάπερ ἀπολαύσματος ὀρέξει τῆς τιμωρίας ἐμφορεῖσθαι καὶ χαίρειν κολάζοντας εἶτα μετανοεῖν·
というのも、アリストテレスが、ツルレニアでは奴隷たちが笛の音に合わせて鞭打たれると記録しているように、そのように快楽のために、まるで享楽への欲求に従うかのように処罰を満喫し、処罰することを喜び、その後に悔いるようなことがあってはならないからです。
ὧν τὸ μὲν θηριῶδες τὸ δὲ γυναικῶδες·
これらのうち、前者は獣のようであり、後者は女のようです。
ἀλλὰ καὶ λύπης καὶ ἡδονῆς χωρὶς ἐν τῷ τοῦ λογισμοῦ χρόνῳ τὴν δίκην κομίζεσθαι μὴ ὑπολείποντας τῷ θυμῷ πρόφασιν.
むしろ、苦痛も快楽も交えず、理性の時間のうちに罰を科すべきであり、怒りに口実を残してはなりません。

語釈・文法注

  1. ¦20¦τοῖς οἰκέταις — 関係あるいは手段を示す与格で、自動詞の `ἐγγυμνάσασθαι`(〜を相手に訓練する)に係る。奴隷に対して怒りを制御する実践を行うことを表す。
  2. ¦459c¦ἐμπεριλαβόντα — 条件を表す現在分詞。対格の形をとっているのは、不定詞 `κατασχεῖν` の意味上の主語(一般名詞として省略されている対格)と一致しているためである。
  3. ¦460b¦τοῦ παρούσης ὀργῆς κολάζειν — 冠詞付き不定詞の属格形で、形容詞 `αἴτιον`(〜の原因)に係る。属格内の名詞句 `παρούσης ὀργῆς` は独立属格(「怒りがあるうちに」)として機能している。

この箇所を引用する

プルタルコス, 怒りを抑えることについて §11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg095.humanitext-grc2:11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。