§10ΦΟΥΝΔ.ὥσπερ οὖν ἐπὶ τοῦ Φιλίππου τις εἶπε κατασκάψαντος Ὄλυνθον,
ἀλλʼ οὐκ ἂν ἀνοικίσαι γε πόλιν ἐκεῖνος δύναιτο τηλικαύτην
οὕτως ἔστιν εἰπεῖν πρὸς τὸν θυμὸν
ἀνατρέψαι μὲν δύνασαι καὶ διαφθεῖραι καὶ καταβαλεῖν, ἀναστῆσαι δὲ καὶ σῶσαι καὶ φείσασθαι καὶ καρτερῆσαι πραότητός ἐστι καὶ συγγνώμης καὶ μετριοπαθείας, καὶ Καμίλλου καὶ Μετέλλου καὶ Ἀριστείδου καὶ Σωκράτους·
芬达努斯:因此,正如有人在腓力摧毁奥林索斯时所说:“但是,他却无法重建这样一座大都市,” 我们同样可以对愤怒说:“颠覆、毁灭和打倒,你确实能够做到;但重建、拯救、宽容和忍耐,则是温和、宽恕和适度的领分,是卡米卢斯、美特路斯、阿里斯提德和苏格拉底的品质。
τὸ δʼ ἐμφῦναι καὶ δακεῖν μυρμηκῶδες καὶ μυῶδες.
然而,死缠烂打和咬人,则是蚂蚁和老鼠的行为。
οὐ μὴν ἀλλὰ καὶ πρὸς ἄμυναν ἅμα σκοπῶν τὸν διʼ ὀργῆς; τρόπον ἄπρακτον εὑρίσκω τὰ πολλά, δήγμασι χειλῶν καὶ πρίσεσιν ὀδόντων καὶ κεναῖς ἐπιδρομαῖς καὶ βλασφημίαις ἀπειλὰς ἀνοήτους ἐχούσαις καταναλισκόμενον, εἶθʼ ὥσπερ ἐν τοῖς δρόμοις τὰ παιδία τῷ μὴ κρατεῖν ἑαυτῶν προκαταπίπτοντα τοῦ τέλους ἐφʼ ὃ σπεύδει γελοίως.
” 恰恰相反,如果我们同时从复仇的角度来看,我发现因愤怒而采取的方式大都是徒劳无功的,它往往消耗在咬紧嘴唇、咬牙切齿、虚张声势的冲锋以及带有愚蠢威胁的谩骂中;然后,就像赛跑中的小孩子一样,因为无法自我控制,在他们急于奔向的终点前滑稽地摔倒。
ὅθεν οὐ φαύλως ὁ Ῥόδιος πρὸς ὑπηρέτην τοῦ Ῥωμαίων στρατηγοῦ βοῶντα καὶ θρασυνόμενον
οὐ μέλει μοι τί σὺ λέγεις ἀλλὰ τί τῆνος σιγῇ
καὶ τὸν, Νεοπτόλεμον ὁ Σοφοκλῆς καὶ τὸν Εὐρύπυλον ὁπλίσας
"ἐκόμπασʼ ἀλοιδόρητα"
φησίν
"ἐρρηξάτην ἐς κύκλα χαλκέων ὅπλων.
因此,当一个罗德斯人对一个大声喧哗、态度傲慢的罗马将军随从说“我不在乎你说了什么,而是在乎他保持了怎样的沉默”时,这话确实说得极好。 索福克勒斯让涅奥普托勒摩斯和欧律皮洛斯全副武装,说道:“他们毫无谩骂地展现出高傲,冲入了青铜武器的阵列。
"
τὸν μὲν γὰρ σίδηρον ἔνιοι τῶν βαρβάρων φαρμάσσουσιν, δʼ ἀνδρεία χολῆς οὐ δεῖται βέβαπται γὰρ ὑπὸ τοῦ λόγου·
” 因为有些蛮族确实在铁兵器上涂毒,但勇敢不需要胆汁(愤怒);因为勇敢已经被理性所淬炼。
τὸ δὲ θυμικὸν καὶ μανικὸν εὐπερίθραυστόν ἐστι καὶ σαθρόν.
而充满激情和疯狂的属性则是脆弱且有缺陷的。
ἀφαιροῦσι γοῦν αὐλοῖς τὸν θυμὸν οἱ Λακεδαιμόνιοι τῶν μαχομένων, καὶ Μούσαις πρὸ πολέμου θύουσιν ὅπως ὁ λόγος ἐμμένῃ· καὶ τρεψάμενοι τοὺς πολεμίους οὐ διώκουσιν, ἀλλʼ ἀνακαλοῦνται τὸν θυμόν, ὥσπερ τὰ σύμμετρα τῶν ἐγχειριδίων εὐανακόμιστον ὄντα καὶ ῥᾴδιον.
事实上,斯巴达人用笛声消除战斗者的怒气,并在战前向缪斯女神献祭,以便理性得以保持;而在击退敌人后,他们并不追击,而是收回怒气,就像大小适度的短剑易于收回、易于操控一样。
ὀργὴ δὲ, μυρίους προανεῖλε τῆς ἀμύνης, ὡς Κῦρον καὶ Πελοπίδαν τὸν Θηβαῖον.
然而愤怒在实现复仇之前,已经毁灭了无数人,例如居鲁士和底比斯的佩洛皮达斯。
Ἀγαθοκλῆς; δὲ πράως ἔφερε λοιδορούμενος ὑπὸ τῶν πολιορκουμένων·
阿加托克利斯在受到被围困者的谩骂时,表现得十分温和。
καί τινος εἰπόντος
κεραμεῦ, πόθεν ἀποδώσεις τοῖς ξένοις τὸν μισθὸν;
当有人说道:“陶工,你从哪里拿钱来付给外邦雇佣兵的薪水?
ἐπιγελάσας αἴκα
ταύταν ἐξέλω
καὶ τὸν Ἀντίγονον ἀπὸ τοῦ τείχους τινὲς εἰς ἀμορφίαν ἔσκωπτον· ὁ δὲ πρὸς αὐτοὺς
καὶ μὴν ἐδόκουν εὐπρόσωπος εἶναι.
”他笑着说:“如果我能攻下这[座城]。 ”城墙上也有人嘲笑安提柯的相貌丑陋;他却对他们说:“可我一直觉得自己长得挺好看的。
λαβὼν δὲ τὴν πόλιν ἐπίπρασκε τοὺς σκώπτοντας, μαρτυράμενος ὅτι πρὸς τοὺς δεσπότας ἕξει τὸν λόγον, ἂν πάλιν αὐτὸν λοιδορῶσιν.
”在攻克该城后,他卖掉了那些嘲笑他的人,并声明如果他们再谩骂他,他就会找他们的新主人说理。
ὁρῶ δὲ καὶ κυνηγοὺς σφαλλομένους ὑπʼ ὀργῆς μεγάλα καὶ ῥήτορας.
我也看到猎人和演说家因愤怒而遭遇惨败。
Ἀριστοτέλης δʼ ἱστορεῖ Σατύρου τοὺς φίλους ἐμφράξαι τὰ ὦτα κηρῷ δίκην ἔχοντος, ὅπως μὴ συγχέῃ τὸ πρᾶγμα διὰ θυμὸν ὑπὸ τῶν ἐχθρῶν λοιδορούμενος.
亚里斯多德记载,萨提洛斯在诉讼中时,他的朋友们用蜡堵住了他的耳朵,免得他因受到敌人的谩骂而动怒,从而把事情搞砸。
αὐτοὺς δʼ ἡμᾶς οὐ πολλάκις ἐκφεύγει τὸ κολάσαι πλημμελήσαντα δοῦλον;
我们自己不也常常错失惩罚犯错奴隶的机会吗?
ἀποδιδράσκουσι γὰρ τὰς ἀπειλὰς καὶ τοὺς λόγους δείσαντες.
因为他们害怕那些威胁和言语,早就逃之夭夭了。
ὅπερ οὖν αἱ τίτθαι πρὸς τὰ παιδία λέγουσι
μὴ κλαῖε καὶ λήψῃ,
τοῦτο πρὸς τὸν θυμὸν οὐκ ἀχρήστως λεκτέον
μὴ σπεῦδε μηδὲ βόα μηδʼ ἐπείγου, καὶ μᾶλλον ἃ θέλεις γενήσεται καὶ βέλτιον
καὶ γὰρ παῖδʼ ἰδὼν πατὴρ ἐπιχειροῦντά τι σιδηρίῳ διελεῖν ἢ τεμεῖν, αὐτὸς λαβὼν τὸ σιδήριον ἐποίησε·
因此,正如乳母对孩子们所说的“别哭了,你会得到的”,我们对愤怒也同样可以这样说:“别急,别喊,别慌,你想要的东西反而会更稳妥、更好地实现。 ” 就像父亲看到孩子试图用铁器分割或切割东西时,会亲自夺过铁器来做。
καὶ τοῦ θυμοῦ τὴν τιμωρίαν παρελόμενος αὐτὸς ἀσφαλῶς καὶ ἀβλαβῶς καὶ ὠφελίμως ἐκόλασε τὸν ἄξιον οὐχ ἑαυτὸν ὥσπερ ὁ θυμούμενος ἀντʼ ἐκείνου πολλάκις.
同样地,理性从愤怒手中夺过惩罚的权力,亲自安全、无害且有益地去惩罚该罚之人,而不是像动怒的人那样,常常惩罚了自己来代替惩罚对方。