Humanitext Reader

普鲁塔克 · 论道德美德 §7#2

理性自身的权衡与情念引起的内在冲突

第 8 段,共 12 段 · 希腊语

内容简介

作者指出,理智内部的分歧只是单一理智在不同事务上的运作,本身并不伴随痛苦;唯有当情念(非理性部分)与理智对抗时,魂才会分裂为二并产生真正的斗争与痛苦。

§7#2τί οὖν;
“那么又如何呢?
φασίν, οὐχὶ καὶ τὸ βουλευόμενον τοῦ ἀνθρώπου πολλάκις διχοφορεῖ καὶ πρὸς ἐναντίας ἀνθέλκεται δόξας περὶ τοῦ συμφέροντος ἀλλʼ ἕν ἐστι;
” 他们说,“难道人那进行思虑的部分,不也经常在关于利益的相反意见中自我拉扯、产生分歧,然而它却依然是一个整体吗?
πάνυ μὲν οὖν φήσομεν, ἀλλὰ τὸ συμβαῖνον οὐχ ὅμοιον·
” “确实如此,”我们将回答,“但发生的情况并不相似。
οὐ γὰρ μάχεται πρὸς ἑαυτὸ τῆς ψυχῆς τὸ φρονοῦν, ἀλλὰ μιᾷ χρώμενον δυνάμει διαφόρων ἐφάπτεται λογισμῶν· μᾶλλον δʼ εἷς λογισμὸς ἔστιν ἐν πράγμασι γιγνόμενος ἑτέροις ὥσπερ ὕλαις διαφερούσαις.
” 因为魂中进行思考的部分并不是在与自身战斗,而是运用单一的力量去触及不同的推论;或者更确切地说,这是一个单一的推论,产生于不同的事务中,就像处于不同的材料中一样。
ὅθεν οὔτε λύπη τοῖς ἄνευ πάθους λογισμοῖς ἔνεστιν, οὔθʼ ὥσπερ ἐκβιαζόμενοι παρὰ γνώμην αἱροῦνται θάτερον, ἂν μὴ νὴ Δία λανθάνῃ πάθος τι προσηρτημένον ὥσπερ ἐπὶ ζυγοῦ.
因此,在没有情念的推论中既没有痛苦,他们也不会像被迫违背自己意愿那样去选择其中之一,除非——誓言起誓—— 某种情念像在天平上一样悄悄附着其上。
καὶ γὰρ τοῦτο συμβαίνει πολλάκις, οὐ λογισμοῦ τινος πρὸς λογισμὸν ἀλλὰ φιλοτιμίας ἢ φιλονεικίας ἢ χάριτος ἢ ζηλοτυπίας ἢ δέους ἀντιβαίνοντος, οἴεσθαι λόγων εἶναι δυεῖν διαφορὰν ὥσπερ ἐν τούτοις "αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι·
因为这种情况也经常发生:并非某个推论在对抗另一个推论,而是虚荣、竞争、恩惠、嫉妒或恐惧在作祟,以至于我们以为是两个推论之间存在分歧,就像在这些诗句中所写的那样: “他们因羞耻而拒绝,又因恐惧而接受;” 以及: “被杀虽可怕却享有美名,而不死虽卑劣却带有快乐。
" καὶ " τὸ μὲν σφαγῆναι δεινὸν εὔκλειαν δʼ ἔχει, τὸ μὴ θανεῖν δὲ δειλὸν ἡδονὴ δʼ ἔνι,ʼ " καὶ περὶ τὰς κρίσεις δὲ τῶν συμβολαίων ὑποτρέχοντα τὰ πάθη τὴν πλείστην ἐμποιεῖ διατριβήν καὶ περὶ τὰ συμβούλια τῶν βασιλέων οἱ πρὸς χάριν λέγοντες οὐ δυεῖν κρίσεων τῇ ἑτέρᾳ συναγορεύουσιν, ἀλλὰ πάθει τινὶ προστίθενται παρὰ τὸν τοῦ συμφέροντος λογισμόν· διὸ τοὺς ῥήτορας ἐν ταῖς ἀριστοκρατίαις οἱ ἄρχοντες οὐκ ἐῶσι παθαίνεσθαι· ῥέπει γὰρ εὐθεῖαν ῥοπὴν ὁ ἀπαθὴς λογισμὸς ἐπὶ τὸ δίκαιον· ἂν δὲ πάθος ἐγγένηται, μάχην ποιεῖ καὶ διαφορὰν τὸ ἡδόμενον καὶ τὸ ἀλγοῦν πρὸς τὸ κρῖνον καὶ τὸ βουλευόμενον.
” 此外,在关于契约的裁决中,悄悄渗入的情念会造成最大的拖延;而在国王的咨询会议上,那些阿谀奉承的人并不是在为两种判断中的一种进行辩护,而是顺从了某种违背利益推论的情念;因此,在贵族政体中,执政者们不准演说家煽动情念;因为毫无情念的推论会以笔直的倾向倾斜于正义;但如果情念产生,那体验快乐和痛苦的部分就会对进行判断和思虑的部分制造战斗和分歧。
ἐπεὶ διὰ τί τοῖς ἐν φιλοσοφίᾳ σκέμμασιν οὐ πρόσεστι τὸ μετὰ λύπης ὑπὸ τῶν ἑτέρων ἄγεσθαι καὶ μετατίθεσθαι πολλάκις, ἀλλʼ αὐτὸς τʼ Ἀριστοτέλης Δημόκριτός τε καὶ Χρύσιππος ἔνια τῶν πρόσθεν αὐτοῖς ἀρεσκόντων ἀθορύβως καὶ ἀδήκτως καὶ μεθʼ ἡδονῆς ἀφεῖσαν;
否则,为什么在哲学的探究中,人们并不会因为被他人引导并常常改变立场而感到痛苦,反而是亚里士多德本人、德谟克利特以及克吕西普,都毫无动摇、毫无痛苦且愉快地放弃了一些他们先前赞同的观点呢?
ὅτι τῷ θεωρητικῷ καὶ μαθηματικῷ τῆς ψυχῆς πάθος οὐδὲν ἀνθέστηκεν ἀλλʼ ἀτρεμεῖ καὶ οὐ πολυπραγμονεῖ τὸ ἄλογον ἐν τούτοις.
因为对于魂中从事观照和学习的部分,没有任何情念与其对抗,并且在这些事务中,非理性的部分保持平静,不插手其间。
διὸ πρὸς τἀληθὲς ὁ λογισμός, ὅταν φανῇ, προέμενος τὸ ψεῦδος ἀσμένως ἀπέκλινεν ἐν αὐτῷ γὰρ ἔστιν οὐκ ἐν ἑτέρῳ τὸ πειθόμενον καὶ μεταπειθόμενον.
因此,当真理显现时,理智在抛弃谬误之后,便欣然倾向于真理;因为那被说服并被重新改变看法的,是在理智自身之中,而非在其他部分。
αἱ δὲ πραγματικαὶ βουλαὶ καὶ κρίσεις καὶ δίαιται τῶν πολλῶν ἐμπαθεῖς οὖσαι δυσοδίαν τῷ λόγῳ παρέχουσι καὶ δυσκολίαν, ἐνισχομένῳ καὶ ταραττομένῳ περὶ τὸ ἄλογον, ἀνταῖρον αὐτῷ μεθʼ ἡδονῆς τινος ἢ δέους ἢ λύπης ἢ ἐπιθυμίας.
然而,大众在实际事务中的思虑、裁决和生活方式,由于充满情念,给理智带来了坎坷的道路和困难,使其在非理性部分周围受到束缚和扰乱,而非理性部分则伴随着某种快乐、恐惧、痛苦或欲望而与其对抗。
καὶ τούτων κριτήριον ἡ αἴσθησίς ἐστιν ἀμφοτέρων ἐφαπτομένη· καὶ γὰρ ἂν περιγένηται θάτερον, οὐκ ἀνῄρηκε θάτερον, ἀλλʼ ἐφέλκεται καταβιαζόμενον καὶ ἀντιτεῖνον.
而对于这两者,感知是评判的标准,它同时触及双方;因为即使其中一方占了上风,它也并未消灭另一方,而是将那虽被压制却仍在抵抗的另一方生拉硬拽过去。
ὁ γὰρ νουθετῶν αὑτὸν ἐρῶντα χρῆται τῷ λογισμῷ πρὸς τὸ πάθος, ὡς ἀμφοτέρων ἐνόντων ἅμα τῇ ψυχῇ, καθάπερ χειρὶ φλεγμαῖνον ἕτερον μέρος πιέζων καὶ δυεῖν ὄντων καὶ διαφερόντων ἐπαισθανόμενος.
因为那个在恋爱中告诫自己的人,是在用理智对抗情念,仿佛两者同时存在于魂中,正如同用手按压另一个发炎的部位,并感知到存在着两个且不相同的实体。
ἐν μέντοι ταῖς ἀπαθέσι βουλαῖς καὶ σκέψεσιν οἵας ἔχει μάλιστα τὸ θεωρητικόν, ἂν μὲν ἴσαι μένωσιν, οὐ γέγονε κρίσις ἀλλʼ ἀπορία, στάσις οὖσα καὶ μονὴ διανοίας ὑπʼ ἐναντίων λόγων· ἂν δὲ ῥοπὴ γένηται πρὸς θάτερον ἡ κρατήσασα τὴν ἑτέραν λέλυκεν, ὥστε μὴ λυπεῖν μηδʼ ὑπεναντιοῦσθαι πρὸς τὴν δόξαν.
然而,在那些观照部分最常进行的无情念的思虑和考究中,如果力量保持均等,就不会产生裁决,而是产生无路可走的困境(aporia),也就是智力因相反论证而导致的停滞和驻留;但如果产生向一方的倾斜,那占优势的一方便消解了另一方,从而不会对该意见感到痛苦或产生对立。
ὅλως δὲ λογισμοῦ μὲν ἀντικεῖσθαι λογισμῷ δοκοῦντος, οὐ γίγνεται δυεῖν καὶ ἑτέρων αἴσθησις ἀλλʼ ἑνός τινος ἐν διαφόροις γιγνομένου φαντασίαις·
总之,当一个推论似乎与另一个推论对立时,并不会产生对两个不同事物的感知,而只是一个事物在不同的显现中产生。
ὅταν δὲ τὸ ἄλογον μάχηται τῷ λογισμῷ, μήτε κρατεῖν ἀλύπως μήτε κρατεῖσθαι πεφυκὸς εὐθὺς εἰς δύο διίστησι τῇ μάχῃ τὴν ψυχὴν καὶ ποιεῖ τὴν διαφορὰν πρόδηλον.
但是,当非理性部分与理智战斗时,由于其本性既无法无痛地战胜,也无法无痛地被战胜,它便会立即通过战斗将魂分裂为二,并使这种分歧变得显而易见。

词汇与语法注释

  1. 447dτὸ βουλευόμενον ... ἕν ἐστι — “思虑的部分……是一个(同一事物)”的结构。主语 `τὸ βουλευόμενον` 与最后的 `ἐστι` 一起连接着表语 `ἕν`。连词 `ἀλλʼ` 在此用作转折,“然而/却”,在否定语气之后加强内部不一致与该官能单一性之间的对比。
  2. 447eοὐ λογισμοῦ τινος ... ἀντιβαίνοντος ... οἴεσθαι — 属格绝对结构 `λογισμοῦ... ἀντιβαίνοντος`(并非某个理智在对抗……而是[情念]在对抗)作为逻辑原因,引出了后面的结果不定式 `οἴεσθαι`(以至于我们认为)。
  3. 448aἐπεὶ διὰ τί ... ἀφεῖσαν; — 连词 `ἐπεὶ`(在此意为“否则,要不然的话”)引出一个反问句(“那么究竟为什么……”),通过展示哲学探究中的反面情况来证实前述论断。
  4. 448dμήτε κρατεῖν ἀλύπως μήτε κρατεῖσθαι πεφυκός — 中性分词 `πεφυκός` 修饰 `τὸ ἄλογον`(非理性部分),表示其本性。副词 `ἀλύπως`(“无痛苦地”)在语法上同时修饰主动的 `κρατεῖν`(“战胜”)和被动的 `κρατεῖσθαι`(“被战胜”),意为“本性上既无法无痛地战胜,也无法无痛地被征服”。

引用这一段

普鲁塔克, 论道德美德 §7#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg094.humanitext-grc2:7%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。