Humanitext Reader

普鲁塔克 · 论道德美德 §10

反驳过错同等说与情念程度的差异

第 10 段,共 12 段 · 希腊语

内容简介

针对斯多葛学派“所有过错皆等同”的论点,作者通过具体事例指出了情念和判定在程度与多样性上的巨大差异,并指出即使是克吕西普等斯多葛学者,在事实的强迫下也不得不承认理智与非理性情念之间的区别。

§10ἴσα τοίνυν τὰ ἁμαρτήματα πάντα καὶ πάσας τιθέμενοι τὰς ἁμαρτίας, εἰ μὲν ἄλλῃ πη παρορῶσι τἀληθές, οὐκ ἔστι καιρὸς ἐν τῷ παρόντι διελέγχειν· ἐν δὲ τοῖς πάθεσι φαίνονται κομιδῇ παρὰ τὴν ἐνάργειαν ἐνιστάμενοι τῷ λόγῳ.
因此,如果他们假定所有的过错和所有的罪过都是等同的,即使他们在其他方面忽视了真理,现在也不是驳斥他们的时候;但在情念方面,他们显然完全违背事实,固执己见。
πᾶν μὲν γὰρ πάθος ἁμαρτία κατʼ αὐτούς ἐστι, καὶ πᾶς ὁ λυπούμενος ἢ φοβούμενος ἢ ἐπιθυμῶν ἁμαρτάνει.
因为根据他们的说法,一切情念都是过错,每一个悲伤、恐惧或产生欲望的人都在犯错。
μεγάλαι δὲ τῶν παθῶν διαφοραὶ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον ὁρῶνται·
然而,在“更多”和“更少”的程度上,情念之间存在着巨大的差异。
τίς γὰρ ἂν φαίη τὸν Δόλωνος φόβον ἴσον εἶναι τῷ Αἴαντος ἐντροπαλιζομένου καὶ βάδην ἀπιόντος ἐκ τῶν πολεμίων ὀλίγον γόνυ γουνὸς ἀμείβοντος; ἢ τῇ Πλάτωνος ἐπὶ Σωκράτει τελευτήσαντι λύπῃ τὴν Ἀλεξάνδρου διὰ Κλεῖτον, αὑτὸν ἀνελεῖν ὁρμήσαντος;
因为谁会说多隆的恐惧等同于埃阿斯的恐惧呢? 后者面对敌人屡屡回顾,只是稍微交替双膝,一步步退却;或者是柏拉图因苏格拉底之死而产生的悲痛,等同于亚历山大因克雷托斯之死而产生的悲痛,以至于他甚至冲动地企图自杀?
ἐπιτείνονται γὰρ οὐ μετρίως καὶ τῷ παρὰ λόγον αἱ λῦπαι, καὶ τὸ παρʼ ἐλπίδα σύμπτωμα τοῦ κατὰ λόγον ὀδυνηρότερον εἰ προσδοκῶν εὐημεροῦντα καὶ θαυμαζόμενον ὄψεσθαι πύθοιτο κατεστρεβλωμένον, ὡς Φιλώταν Παρμενίων.
因为悲痛也会因违背理性而极大地加剧,意料之外的变故比符合预期的变故更令人痛苦,如果有人期望看到某人飞黄腾达、受人钦佩,却得知他遭受了严刑拷打(就像帕美尼翁得知菲罗塔斯的情况那样)。
θυμῷ δὲ τίς ἂν εἴποι πρὸς Ἀνάξαρχον ἴσῳ κεχρῆσθαι Νικοκρέοντα καὶ πρὸς Φιλήμονα Μάγαν, ἀμφοτέρους λοιδορηθέντας ὑπʼ αὐτῶν;
至于愤怒,谁能说尼科克雷翁对阿那克萨尔科斯所发的怒火,等同于马加斯对菲莱蒙所发的怒火呢? 尽管他们两个都曾受到对方的侮辱。
ὁ μὲν γὰρ ὑπέροις σιδηροῖς κατέπτισσε καὶ κατέκοπτεν ἐκεῖνον ὁ δὲ τῷ Φιλήμονι τὸν δήμιον ἐκέλευσεν ἐπὶ τὸν τράχηλον ἐπιθεῖναι γυμνὴν τὴν μάχαιραν εἶτʼ ἀφεῖναι.
因为前者用铁杵将那人捣碎击杀,而后者则命令刽子手将裸露的剑架在菲莱蒙的脖子上,然后将其放走。
διὸ καὶ νεῦρα τῆς ψυχῆς τὸν θυμὸν ὁ Πλάτων προσεῖπεν ὡς ἐπιτεινόμενόν τε πικρίᾳ καὶ πραότητι χαλώμενον.
因此,柏拉图也把愤怒称为“灵魂的肌腱”,因为它因暴烈而绷紧,因温和而松弛。
ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα διακρουόμενοι τὰς ἐπιτάσεις τῶν παθῶν καὶ τὰς σφοδρότητας οὔ φασι γίγνεσθαι κατὰ τὴν κρίσιν ἐν ᾗ τὸ ἁμαρτητικόν, ἀλλὰ τὰς δήξεις καὶ τὰς συστολὰς καὶ τὰς διαχύσεις εἶναι τὰς τὸ μᾶλλον καὶ τὸ ἧττον τῷ ἀλόγῳ δεχομένας.
因此,他们回避了这些以及诸如此类的事实,声称情念的加剧和剧烈程度并非发生于存有谬误的判定之中,而是那些“刺痛”、“收缩”和“舒张”在非理性部分中承受了“更多”和“更少”。
καίτοι καὶ περὶ τὰς κρίσεις φαίνονται γιγνόμεναι διαφοραί·
然而,甚至在判定本身方面,也显然存在着差异。
τήν τε γὰρ πενίαν οἱ μὲν οὐ κακὸν οἱ δὲ καὶ μέγα κρίνουσι κακόν, οἱ δέ γε καὶ μέγιστον, ὥστε καὶ κατὰ τῶν πετρῶν καὶ κατὰ τῆς θαλάττης ὠθεῖν ἑαυτούς· τόν τε θάνατον οἱ μὲν ἀγαθῶν στερήσει μόνον οἱ δὲ καὶ τιμωρίαις αἰωνίοις ὑπὸ γῆν καὶ κολασμοῖς φρικώδεσι κακὸν εἶναι νομίζουσιν ἥ τε τοῦ σώματος ὑγίεια τοῖς μὲν ὡς κατὰ φύσιν καὶ χρήσιμον ἀγαπᾶται, τοῖς δὲ τῶν ὄντων δοκεῖ μέγιστον ἀγαθόν·
因为对于贫困,有些人判定它并非恶事,有些人判定它是大恶,有些人甚至判定它是最大的恶,以至于将自己投向岩石和大海;对于死亡,有些人认为它仅仅是失去善,而另一些人则认为它是伴随着地下永恒惩罚和可怕折磨的恶事;身体健康对于一些人来说仅仅作为合乎自然且有用的事物而受到喜爱,但在另一些人看来,它似乎是现有事物中最大的善。
οὔτε γάρ "πλούτου χάριν ἢ τεκέων" οὔτε "τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς," τελευτῶντες δὲ καὶ τὴν ἀρετὴν ἀνωφελῆ καὶ ἀνόνητον ἡγοῦνται, τοῦ ὑγιαίνειν μὴ παρόντος ὥστε φαίνεσθαι καὶ περὶ τὰς κρίσεις αὐτὰς τοὺς μὲν μᾶλλον τοὺς δʼ - ἧττον ἁμαρτάνοντας.
因为他们认为,既非“为了财富或子孙”,亦非 “为了在人类中与神等同的王权”,到头来,如果没有健康,连美德也是无用且无益的;因此,显然在判定本身方面,也是有人犯错较多,有人犯错较少。
ἀλλʼ οὐ τοῦτο νῦν διελεγκτέον, ἐκεῖνο δʼ ἐκ τούτου ληπτέον, ὅτι συγχωροῦσι καὶ αὐτοὶ τῆς κρίσεως ἕτερον εἶναι τὸ ἄλογον, καθʼ ὅ φασι γίγνεσθαι τὸ πάθος σφοδρότερον καὶ μεῖζον, ἐρίζοντες πρὸς τοὔνομα καὶ τὸ ῥῆμα, τὰ δὲ πράγματα διδόντες τοῖς διαφέρειν τὸ παθητικὸν καὶ ἄλογον τοῦ λογιζομένου καὶ κρίνοντος ἀποφαινομένοις.
但这不是现在要反驳的,而应当从中得出另一个结论:即他们自己也承认,存在着与判定不同的非理性部分,依照他们的说法,情念在其中变得更加剧烈和庞大。 他们是在口头上和表达上争论不休,但在实际上,他们向那些表明情念和非理性部分有别于推论和判定部分的人让步了。
ἐν δὲ τοῖς περὶ Ἀνωμαλίας ὁ Χρύσιππος εἰπών, ὅτι τυφλόν ἐστιν ἡ ὀργὴ καὶ πολλάκις μὲν οὐκ ἐᾷ ὁρᾶν τὰ ἐκφανῆ πολλάκις δὲ τοῖς καταλαμβανομένοις ἐπιπροσθεῖ, μικρὸν προελθών τὰ γὰρ ἐπιγιγνόμενα φησὶ πάθη ἐκκρούει τοὺς λογισμούς, καὶ τὰ ὡς ἑτέρως φαινόμενα βιαίως προωθοῦντα ἐπὶ τὰς ἐναντίας πράξεις·
在《论不规则性》中,克吕西普说,愤怒是盲目的,它常常不让人看见明显的事物,常常遮蔽那些被理解的事物,随后不久,他写道:“因为随后发生的情念击退了理智,强力地将那些以其他方式显现的事物推向相反的行为。
εἶτα χρῆται μάρτυρι τῷ Μενάνδρῳ λέγοντι " οἴμοι τάλας ἔγωγε, ποῦ ποτε φρένες ἡμῶν ἐκεῖνον ἦσαν ἐν τῷ σώματι τὸν χρόνον, ὅτʼ οὐ ταῦτʼ ἀλλʼ ἐκεῖνʼ ᾑρούμεθα " καὶ πάλιν ὁ Χρύσιππος προελθὼν τοῦ λογικοῦ φησι ζῴου φύσιν ἔχοντος προσχρῆσθαι εἰς ἕκαστα τῷ λόγῳ καὶ ὑπὸ τούτου κυβερνᾶσθαι, πολλάκις ἀποστρέφεσθαι αὐτὸν ἡμᾶς ἄλλῃ βιαιοτέρᾳ φορᾷ χρωμένους· ὁμολογῶν τὸ συμβαῖνον ἐκ τῆς πρὸς τὸν λόγον τοῦ πάθους διαφορᾶς.
”然后他引用梅南德斯作为证人,后者说:“哀哉,可怜的我,在那时,当我们选择那些而不是这些的时候,我们的心智究竟在身体的什么地方呢? ”克吕西普又进一步说,尽管理性动物具有在每件事上使用理性并受其引导的本性,但我们常常转而使用另一种更暴烈的冲动;这承认了情念与理性对立所带来的后果。
ἐπεὶ καὶ γελοῖόν ἐστιν, ᾗ φησι Πλάτων, αὐτόν τινα λέγειν αὑτοῦ κρείττονα καὶ πάλιν χείρονα, καὶ τὸν μὲν κρατοῦνθʼ ἑαυτοῦ τὸν δὲ μὴ κρατοῦντα.
因为正如柏拉图所说,如果有人说自己比自己更强,或者相反更弱,以及一个人战胜了自己或未能战胜自己,那是荒谬的。

词汇与语法注释

  1. 449eὀλίγον γόνυ γουνὸς ἀμείβοντος — 引用并改装自荷马史诗《伊利亚特》第11卷第547行。描写埃阿斯退却时的神态,意指他并非因恐慌而逃跑,而是极其缓慢、保持尊严地退却(“仅仅微调双膝的距离”)。
  2. 450aτὰς δήξεις καὶ τὰς συστολὰς καὶ τὰς διαχύσεις — 斯多葛学派心理学中的专业术语:“刺痛”(*dēxeis*)、“收缩”(*systolai*)和“舒张/扩散”(*diachyseis*)。为了维持其“一切情念皆为判定(*kriseis*)”的主智主义立场,斯多葛学派将情念的强度差异(“更多”和“更少”)归因于这些伴随判定的非理性身体反应,而非判定本身的差异。
  3. 450bτοῦ ὑγιαίνειν μὴ παρόντος — 属格绝对结构(独立分词句构),伴随否定小词 *mē*,起条件从句的作用(“如果健康不存在的话”)。
  4. 450cτὰ δὲ πράγματα διδόντες — 与前文的分词 *erizontes*(“在言语上争论”)相对应,意为“但在实际上让步/承认事实”。分词 *didontes* 表明,尽管存在言辞上的争辩,他们在实际事物(*pragmata*)上已经实质性地承认了那些主张灵魂中理智部分与非理性部分有别的人的观点。

引用这一段

普鲁塔克, 论道德美德 §10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg094.humanitext-grc2:10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。