§4οἱ δὲ θαυμάζοντες ὅπως ἄλογον μέν ἐστι λόγῳ δʼ ὑπήκοον, οὔ μοι δοκοῦσι τοῦ λόγου περινοεῖν τὴν δύναμιν
"ὅση πέφυκε κἀφʼ ὅσον διέρχεται"
τῷ κρατεῖν καὶ ἄγειν οὐ σκληραῖς οὐδʼ ἀντιτύποις ἀγωγαῖς ἀλλὰ τυπικαῖς καὶ τὸ ἐνδόσιμον καὶ πειθήνιον ἁπάσης ἀνάγκης καὶ βίας ἐχούσαις ἀνυσιμώτερον.
那些惊异于无理性之物何以能听从理性的人,在我看来似乎没有领会到理性的力量 “它是何等伟大,又延伸至何处”,它统治和引导不是通过生硬或对抗性的强迫,而是通过温和的引导,这些引导能比任何强迫和暴力更有效地产生顺从和听话。
ἐπεὶ καὶ πνεῦμα δήπου καὶ νεῦρα καὶ ὀστᾶ καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος ἄλογʼ ἐστίν, ἀλλʼ ὅταν ὁρμὴ γένηται, σείσαντος ὥσπερ ἡνίας τοῦ λογισμοῦ, πάντα τέταται καὶ συνῆκται καὶ ὑπακούει·
因为,想必呼吸、神经、骨骼以及身体的其他部分都是无理性的,但当冲动产生时,当理智如拉动缰绳般使之震动时,一切都被拉紧、收缩并听从。
καὶ πόδες τε θεῖν διανοηθέντος εὔτονοι καὶ χεῖρες εἰς ἔργον καθίστανται βαλεῖν ἢ λαβεῖν ὁρμήσαντος ἄριστα δʼ ὁ ποιητὴς τὸ συμπαθοῦν καὶ συγκατασχηματιζόμενον τῷ λόγῳ τοῦ ἀλόγου παρίστησι διὰ τούτων
"
ὣς τῆς τήκετο καλὰ παρήια δάκρυ χεούσης,
κλαιούσης ἑὸν ἄνδρα παρήμενον· αὐτὰρ Ὀδυσσεὺς
θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,
ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος
ἀτρέμας ἐν βλεφάροισι, δόλῳ δʼ ὅ γε δάκρυα ἔκευθεν.
当人想要奔跑时,双脚就会紧绷;当人冲过去投掷或抓取时,双手便投入工作。 诗人通过这些诗句,最完美地展现了无理性之物与理性的共鸣与协同塑造: “因她哭泣,她那美丽的双颊融化了,她为身旁坐着的丈夫而哭泣;然而奥德修斯心中怜悯着哭泣的妻子,但他的双眼却如角或铁一般立着,在眼睑中一动不动,他用计谋隐藏了泪水。
"
οὕτως κατήκοον εἶχε τῆς κρίσεως καὶ τὸ πνεῦμα καὶ τὸ αἷμα καὶ τὸ δάκρυον.
” 他就是这样让他的呼吸、血液和泪水都顺从于他的判断。
δηλοῦσι δὲ καὶ παρὰ καλαῖς καὶ καλοῖς, ὧν οὐκ ἐᾷ λόγος οὐδὲ νόμος θιγεῖν, αἰδοίων φυγαὶ καὶ ἀναχωρήσεις ἡσυχίαν ἀγόντων καὶ ἀτρεμούντων.
在美丽的少年少女面前也是如此,理性和法律不允许触碰他们时,那些在他们安静不动时表现出的性器的退缩和收回便表明了这一点。
ὃ μάλιστα συμβαίνει τοῖς ἐρῶσιν, εἶτʼ ἀκούσασιν ὡς ἀδελφῆς ἐρῶντες ἢ θυγατρὸς ἠγνοήκασιν ἅμα γὰρ ἔπτηξε τὸ ἐπιθυμοῦν ἁψαμένου τοῦ λόγου καὶ τὸ σῶμα τὰ μέρη συνευσχημονοῦντα τῇ κρίσει παρέσχε.
这最常发生在情人身上,当他们后来听说他们一直在爱着(而之前不知晓)自己的姐妹或女儿时;因为,一旦理性触碰,欲望的部分便立即畏缩,肉体也使其各部分与判断保持一致而显得端庄。
σιτίοις γε μὴν πολλάκις καὶ ὄψοις μάλʼ ἡδέως προσενεχθέντες ἂν αἴσθωνται καὶ μάθωσιν αὑτοὺς τῶν μὴ καθαρῶν τι μηδὲ νομίμων ἐδηδοκότας, οὐ τῇ κρίσει μόνον ἐπιτίθεται τὸ λυποῦν καὶ δάκνον, ἀλλὰ καὶ τὸ σῶμα τῇ δόξῃ συνδιατρεπόμενον καὶ ἀναπιμπλάμενον ἔμετοι καὶ ἀνατροπαὶ ναυτιώδεις ἴσχουσι.
此外,即使在面对食物和美味佳肴时,人们常常吃得很愉快,但一旦他们察觉到并得知自己吃的是某种不洁或不合法的东西,不仅痛苦和愧疚会袭上他们的判断,连身体也会与观念同向改变并被充满,产生呕吐和恶心倒胃。
δέδοικα δὲ μὴ δόξαιμι παντάπασιν ἐπαγωγὰ καὶ νεαρὰ τῷ λόγῳ περαίνειν, ψαλτήρια διεξιὼν καὶ λύρας καὶ πηκτίδας καὶ αὐλοὺς, καὶ ὅσα μουσικῆς προσῳδὰ καὶ προσήγορα μηχανησαμένης ἀνθρωπίνοις πάθεσιν ἄψυχα συνήδεται καὶ συνεπιθρηνεῖ καὶ συνᾴδει καὶ συνακολασταίνει, τὰς κρίσεις ἀναφέροντα καὶ τὰ πάθη καὶ τὰ ἔθη τῶν χρωμένων.
然而,我担心我可能会显得完全在用诱人而新颖的论证来得出结论,如果我详细论述竖琴、里拉琴、七弦琴和笛子,以及所有音乐为人类情念所设计的主动应和的无生命乐器,它们伴随着使用者的判断、情念和习惯而同乐、同哀、同歌、同放纵。
καίτοι καὶ Ζήνωνά φασιν εἰς θέατρον ἀνιόντα κιθαρῳδοῦντος Ἀμοιβέως πρὸς τοὺς μαθητὰς
ἴωμεν
εἰπεῖν
ὅπως καταμάθωμεν οἵαν ἔντερα καὶ νεῦρα καὶ ξύλα καὶ ὀστᾶ λόγου καὶ ἀριθμοῦ μετασχόντα καὶ τάξεως ἐμμέλειαν καὶ φωνὴν ἀφίησιν
ἀλλὰ ταῦτʼ ἐάσας, ἡδέως ἂν αὐτῶν πυθοίμην, εἰ κύνας καὶ ἵππους καὶ ὄρνιθας οἰκουροὺς ὁρῶντες ἔθει καὶ τροφῇ καὶ διδασκαλίᾳ φωνὰς τε συνετὰς καὶ πρὸς λόγον ὑπηκόους κινήσεις καὶ σχέσεις ἀποδιδόντας καὶ πράξεις τὸ μέτριον καὶ τὸ χρήσιμον ἡμῖν ἐχούσας, Ὁμήρου τʼ ἀκούοντες τὸν Ἀχιλλέα λέγοντος
ὀτρύνειν ἵππους τε καὶ ἀνέρας
ἐπὶ τὴν μάχην, ἔτι θαυμάζουσι καὶ διαποροῦσιν εἰ τὸ θυμούμενον ἐν ἡμῖν καὶ ἐπιθυμοῦν καὶ λυπούμενον καὶ ἡδόμενον ὑπακούειν τε τῷ φρονοῦντι καὶ πάσχειν ὑπʼ αὐτοῦ καὶ συνδιατίθεσθαι πέφυκεν, οὐκ ἀποικοῦν οὐδʼ, ἀπεσχοινισμένον οὐδὲ πλασσόμενον ἔξωθεν οὐδὲ τυπούμενον ἀνάγκαις τισὶν ἢ πληγαῖς, ἀλλὰ φύσει μὲν ἐξηρτημένον ἀεὶ δʼ ὁμιλοῦν καὶ συντρεφόμενον καὶ ἀναπιμπλάμενον ὑπὸ συνηθείας διὸ καὶ καλῶς ὠνόμασται τὸ ἦθος·
而且,他们说连芝诺在前往剧场,听到阿摩意贝乌斯弹唱基萨拉琴时,也对他的弟子们说: “我们走,好让我们了解,内脏、神经、木头和骨骼在分享了理性、数字和秩序之后,会发出何种和谐与声音。 ” 但抛开这些不谈,我乐意向他们请教:当他们看到看门狗、马和家禽,通过习惯、食物和教导,发出可理解的声音,并做出顺从于理性的运动和姿态,且进行着对我们适度而有益的行为时;当他们听到荷马说阿喀琉斯 “驱使马匹和男子” 走向战斗时——他们是否仍然感到惊异和困惑,不相信我们内部的激情、欲望、悲伤和快乐,依本性是适合顺从于思考之物、受其影响并与之共同形成状态的? 它们并非居住在远方,亦非被隔开,亦非从外部被塑造,亦非被某种强迫或打击所烙印;而是依本性依附其上,始终与之交往、共同成长,并通过熟悉而被其充满。
ἔστι μὲν γάρ, ὡς τύπῳ εἰπεῖν; ποιότης τοῦ ἀλόγου τὸ ἦθος·
因此,“性格”(ethos)被很美地命名;因为性格,概括来说,是无理性部分的一种品质。
ὠνόμασται δʼ ὅτι τὴν ποιότητα ταύτην καὶ τὴν διαφορὰν ἔθει λαμβάνει τὸ ἄλογον ὑπὸ τοῦ λόγου πλαττόμενον, οὐ βουλομένου τὸ πάθος ἐξαιρεῖν παντάπασιν ʽ οὔτε γὰρ δυνατὸν οὔτʼ ἄμεινον̓, ἀλλʼ ὅρον τινὰ καὶ τάξιν ἐπιτιθέντος αὐτῷ καὶ τὰς ἠθικὰς, ἀρετάς, οὐκ ἀπαθείας οὔσας ἀλλὰ συμμετρίας παθῶν καὶ μεσότητας, ἐμποιοῦντος·
它被命名,是因为无理性部分在理性的塑造下,通过习惯(ethos)获得了这种品质和差异。 理性并不希望完全消除情念(因为这既不可能也不更好),而是为它设定了一定的界限和秩序,并灌输了道德德性,这些德性不是无情念(apatheia),而是情念的对称(调和)与中庸(mesotes)。
ἐμποιεῖ δὲ τῇ φρονήσει τὴν τοῦ παθητικοῦ δύναμιν εἰς ἕξιν ἀστείαν καθιστάς.
理性通过思虑灌输它们,将情欲的力量转化为优良的状态。
τρία γὰρ δὴ ταῦτά φασι περὶ τὴν ψυχὴν ὑπάρχειν, δύναμιν πάθος ἕξιν.
因为他们说,关于灵魂存在这三样东西:能力、情念、状态。
ἡ μὲν οὖν δύναμις ἀρχὴ καὶ ὕλη τοῦ πάθους, οἷον ὀργιλότης αἰσχυντηλία θαρραλεότης·
能力乃是情念的起点和原材料,例如易怒、羞怯、胆大。
τὸ δὲ πάθος κίνησίς τις ἤδη τῆς δυνάμεως, οἷον ὀργὴ αἰδὼς θάρσος ἡ δʼ ἕξις ἰσχὺς καὶ κατασκευὴ τῆς περὶ τὸ ἄλογον δυνάμεως ἐξ ἔθους ἐγγιγνομένη, κακία μὲν ἂν φαύλως δʼ ἂν καλῶς ὑπὸ τοῦ λόγου παιδαγωγηθῇ τὸ πάθος.
情念则是能力的实际运动,例如愤怒、羞耻、自信。 而状态则是无理性能力因习惯而产生的强度和结构,若情念被理性恶劣地引导,则成为恶德,若被良好地引导,则成为德性。