Humanitext Reader

普鲁塔克 · 论道德美德 §12

驳斥根除情念与论情念受调伏之用

第 12 段,共 12 段 · 希腊语

内容简介

作者指出理智的作用不在于根除情念,而在于驯服并引导其走向中庸,并通过各种比喻和引言阐明情念如何作为有益的辅助来加强美德。

§12καθόλου δὲ τῶν ὄντων αὐτοὶ τέ φασι καὶ δῆλόν ἐστιν, ὅτι τὰ μὲν ἕξει διοικεῖται τὰ δὲ φύσει τὰ δʼ ἀλόγῳ ψυχῇ, τὰ δὲ καὶ λόγον ἐχούσῃ καὶ διάνοιαν·
总的来说,正如他们自己所说且显而易见的那样,在存在的事物中,有些是由“状态”(hexis)支配的,有些是由“自然”(physis)支配的,有些是由非理性的灵魂支配的,还有些是由拥有理性和思考(dianoia)的灵魂支配的。
ὧν ὁμοῦ τι πάντων ὁ ἄνθρωπος μετέσχηκε καὶ γέγονεν ἐν πάσαις ταῖς εἰρημέναις διαφοραῖς· καὶ γὰρ ἕξει συνέχεται καὶ φύσει τρέφεται καὶ λόγῳ χρῆται καὶ διανοίᾳ.
人类几乎分有了所有这些,并存在于上述所有的差异之中;因为人类由状态所维系,由自然所滋养,并使用理性和思考。
μέτεστιν οὖν αὐτῷ καὶ τοῦ ἀλόγου, καὶ σύμφυτον ἔχει τὴν τοῦ πάθους ἀρχήν, οὐκ ἐπεισόδιον ἀλλʼ ἀναγκαίαν οὖσαν, οὐδʼ ἀναιρετέαν παντάπασιν ἀλλὰ θεραπείας καὶ παιδαγωγίας δεομένην.
因此,人类也分有了非理性的部分,并且天生拥有情念(pathos)的原理,这并非偶然生出的,而是必不可少的,也不是要完全予以根除的,而是需要照料和教导的。
ὅθεν οὐ Θρᾴκιον οὐδὲ Λυκούργειον τοῦ λόγου τὸ ἔργον ἐστί, συνεκκόπτειν καὶ συνδιαφθείρειν τὰ ὠφέλιμα τοῖς βλαβεροῖς τοῦ πάθους, ἀλλʼ ᾗπερ ὁ φυτάλμιος θεὸς καὶ ἡμερίδης, τὸ ἄγριον κολοῦσαι καὶ ἀφελεῖν τὴν ἀμετρίαν, εἶτα τιθασεύειν καὶ περιίστασθαι τὸ χρήσιμον.
因此,理性的工作不是色雷斯式的或吕库古式的,即将情念中有益的部分与有害的部分一起砍掉并共同摧毁,而是像培育植物、使之温和的神(狄奥尼索斯)那样,修剪野生的部分,除去过度的部分,然后加以驯服,并转为有用的部分。
οὔτε γὰρ οἶνον οἱ φοβούμενοι τὸ μεθύειν ἐκχέουσιν οὔτε πάθος οἱ δεδιότες τὸ ταρακτικὸν ἀναιροῦσιν ἀλλὰ κεραννύουσι.
因为害怕醉酒的人不会把酒倒掉,害怕动荡的人也不会根除情念,而是进行调和。
καὶ γὰρ καὶ βοῶν καὶ ἵππων τὰ πηδήματα καὶ τοὺς ἀφηνιασμοὺς οὐ τὰς κινήσεις οὐδὲ τὰς ἐνεργείας ἀφαιροῦσι· καὶ τοῖς πάθεσι δεδαμασμένοις χρῆται καὶ χειροήθεσιν ὁ λογισμός, οὐκ ἐκνευρίσας οὐδʼ ἐκτεμὼν παντάπασι τῆς ψυχῆς τὸ ὑπηρετικὸν· "ὑφʼ ἅρμασι γὰρ ἵππος" ὥς φησι Πίνδαρος " ἐν δʼ ἀρότρῳ βοῦς· κάπρῳ δὲ βουλεύοντα φόνον κύνα χρὴ τλάθυμον ἐξευρεῖν.
实际上,对于牛马的腾跃和挣脱缰绳的狂暴,人们并不会消除其运动或活动;理性也是在使用被驯服和温顺的情念,而没有完全削弱或割除灵魂中那服役的部分; “因为马在车下,” 正如品达所说, “而牛在犁中;要谋划杀死野猪,必须寻找坚韧不拔的猎犬。
" ὧν πολὺ χρησιμώτερα τὰ τῶν παθῶν θρέμματα τῷ λογισμῷ συμπαρόντα καὶ συνεπιτείνοντα ταῖς ἀρεταῖς· ὁ θυμὸς τῇ ἀνδρείᾳ μέτριος ὤν, ἡ μισοπονηρία τῇ δικαιοσύνῃ, καὶ ἡ νέμεσις ἐπὶ τοὺς παρʼ ἀξίαν εὐτυχοῦντας, ὅταν ἅμʼ ἀνοίᾳ καὶ ὕβρει φλεγόμενοι τὴν ψυχὴν ἐπισχέσεως δέωνται.
” 与这些(动物)相比,作为情念的被培育物,与理性随行并在美德上共同加强,要有用得多:在适度时,激情(thymos)之于勇敢,疾恶如仇之于公正,以及对不配享有幸福之人的义愤(nemesis),当他们由于愚昧和傲慢而灵魂燃烧需要遏制时。
φιλίας δὲ φιλοστοργίαν ἢ φιλανθρωπίας ἔλεον ἢ τὸ συγχαίρειν καὶ συναλγεῖν εὐνοίας ἀληθινῆς οὐδὲ βουλόμενος ἄν τις ἀποσπάσειεν οὐδʼ ἀποτήξειεν.
而对于友谊,即便有人想要剥离或融化天然的亲情,或对于博爱剥离怜悯,或对于真正的善意剥离同甘共苦,也无法做到。
εἰ δʼ οἱ τὸν ἔρωτα τῇ ἐρωτομανίᾳ συνεκβάλλοντες ἁμαρτάνουσιν, οὐδʼ οἱ τὴν ἐπιθυμίαν διὰ τὴν φιλαργυρίαν ψέγοντες κατορθοῦσιν ἀλλʼ ὅμοιόν τι πράττουσι τοῖς τὸ τρέχειν διὰ τὸ προσπταίειν καὶ τὸ βάλλειν διὰ τὸ ὑπερβάλλειν ἀναιροῦσι, καὶ πρὸς τὸ ᾄδειν τὸ παράπαν διὰ τὸ ἀπᾴδειν ἀπεχθῶς ἔχουσιν.
如果说那些将爱(eros)与狂爱共同驱逐的人犯了错误,那么那些因为贪财而指责欲望(epithymia)整体的人也没有做对。 相反,他们所做的就如同那些因为跌倒而废除跑步、因为越界而废除投掷、以及因为跑调而完全厌恶唱歌的人一样。
οἷον γὰρ ἐν φθόγγοις μουσικὴ τὸ ἐμμελὲς οὐκ ἀναιρέσει βαρύτητος καὶ ὀξύτητος, ἐν δὲ σώμασιν ἰατρικὴ τὸ ὑγιεινὸν οὐ φθορᾷ θερμότητος καὶ ψυχρότητος, ἀλλὰ συμμετρίαις καὶ ποσότησι κραθεισῶν ἀπεργάζεται, τοιοῦτον ἐν ψυχῇ τὸ νικῶν, ἐγγενομένης ὑπὸ λόγου ταῖς παθητικαῖς δυνάμεσι καὶ κινήσεσιν ἐπιεικείας καὶ μετριότητος.
因为,正如在乐音中,音乐产生和谐不是通过消灭低音和高音,而是在肉体中,医学产生健康不是通过消灭热和冷,而是通过将它们在适度的比例和数量中进行调和来实现的;同样,灵魂中占主导地位的东西(美德)也是这样产生的,即由理性在情念的能力和运动中带来中庸与适度。
οἰδοῦντι γὰρ ἔοικε καὶ φλεγμαίνοντι σώματι τὸ περιαλγοῦν καὶ περιχαρὲς καὶ περίφοβον τῆς ψυχῆς, οὐ τὸ χαῖρον οὐδὲ τὸ λυπούμενον οὐδὲ τὸ φοβούμενον.
因为极度痛苦、极度喜悦和极度恐惧的灵魂,就如同肿胀和发炎的肉体,而仅仅是喜悦、悲伤或恐惧的灵魂则不然。
καὶ καλῶς Ὅμηρος εἰπών " τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτε τι λίην ταρβεῖ " τὸν φόβον οὐκ ἀφεῖλεν ἀλλὰ τὸν ἄγαν φόβον, ὅπως ἀνδρεία μὴ ἀπόνοια καὶ θαρραλεότης μὴ θρασύτης γένηται.
荷马说得好: “好人的肤色既不改变,也不过分惧怕,” 他并非消除了恐惧,而是消除了过分的恐惧,以便勇敢不至于变成狂妄,大胆不至于变成鲁莽。
διὸ καὶ περὶ τὰς ἡδονὰς τὴν ἄγαν ἀφαιρετέον ἐπιθυμίαν καὶ περὶ τὰς ἀμύνας τὴν ἄγαν μισοπονηρίαν οὕτω γὰρ ὁ μὲν οὐκ ἀνάλγητος ἀλλὰ σώφρων, ὁ δὲ δίκαιος οὐκ ὠμὸς οὐδὲ πικρὸς ἔσται.
因此,在快乐方面应当消除过分的欲望,在防御方面应当消除过分的疾恶如仇;因为这样,前者将不会变得麻木,而是节制,而后者将变得公正,而不会变得残忍和刻薄。
τῶν δὲ παθῶν παντάπασιν ἀναιρεθέντων, εἰ καὶ δυνατόν ἐστιν, ἐν πολλοῖς ἀργότερος; ὁ λόγος καὶ ἀμβλύτερος, ὥσπερ κυβερνήτης, πνεύματος ἐπιλιπόντος.
但是,如果情念被完全消除,即便这是可能的,理性在许多事情上也会变得更加懒散和迟钝,就像风平浪静时的舵手一样。
ταῦτα δʼ ἀμέλει καὶ οἱ νομοθέται συνιδόντες ἐμβάλλουσιν εἰς τὰς πολιτείας καὶ φιλοτιμίαν καὶ ζῆλον πρὸς ἀλλήλους· πρὸς δὲ τοὺς πολεμίους καὶ σάλπιγξι καὶ αὐλοῖς ἐπεγείρουσι καὶ αὔξουσι τὸ θυμοειδὲς καὶ μάχιμον.
立法者们显然也意识到了这一点,并将其引入城邦,从而在人们之间激发起荣誉感和竞争心;而面对敌人,他们则用军号和笛声唤醒并增强其血气和战斗力。
οὐ γὰρ μόνον ἐν ποιήμασιν, φησιν ὁ Πλάτων, τὸν τεχνίτην καὶ διηκριβωμένον ὁ μουσόληπτος καὶ κατάσχετος ἀποδείκνυσι γελοῖον, ἀλλὰ καὶ περὶ τὰς μάχας τὸ παθητικὸν καὶ τὸ ἐνθουσιῶδες ἀνυπόστατόν ἐστι καὶ ἀήττητον· ὃ καὶ τοὺς θεοὺς Ὅμηρος ἐμποιεῖν φησι τοῖς ἀνθρώποις, "ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν· " καὶ "οὐχ ὃ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται· " καθάπερ ὅρμημα τῷ λογισμῷ καὶ ὄχημα τὸ πάθος προστιθέντας.
因为正如柏拉图所说,被缪斯眷顾且神魂超拔的人,不仅在诗作中让技术精湛且严谨的匠人显得滑稽,而且在战斗中,那情念的和热狂的元素也是不可阻挡、不可战胜的;荷马也称神将这些赋予了人类: “他这样说着,在众民的牧者心中吹入了大能,” 以及 “他这样狂热,绝非没有神的相助,” 就好像神在理智中添加了情念,作为冲力和载具一般。
αὐτούς γε μὴν τούτους ὁρᾶν ἔστι πολλάκις μὲν ἐπαίνοις τοὺς νέους παρορμῶντας πολλάκις δὲ νουθεσίαις κολάζοντας· ὧν τῷ μὲν ἕπεται τὸ ἥδεσθαι τῷ δὲ τὸ λυπεῖσθαι·
事实上,我们常常能看到这些立法者频频用赞美来激励年轻人,用规劝来惩治他们;前者伴随着快乐,后者伴随痛苦。
καὶ γὰρ ἡ νουθεσία καὶ ὁ ψόγος ἐμποιεῖ μετάνοιαν καὶ αἰσχύνην, ὧν τὸ μὲν λύπη τῷ γένει τὸ δὲ φόβος ἐστί· καὶ τούτοις μάλιστα χρῶνται πρὸς τὰς ἐπανορθώσεις.
因为规劝和责备产生悔恨和羞耻,其中前者在属上是痛苦,后者是恐惧;而且他们最常用这些来进行纠正。
ᾗ καὶ Διογένης, ἐπαινουμένου Πλάτωνος, τί δʼ ἐκεῖνος εἶπεν ἔχει σεμνόν, ὃς τοσοῦτον χρόνον φιλοσοφῶν οὐδένα λελύπηκεν οὐ γὰρ οὕτω τὰ μαθήματα φαίη τις ἄν, ὡς ἔλεγε Ξενοκράτης, λαβὰς εἶναι φιλοσοφίας, ὡς τὰ πάθη τῶν νέων, αἰσχύνην ἐπιθυμίαν μετάνοιαν ἡδονὴν λύπην φιλοτιμίαν ὧν ἐμμελῆ καὶ σωτήριον ἁφὴν ἁπτόμενος ὁ λόγος καὶ ὁ νόμος εἰς τὴν προσήκουσαν ὁδὸν ἀνυσίμως καθίστησι τὸν νέον.
因此,第欧根尼在柏拉图受到赞赏时也说: “他有什么值得敬重的,他哲学了这么久,却从未让任何人痛苦过? ” 因为人们不会像色诺克拉底所说的那样,认为各门学科是哲学的把手,而是年轻人的情念:羞耻、欲望、悔恨、快乐、痛苦、荣誉感;当理性和法律对这些情念进行和谐且有益的触碰时,就会有效地将年轻人引导到适当的道路上。
ὥστε μὴ κακῶς εἰπεῖν τὸν Λάκωνα παιδαγωγόν, ὅτι ποιήσει τὸν παῖδα τοῖς καλοῖς ἣδεσθαι καὶ ἄχθεσθαι τοῖς αἰσχροῖς, οὗ μεῖζον οὐδέν ἐστιν οὐδὲ κάλλιον ἀποφῆναι τέλος ἐλευθέρῳ προσηκούσης; παιδείας.
因此,斯巴达的教育导师说得没错:“我将使孩子为美的事物而高兴,为丑恶的事物而痛苦”,没有比这更大、更美的目的,能够展现给适合自由人的教育了。

词汇与语法注释

  1. 15ὅτι τὰ μὲν ἕξει διοικεῖται — 在由 ὅτι 引导的名词从句中,存在物的支配原理分为四个阶段呈现。与格词 ἕξει(状态)、φύσει(自然)、ἀλόγῳ ψυχῇ(非理性灵魂)以及 λόγον ἐχούσῃ καὶ διάνοιαν(拥有理性和思考的灵魂)并列,表示支配的手段或标准。在语境中,主句的动词 διοικεῖται(被支配)在后三个名词短语(τὰ δὲ φύσει...)中被省略。
  2. 451cοὐ Θρᾴκιον οὐδὲ Λυκούργειον — 在此语境中,吕库古并非指斯巴达的立法者,而是指神话中的色雷斯国王,他在试图取缔狄奥尼索斯崇拜时,误将自己的腿当成葡萄藤砍断。派生的形容词 Θρᾴκιον(色雷斯式的)和 Λυκούργειον(吕库古式的)隐喻了因过度敌意而将有益之物与有害之物一同连根拔起的毁灭性行为,它们作为不定式短语 συνεκκόπτειν καὶ συνδιαφθείρειν(砍掉并共同摧毁)的表语,该不定式短语在句中充当主语。
  3. 451eὧν πολὺ χρησιμώτερα τὰ τῶν παθῶν θρέμματα — 关系代词属格 ὧν 的先行词是前文品达引言中提到的有用动物(马、牛、狗),它作为比较属格,与比较级 χρησιμώτερα(更有用的)连用。主语是 τὰ τῶν παθῶν θρέμματα(情念的被培育物),文中指出,通过与理智相伴(συμπαρόντα)并在美德上共同加强(συνεπιτείνοντα),它们能够比前述的役使动物更有效地协助理智。
  4. 452dοὐ γὰρ οὕτω τὰ μαθήματα... ὡς τὰ πάθη τῶν νέων — 该句采用了 οὐχ οὕτως... ὡς(与其说是……不如说是……)的句式。色诺克拉底将学术研究(τὰ μαθήματα)称为哲学的“把手”(λαβὰς),而作者则主张,通过理智和法律引导的年轻人的“情念”(τὰ πάθη)才是真正的把手。在此比较结构中,谓语部分 λαβὰς εἶναι φιλοσοφίας 也被补充用于 ὡς 之后的的主语 τὰ πάθη τῶν νέων。

引用这一段

普鲁塔克, 论道德美德 §12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg094.humanitext-grc2:12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。