Humanitext Reader

普鲁塔克 · 论德尔斐神谕为何不再用诗体发布 §26-28

古代神谕隐晦之必要与当代的简朴问答

第 13 段,共 14 段 · 希腊语

内容简介

阐明了过去由于国家和统治者的重大政治抉择,神谕需要带有暗示和隐晦色彩的原因,并对比了现代和平安宁环境下简单平实的问答,同时赞扬了皮提娅重真理而非名声的品质。

§26οὐ τοίνυν θαυμάσαιμʼ ἄν, εἰ διπλόης τινὸς ἔδει καὶ περιαγωγῆς καὶ ἀσαφείας ἔστιν ὅτε τοῖς παλαιοῖς.
因此,如果古人有时确实需要某种双关、迂回和晦涩,我并不会感到惊讶。
οὐ γὰρ ὁ δεῖνα μὰ Δία κατέβαινε περὶ ὠνῆς ἀνδραπόδου χρησόμενος οὐδʼ ὁ, δεῖνα περὶ ἐργασίας, ἀλλὰ πόλεις μέγα δυνάμεναι καὶ βασιλεῖς καὶ τύραννοι μέτριον οὐδὲν φρονοῦντες ἐνετύγχανον τῷ θεῷ περὶ πραγμάτων οὓς ἀνιᾶν καὶ παροξύνειν ἀπεχθείᾳ πολλὰ τῶν ἀβουλήτων ἀκούοντας οὐκ ἐλυσιτέλει τοῖς περὶ τὸ χρηστήριον.
因为,指天发誓,当时绝非随随便便某个人下到神庙来询问关于购买奴隶的事,也不是某个人来询问关于生意的事,而是强大的城邦、心怀大志的国王与僭主们,为了重大的事务来向神请教。 让他们听到许多违背意愿的话,从而感到痛苦、因敌意而激怒他们,这对神谕所周围的人来说并无益处。
οὐ πείθεται γὰρ ὁ θεὸς τῷ Εὐριπίδῃ ὥσπερ νομοθετοῦντι καὶ λέγοντι " Φοῖβον ἀνθρώποις μόνον χρῆν θεσπιῳδεῖν.
因为神并不听从欧里庇得斯,仿佛他是立法者一般,当其说道: “菲比斯应当只为人类进行预言。
" χρώμενος δὲ θνητοῖς ὑπηρέταις καὶ προφήταις, ὧν κήδεσθαι προσήκει καὶ φυλάττειν, ὅπως; ὑπʼ ἀνθρώπων οὐκ ἀπολοῦνται πονηρῶν θεῷ λατρεύοντες, ἀφανίζειν μὲν οὐ θέλει τἀληθές, παρατρέπων δὲ τὴν δήλωσιν αὐτοῦ καθάπερ αὐγὴν ἐν τῇ ποιητικῇ πολλὰς; ἀνακλάσεις λαμβάνουσαν καὶ πολλαχοῦ περισχιζομένην, ἀφῄρει τὸ ἀντίτυπον αὐτοῦ καὶ σκληρόν.
” 神使用必死的仆役和先知,理应关怀并保护他们,使他们在侍奉神的过程中不致被邪恶的人所毁灭;神并不想隐瞒真理,但通过在诗歌中转变真理的呈现方式,使其如同光线经受多次折射并在多处散开一样,从而消除了其反弹和生硬。
ἐχρῆν δʼ ἄρα καὶ τυράννους ἀγνοῆσαι καὶ πολεμίους μὴ προαισθέσθαι.
而且,毕竟也有必要让僭主们一无所知,并让敌人们无法预先察觉。
τούτοις οὖν περιέβαλεν ὑπονοίας καὶ ἀμφιλογίας, αἳ πρὸς ἑτέρους ἀποκρύπτουσαι τὸ φραζόμενον, οὐ διέφευγον αὐτοὺς οὐδὲ παρεκρούοντο τοὺς δεομένους καὶ προσέχοντας ὅθεν εὐηθέστατός ἐστιν ὁ τῶν πραγμάτων ἑτέρων γεγονότων, εἰ μηκέτι τὸν αὐτὸν ἡμῖν τρόπον ἀλλʼ ἕτερον οἴεται δεῖν βοηθεῖν ὁ θεός, ἐγκαλῶν καὶ συκοφαντῶν.
因此,神将神谕包裹在暗示和多义性中,这些暗示和多义性虽然对其他人隐瞒了所说的事,但并未脱离或欺骗那些求问并专注其中的人。 所以,当事物已经改变,神认为不应再用同样的方式,而应当用另一种方式来帮助我们时,却还要去指责和诽谤神,这样的人是最为愚蠢的。
§27ἔτι τοίνυν οὐδὲν ἀπὸ ποιητικῆς λόγῳ χρησιμώτερον ὑπάρχει τοῦ δεθέντα μέτροις τὰ φραζόμενα καὶ συμπλακέντα μᾶλλον μνημονεύεσθαι καὶ κρατεῖσθαι.
此外,在语言方面,诗歌没有比这更有用的了:通过韵律的约束,所表达的事物被更紧密地交织在一起,从而更容易被记忆和掌握。
τοῖς μὲν οὖν τότε πολλὴν ἔδει μνήμην παρεῖναι πολλὰ γὰρ ἐφράζετο καὶ τόπων σημεῖα καὶ πράξεων καιροὶ καὶ θεῶν ἱερὰ διαποντίων καὶ ἡρώων ἀπόρρητοι θῆκαι καὶ δυσεξεύρετοι μακρὰν ἀπαίρουσι τῆς Ἑλλάδος.
对于当时的人们来说,确实需要具备极强的记忆力,因为神谕宣示了许多土地的标记、行动的时机、海外神明的祭祀,以及那些远离希腊出航的英雄们隐秘且难以寻找的墓地。
ἴστε γὰρ τὸν χῖον καὶ Κρήτινον καὶ Νήσιχον καὶ Φάλανθον, ἄλλους τε πολλοὺς ἡγεμόνας στόλων ὅσοις ἔδει τεκμηρίοις ἀνευρεῖν τὴν διδομένην ἑκάστῳ καὶ προσήκουσαν ἵδρυσιν·
因为你们知道那位希奥斯人、克里蒂诺斯、内西科斯和法兰托斯,以及许多其他的船队首领,他们需要凭借多少证据才能找到赐予每个人的、适宜的定居地。
ὧν ἔνιοι καὶ διημάρτανον, ὥσπερ Βάττος.
他们中有些人甚至完全搞错了,就像巴托斯一样。
ἔδοξε γὰρ ἐκπεσεῖν οὐ καταλαβὼν ἐφʼ ὃν ἐπέμφθη τόπον· εἶθʼ ἧκε δεύτερον ποτνιώμενος.
因为他似乎在未能到达被派遣去的地方的情况下漂流,随后他第二次哀求着前来。
ὑπειπὼν οὖν ὁ θεὸς " αἰ τὺ ἐμεῦ Λιβύαν μαλοτρόφον οἶσθας ἄρειον, μὴ ἐλθὼν ἐλθόντος, ἄγαν ἄγαμαι σοφίην σευ·
于是神暗示道: “如果你这个未曾去过的人,比我这个去过的人,还要更了解哺育羊群的利比亚,我真是太赞赏你的智慧了。
" οὕτω πάλιν αὐτὸν ἐξέπεμψε.
” 于是神就这样再次将他派去。
Λύσανδρος δὲ καὶ παντάπασιν ἀγνοήσας τὸν Ὀρχαλίδην λόφον καὶ Ἀλώπεκον προσαγορευόμενον καὶ τὸν Ὁπλίτην ποταμὸν "γῆς τε δράκονθʼ υἱὸν δόλιον κατόπισθεν ἰόντα," μάχῃ κρατηθεὶς ἔπεσεν ἐν τοῖς τόποις ἐκείνοις ὑπὸ Νεοχώρου Ἁλιαρτίου ἀνδρὸς ἀσπίδα φοροῦντος ἐπίσημον ὄφιν ἔχουσαν.
而吕山德则完全不知道奥查利德斯山丘,它也被称为阿洛佩克斯(狐狸),以及霍普利特斯河,还有: “大地的狡黠之子,一条在后方跟从的蛇,” 他在战斗中被击败,并在那些地方倒下,被哈利亚尔托斯人涅奥科罗斯所杀,那人拿着用蛇作盾徽的盾牌。
ἄλλα δὲ τοιαῦτα πολλὰ δυσκάθεκτα καὶ δυσμνημόνευτα τῶν παλαιῶν διεξιέναι πρὸς ὑμᾶς εἰδότας οὐκ ἀναγκαῖόν ἐστι.
至于其他许多古人那些难以把握且难以记忆的事迹,对于已经知晓的你们,便没有必要一一详述了。
§28τὰ δὲ νῦν πράγματα καθεστῶτα, περὶ ὧν ἐρωτῶσι τὸν θεόν, ἀγαπῶ μὲν ἔγωγε καὶ ἀσπάζομαι·
至于如今已安定下来的、人们以此询问神的事务,我个人是非常欣喜和欢迎的。
πολλὴ γὰρ εἰρήνη καὶ ἡσυχία, πέπαυται δὲ πόλεμος, καὶ πλάναι καὶ στάσεις οὐκ εἰσὶν οὐδὲ τυραννίδες, οὐδʼ ἄλλα νοσήματα καὶ κακὰ τῆς Ἑλλάδος ὥσπερ πολυδυνάμων φαρμάκων χρῄζοντα καὶ περιττῶν.
因为有着极大的和平与安宁,战争已经平息,也没有了流离失所和内讧,亦无僭主政治,也没有希腊的其他病症和灾祸,像那些需要多重强效药物和非常手段治疗的病症一样。
ὅπου δὲ ποικίλον οὐδὲν οὐδʼ ἀπόρρητον οὐδὲ δεινόν, ἀλλʼ ἐπὶ πράγμασι μικροῖς καὶ δημοτικοῖς ἐρωτήσεις οἷον ἐν σχολῇ προτάσεις εἰ γαμητέον εἰ πλευστέον εἰ δανειστέον τὰ δὲ μέγιστα πόλεων μαντεύματα φορᾶς καρπῶν πέρι καὶ βοτῶν ἐπιγονῆς καὶ σωμάτων ὑγιείας·
在没有复杂、隐秘或可怕事物的地方,而只是关于微小、平民化事务的询问,就像学校里的练习题一样,比如:是否应当结婚是否应当航海是否应当借贷而城邦最重大的预言,也不过是关于作物的收成、牲畜的繁衍以及身体的健康。
ἐνταῦθα περιβάλλειν μέτρα καὶ πλάττειν περιφράσεις καὶ γλώσσας ἐπάγειν πύσμασιν ἁπλῆς καὶ συντόμου δεομένοις ἀποκρίσεως, ἔργον ἐστὶ φιλοτίμου σοφιστοῦ καλλωπίζοντος ἐπὶ δόξῃ χρηστήριον.
在这些情况下,将神谕包裹在韵律中,制造迂回的表达,并将古语强加给需要简单和简短回答的提问,这只是爱慕虚荣的诡辩家为了名声而粉饰神谕所的所为。
ἡ δὲ Πυθία καὶ καθʼ αὑτὴν μέν ἐστι γενναία τὸ ἦθος, ὅταν δʼ ἐκεῖ κατέλθῃ καὶ γένηται παρὰ τῷ θεῷ, πλέον ἀληθείας ἢ δόξης ἐκείνῃ μέλει καὶ ἀνθρώπων ἐπαινούντων ἢ ψεγόντων.
但皮提娅即使单凭自身,也是性格高尚的,当她下到那里、处于神的身边时,她关心的更多是真理,而非名声或人们的赞扬与指责。

词汇与语法注释

  1. 407dοὐ γὰρ ὁ δεῖνα μὰ Δία κατέβαινε περὶ ὠνῆς ἀνδραπόδου χρησόμενος — 此处由 οὐ γὰρ ... ἀλλά...(“因为不是……而是……”)构成了强烈的对比句式。代词 ὁ δεῖνα(“某某”、“某人”)重复出现,强调了古时的神谕并非为了个人日常琐事,而是为了城邦和统治者的重大政治决策而求问的。
  2. 407eὧν κήδεσθαι προσήκει καὶ φυλάττειν — 关系代词 ὧν 指代先行词 ὑπηρέταις καὶ προφήταις(仆役和先知)。在接续的不定式中,κήδεσθαι(关怀)支配属格,而 φυλάττειν(保护)通常支配宾格。此处 ὧν 作为共同的连接纽带,而在后一个动词中则省略了宾格代词(αὐτού斯)。
  3. 407eἐχρῆν δʼ ἄρα καὶ τυράννους ἀγνοῆσαι — 非人称动词的过去式 ἐχρῆν(“理应”、“有必要”)支配了一个宾格加不定式(A.C.I.)结构,其中 τυράννους 和 πολεμίους 作为不定式 ἀγνοῆσαι 和 μὴ προαισθέσθαι 的主语。这表达了政治上的必要性,即神之所以使神谕变得模糊的原因。
  4. 408aὧν ἔνιοι καὶ διημάρτανον, ὥσπερ Βάττος — 关系代词属格 ὧν 指代前文中的 ἡγεμόνας στόλων(船队首领),属于关系从句的连续用法。ὧν ἔνιοι(“他们中的一些人”)作主语,修饰动词 διημάρτανον(“搞错”、“失败”)。
  5. 408cἔργον ἐστὶ φιλοτίμου σοφιστοῦ καλλωπίζοντος — 谓语部分 ἔργον ἐστὶ(“是……的任务/行为”)与表示特征、属性的属格(φιλοτίμου σοφιστοῦ)结合。它作为主语不定式短语(περιβάλλειν, πλάττειν, ἐπάγειν)的谓语,意为“(做这些事)是爱慕虚荣的诡辩家所为”。

引用这一段

普鲁塔克, 论德尔斐神谕为何不再用诗体发布 §26-28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg091.humanitext-grc2:26-28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。