Humanitext Reader

普鲁塔克 · 论德尔斐神谕为何不再用诗体发布 §29-30

简明神谕的辩护与德尔斐的复兴

第 14 段,共 14 段 · 希腊语

内容简介

叙述者辩护了神谕走向简单朴素的转变,指出德尔斐的复兴正是神明临在的明证,并批判了那些因神谕简单而进行指责的人的幼稚心理。

§29ἔδει δʼ ἴσως καὶ ἡμᾶς ἔχειν οὕτως· νῦν δʼ ὥσπερ ἀγωνιῶντες καὶ δεδιότες, μὴ τρισχιλίων ἐτῶν ἀποβάλῃ δόξαν ὁ τόπος καὶ τοῦ χρηστηρίου καθάπερ σοφιστοῦ διατριβῆς ἀποφοιτήσωσιν ἔνιοι καταφρονήσαντες, ἀπολογούμεθα καὶ πλάσσομεν αἰτίας καὶ λόγους ὑπὲρ ὧν οὔτʼ ἴσμεν οὔτʼ εἰδέναι προσῆκον ἡμῖν ἐστι· παραμυθούμενοι τὸν ἐγκαλοῦντα καὶ πείθοντες, οὐ χαίρειν ἐῶντες· "αὐτῷ γάρ οἱ πρῶτον ἀνιηρώτερον ἔσται" τοιαύτην ἔχοντι περὶ τοῦ θεοῦ δόξαν·
或许我们也应当抱有这样的态度;但现在,我们仿佛在焦虑和恐惧,害怕这个地方失去三千年的名声,害怕有些人因蔑视神谕所而离去,就像离开诡辩家的讲堂一样,于是我们进行辩解,并为那些我们既不知道、也不该知道的事情编造原因和解释,以此来安抚并说服指责者,而不肯随他们去; “因为他自己首先会感到更加痛苦,” 对于一个对神抱有如此看法的人来说。
ὥστε ταυτὶ μὲν τὰ προγεγραμμένα τῶν σοφῶν τό γνῶθι σαυτόν καὶ τὸ μηδὲν ἄγαν ἀποδέχεσθε καὶ θαυμάζειν οὐχ ἣκιστα διὰ τὴν βραχυλογίαν ὡς πυκνὸν καὶ σφυρήλατον νοῦν ἐν ὀλίγῳ περιέχουσαν ὄγκῳ, τοὺς δὲ χρησμοὺς ὅτι συντόμως καὶ ἁπλῶς καὶ διʼ εὐθείας τὰ πλεῖστα φράζουσιν αἰτιᾶσθε.
因此,尽管你们接受并赞赏这些写在前面的智者格言,即“认识你自己” 与“凡事勿过度”,尤其因为其简短,认为在微小的篇幅中包含着紧凑而锤炼过的思想,但你们却指责神谕,因为它们大都简短、简单且直接地表达。
καὶ τὰ τοιαῦτα μὲν ἀποφθέγματα τῶν σοφῶν ταὐτὸν τοῖς εἰς στενὸν συνθλιβεῖσι πέπονθε ῥεύμασιν οὐ γὰρ ἔχει τοῦ νοῦ δίοψιν οὐδὲ διαύγειαν, ἀλλʼ ἐὰν σκοπῇς τί γέγραπται καὶ λέλεκται περὶ αὐτῶν τοῖς ὅπως ἕκαστον ἔχει βουλομένοις καταμαθεῖν, οὐ ῥᾳδίως τούτων λόγους ἑτέρους εὑρήσεις μακροτέρους.
而智者的此类格言,其遭遇正如被压缩进狭窄水道的急流一般:因为它们并不具备思想的透视与清晰,但如果你去观察那些渴望理解其确切含义的人们针对这些格言所写所说的话,你绝不会轻易找到比这更长的其他论述。
ἡ δὲ τῆς Πυθίας διάλεκτος, ὥσπερ οἱ μαθηματικοὶ γραμμὴν εὐθεῖαν καλοῦσι τὴν ἐλαχίστην τῶν ταὐτὰ πέρατʼ ἐχουσῶν, οὕτως οὐ ποιοῦσα καμπὴν οὐδὲ κύκλον οὐδὲ διπλόην οὐδʼ ἀμφιβολίαν ἀλλʼ εὐθεῖα πρὸς τὴν ἀλήθειαν οὖσα πρὸς δὲ πίστιν ἐπισφαλὴς καὶ ὑπεύθυνος οὐδένα καθʼ αὑτῆς ἔλεγχον ἄχρι νῦν παραδέδωκεν, ἀναθημάτων δὲ καὶ δώρων ἐμπέπληκε βαρβαρικῶν καὶ Ἑλληνικῶν τὸ χρηστήριον, οἰκοδομημάτων δʼ ἐκαλλώπισε κάλλεσι καὶ κατασκευαῖς Ἀμφικτυονικαῖς.
但皮提娅的语言,正如数学家将两端相同且最短的线称为直线一样,它同样不作弯曲、不画圆圈、没有双关,也无歧义,而是直接面向真理。 虽然在信任方面它显得不稳定且要承担责任,但直到如今,它从未留下任何反对自身的反驳,反而用异族和希腊人的献纳物与礼物填满了神谕所,并用同盟会议的建筑之美与设施装点了它。
ὁρᾶτε δήπουθεν αὐτοὶ πολλὰ μὲν ἐπεκτισμένα τῶν πρότερον οὐκ ὄντων, πολλὰ δʼ ἀνειλημμένα τῶν συγκεχυμένων καὶ διεφθαρμένων.
你们自己想必也看到,许多以前不存在的建筑被新建,许多混乱和损毁的建筑被修复。
ὡς δὲ τοῖς εὐθαλέσι τῶν δένδρων ἕτερα παραβλαστάνει, καὶ τοῖς Δελφοῖς ἡ Πυλαία συνηβᾷ καὶ συναναβόσκεται, διὰ τὰς ἐντεῦθεν εὐπορίας σχῆμα λαμβάνουσα καὶ μορφὴν καὶ κόσμον ἱερῶν καὶ συνεδρίων καὶ ὑδάτων οἷον ἐν χιλίοις ἔτεσι τοῖς πρότερον οὐκ ἔλαβεν.
正如在茂盛的树木旁会生出其他新芽,近邻同盟会议也与德尔斐一同重焕青春、共同汲取养分,因德尔斐的富足而获得了神殿、会议厅以及水源的轮廓、形态和装饰,这在以前的一千年中是未曾有过的。
οἱ μὲν οὖν περὶ τὸ Γαλάξιον τῆς Βοιωτίας κατοικοῦντες ᾔσθοντο τοῦ θεοῦ τὴν ἐπιφάνειαν ἀφθονίᾳ καὶ περιουσίᾳ γάλακτος " προβάτων γὰρ ἐκ πάντων κελάρυξεν, ὡς ἀπὸ κρηνᾶν φέρτατον ὕδωρ, θάλεον γάλα· τοὶ δʼ ἐπίμπλων ἐσσύμενοι πίθους· ἀσκὸς δʼ οὐδέ τις ἀμφορεὺς ἐλίνυʼ ἐν δόμοις, πέλλαι γὰρ ξύλινοί τε πίθοι πλᾶσθεν ἅπαντες.
当时,居住在波奥蒂亚加拉克西翁附近的人们,因牛奶的丰沛与溢出而感知到了神的显现: “因为从所有的羊身上都涌出了鲜乳,如同泉水中最美妙的水,人们急忙装满陶罐;屋里没有一个皮袋或双耳瓶能闲着,因为木桶和木罐全都装满了。
" ἡμῖν δὲ λαμπρότερα καὶ κρείττονα καὶ σαφέστερα σημεῖα τούτων ἀναδίδωσιν, ὥσπερ ἐξ αὐχμοῦ τῆς πρόσθεν ἐρημίας καὶ πενίας εὐπορίαν καὶ λαμπρότητα καὶ τιμὴν πεποιηκώς.
” 而神向我们展示了比这更辉煌、更美好、更清晰的迹象,仿佛从先前的荒凉与贫困的干旱中,创造出了富足、辉煌与荣耀。
καίτοι φιλῶ μὲν ἐμαυτὸν ἐφʼ οἷς ἐγενόμην εἰς τὰ πράγματα ταῦτα πρόθυμος καὶ χρήσιμος μετὰ Πολυκράτους καὶ Πετραίου, φιλῶ δὲ τὸν καθηγεμόνα ταύτης τῆς πολιτείας γενόμενον ἡμῖν καὶ τὰ πλεῖστα τούτων ἐκφροντίζοντα καὶ παρασκευάζοντα ἀλλʼ οὐκ ἔστιν ἄλλως ὅτι τηλικαύτην καὶ τοσαύτην μεταβολὴν ἐν ὀλίγῳ χρόνῳ γενέσθαι διʼ ἀνθρωπίνης ἐπιμελείας, μὴ θεοῦ παρόντος ἐνταῦθα καὶ συνεπιθειάζοντος τὸ χρηστήριον.
然而,对于能与波利克拉特斯和佩特拉奥斯一起,热心且有益地参与到这些事务中,我确实为自己感到自豪;我也为那位成为我们这一公共事务的引领者、并为这些事情中的大部分进行深思熟虑和筹备的人感到自豪。 但是,若非神临在于此,并共同赋予神谕所神圣的灵感,在如此短的时间内仅凭人类的关怀是决不可能发生如此巨大和如此多变化的。
§30ἀλλʼ ὥσπερ ἐν τοῖς τότε χρόνοις ἦσαν οἱ τὴν λοξότητα τῶν χρησμῶν καὶ ἀσάφειαν αἰτιώμενοι, καὶ νῦν εἰσὶν οἱ τὸ λίαν ἁπλοῦν συκοφαντοῦντες.
但是,正如在当时的时代,有人指责神谕的曲折与晦涩一样,现在也有人对那过于简单的神谕进行诽谤。
ὧν παιδικόν ἐστι κομιδῇ καὶ ἀβέλτερον τὸ πάθος·
他们的这种情感完全是幼稚和愚蠢的。
ὡς γὰρ οἱ παῖδες ἴριδας μᾶλλον καὶ ἅλως καὶ κομήτας ἢ σελήνην καὶ ἥλιον ὁρῶντες γεγήθασι καὶ ἀγαπῶσι, καὶ οὗτοι τὰ αἰνίγματα καὶ τὰς ἀλληγορίας καὶ τὰς μεταφορὰς τῆς μαντικῆς ἀνακλάσεις οὔσας πρὸς τὸ θνητὸν καὶ φανταστικόν, ἐπιποθοῦσι κἂν τὴν αἰτίαν μὴ ἱκανῶς πύθωνται τῆς μεταβολῆς, ἀπίασι τοῦ θεοῦ καταγνόντες, οὐχ ἡμῶν οὐδʼ αὑτῶν ὡς ἀδυνάτων ὄντων ἐξικνεῖσθαι τῷ λογισμῷ πρὸς τὴν τοῦ θεοῦ διάνοιαν.
因为正如孩子们看到彩虹、日晕和彗星,比看到月亮和太阳更加高兴和喜爱一样,这些人也渴望神谕中的谜语、寓言和比喻,认为这些是折射到凡人感官和想象力上的光芒。 如果他们不能充分了解这一改变的原因,他们就会在谴责神之后离去,而不是谴责我们或他们自己,认为自己无法用理性去达到神的意图。

词汇与语法注释

  1. 408dἔχειν οὕτως — 指代前文中皮提娅的态度(比起名声更看重真理),意为“处于这种状态”。它是非人称动词 `ἔδει` 的不定式主语,`ἡμᾶς` 为其逻辑主语。
  2. 408fοὐ ῥᾳδίως τούτων λόγους ἑτέρους εὑρήσεις μακροτέρους — 伴有比较级 `μακροτέρους` 的句式。`τούτων` 是比较属格,指代关于这些格言所作的论述。直译为“你不会轻易找到比这些更长的其他论述”,反讽地说明关于智者简短格言的注释和解释性讨论实际上极其冗长。
  3. 409cοὐκ ἔστιν ἄλλως ὅτι — 表示强烈否定断言的惯用表达。`ὅτι` 引导名词性从句,起主语(或同位语)作用,意为“……这件事绝无其他可能(即是不可能的)”。与后文的条件状语 `μὴ θεοῦ παρόντος...`(“若非神临在”)相结合,强调了神明临在的绝对必要性。
  4. 409cὧν — 关系代名词的连接用法(起指示代词作用)。其先行词为前一句中“诽谤过于简单者”,在句中充当所有格属格,修饰主句的主语 `τὸ πάθος`(情感、倾向)。

引用这一段

普鲁塔克, 论德尔斐神谕为何不再用诗体发布 §29-30. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg091.humanitext-grc2:29-30

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。