Humanitext Reader

普鲁塔克 · 论德尔斐神谕为何不再用诗体发布 §24-25

转向散文带来的明晰与韵律衰退之因

第 12 段,共 14 段 · 希腊语

内容简介

叙述了历史、哲学及德尔斐神谕由诗歌转向散文的历史过程,阐明这一转变如何带来明晰性,并指出韵律的衰退与江湖骗子滥用诗歌导致其信用扫地密切相关。

§24οὐ μὴν ἀλλὰ καὶ τὸ τοῦ θεοῦ καὶ τῆς προνοίας σκοποῦντες, ὀψόμεθα πρὸς τὸ βέλτιον γεγενημένην τὴν μεταβολήν.
不仅如此,当我们审视神和摄理的作用时,我们将会看到这一转变已向着更好的方向发生。
ἀμοιβῇ γὰρ ἔοικε νομίσματος ἡ τοῦ λόγου χρεία, καὶ δόκιμον καὶ αὐτοῦ τὸ σύνηθές ἐστι καὶ γνώριμον, ἄλλην ἐν ἄλλοις χρόνοις ἰσχὺν λαμβάνοντος.
因为言语的使用就像货币的交换,在其之中,凡是习惯的和熟悉的就是通用的,因其在不同的时代获得不同的效力。
ἦν οὖν ὅτε λόγου νομίσμασιν ἐχρῶντο μέτροις καὶ μέλεσι καὶ ᾠδαῖς, πᾶσαν μὲν ἱστορίαν καὶ φιλοσοφίαν πᾶν δὲ πάθος ὡς ἁπλῶς εἰπεῖν καὶ πρᾶγμα σεμνοτέρας φωνῆς δεόμενον εἰς ποιητικὴν καὶ μουσικὴν ἄγοντες.
因此,曾有一个时期,人们将韵律、曲调和歌谣用作言语的货币,将所有的历史与哲学,以及简单来说,凡是需要更庄重声音的每一种情念和事物,都引入到诗歌和音乐之中。
οὐ γὰρ μόνον νῦν ὀλίγοι μόλις ἐπαΐουσι, τότε δὲ πάντες ἠκροῶντο καὶ ἔχαιρον ᾀδομένοις μηλοβόται τʼ ἀρόται τʼ ὀρνιχολόχοι τε κατὰ Πίνδαρον ἀλλʼ ὑπὸ τῆς πρὸς ποιητικὴν ἐπιτηδειότητος οἱ πλεῖστοι διὰ λύρας καὶ ᾠδῆς ἐνουθέτουν ἐπαρρησιάζοντο παρεκελεύοντο, μύθους καὶ παροιμίας ἐπέραινον, ἔτι δʼ ὕμνους θεῶν εὐχὰς παιᾶνας ἐν μέτροις ἐποιοῦντο καὶ μέλεσιν οἱ μὲν διʼ εὐφυΐαν οἱ δὲ διὰ συνήθειαν.
因为不仅如今只有少数人勉强理解,而当时所有人都在倾听并喜爱那些被歌唱的事物,依据宾达罗所说,即‘牧羊人、耕作者与捕鸟人’;而且由于对诗歌的天赋,大多数人通过竖琴与歌声进行告诫、直言与劝勉,以此讲完神话和谚语,更有甚者,他们用韵律和曲调创作神明赞歌、祈祷和凯歌,有的人凭借天赋,有的人则凭借习惯。
οὐκοῦν οὐδὲ μαντικῇ κόσμου καὶ χάριτος ἐφθόνει ὁ θεὸς οὐδʼ ἀπήλαυνεν ἐνθένδε τιμωμένην μοῦσαν τοῦ τρίποδος, ἀλλʼ ἐπήγετο μᾶλλον ἐγείρων τὰς ποιητικὰς φύσεις καὶ ἀσπαζόμενος, αὐτός τε φαντασίας ἐνεδίδου καὶ συνεξώρμα τὸ σοβαρὸν καὶ λόγιον ὡς ἁρμόττον καὶ θαυμαζόμενον.
因此,神既不吝啬给予预言术装饰与优雅,亦未将在此处受到尊崇的缪斯从三脚器旁驱逐出去,反而更多地将她引入,唤醒并欢迎那些富有诗才的天性,神亲自赋予想象,并共同激发起那庄重而富有文采的措辞,使其显得得体并为人赞赏。
ἐπεὶ δέ, τοῦ βίου μεταβολὴν ἅμα ταῖς τύχαις καὶ ταῖς φύσεσι λαμβάνοντος, ἐξωθοῦσα τὸ περιττὸν ἡ χρεία κρωβύλους τε χρυσοῦς ἀφῄρει καὶ ξυστίδας μαλακὰς ἀπημφίαζε καί που καὶ κόμην σοβαρωτέραν ἀπέκειρε καὶ ὑπέλυσε κόθορνον, οὐ φαύλως ἐθιζομένων ἀντικαλλωπίζεσθαι πρὸς τὴν πολυτέλειαν εὐτελείᾳ καὶ τὸ ἀφελὲς καὶ λιτὸν ἐν κόσμῳ τίθεσθαι μᾶλλον ἢ τὸ σοβαρὸν καὶ περίεργον· οὕτω τοῦ λόγου συμμεταβάλλοντος ἅμα καὶ συναπολυομένου, κατέβη μὲν ἀπὸ τῶν μέτρων ὥσπερ ὀχημάτων ἡ ἱστορία καὶ τῷ πεζῷ μάλιστα τοῦ μυθώδους ἀπεκρίθη τάληθές· φιλοσοφία δὲ τὸ σαφὲς καὶ διδασκαλικὸν ἀσπασαμένη μᾶλλον ἢ τὸ ἐκπλῆττον, διὰ λόγων ἐποιεῖτο τὴν ζήτησιν ἀπέπαυσε δὲ τὴν Πυθίαν ὁ θεὸς πυρικάους μὲν ὀνομάζουσαν τοὺς αὑτῆς πολίτας ὀφιοβόρους δὲ τοὺς Σπαρτιάτας ὀρεᾶνας δὲ τοὺς ἄνδρας ὀρεμπότας δὲ τοὺς ποταμούς· ἀφελὼν δὲ τῶν χρησμῶν ἔπη καὶ γλώσσας καὶ περιφράσεις καὶ ἀσάφειαν, οὕτω διαλέγεσθαι παρεσκεύασε τοῖς χρωμένοις ὡς νόμοι τε πόλεσι διαλέγονται καὶ βασιλεῖς ἐντυγχάνουσι δήμοις καὶ μαθηταὶ διδασκάλων ἀκροῶνται, πρὸς τὸ συνετὸν καὶ πιθανὸν ἁρμοζόμενος.
但是,随着生活随命运和天性一同发生改变,实用性排除了冗余,摘去了金发夹,脱下了轻柔的外衣,且在某处亦剪短了更为华丽的头发,卸下了高底靴,因为人们顺理成章地习惯于以朴素对抗奢华,并将朴素与简便置于装扮之中、更甚于庄重与繁复;随着言语一同发生改变且同时获得解放,历史如同从车辆上一般自韵律中走下,真理主要通过散文与神话性事物区分开来;而哲学欢迎明晰与教导性更甚于惊人,通过语言进行探究;神亦使皮提娅停止称呼她自己的市民为‘火焚者’、斯巴达人为‘食蛇者’、男子为‘山民’、河流为‘行山者’;并从神谕中去除了诗句、古语、隐喻和晦涩,从而准备好让神谕以这种方式与问津者交谈:如同法律对城邦宣告,国王与民众交谈,弟子聆听教师一般,使语言适应于明晰和具有说服力的方向。
§25εὖ γὰρ εἰδέναι χρὴ τὸν θεόν, ὥς φησι Σοφοκλῆς, " σοφοῖς μὲν αἰνικτῆρα θεσφάτων ἀεί, σκαιοῖς δὲ φαῦλον κἀν βραχεῖ διδάσκαλον.
因为正如索福克勒斯所说,必须深知神 ‘对于智者而言,始终是神谕的谜题设置者,但对于愚者,则是简明且短促的教师。
" μετὰ δὲ τῆς σαφηνείας καὶ ἡ πίστις οὕτως ἐστρέφετο συμμεταβάλλουσα τοῖς ἄλλοις πράγμασιν, ὥστε πάλαι μὲν τὸ μὴ σύνηθες μηδὲ κοινὸν ἀλλὰ λοξὸν ἀτεχνῶς καὶ περιπεφρασμένον εἰς ὑπόνοιαν θειότητος. ἀνάγοντας ἐκπλήττεσθαι καὶ σέβεσθαι τοὺς πολλούς· ὕστερον δὲ τὸ σαφῶς καὶ ῥᾳδίως, ἕκαστα καὶ μὴ σὺν ὄγκῳ μηδὲ πλάσματι μανθάνειν ἀγαπῶντες ᾐτιῶντο τὴν περικειμένην τοῖς χρησμοῖς ποίησιν, οὐ μόνον ὡς ἀντιπράττουσαν τῇ νοήσει πρὸς τάληθὲς ἀσάφειάν τε καὶ σκιὰν τῷ φραζομένῳ μιγνύουσαν, ἀλλʼ ἢδη καὶ τὰς μεταφορὰς καὶ τὰ αἰνίγματα καὶ τὰς ἀμφιβολίας, ὥσπερ μυχοὺς καὶ καταφυγὰς ἐνδύεσθαι καὶ ἀναχωρεῖν τῷ πταίοντι πεποιημένας τῆς μαντικῆς, ὑφεωρῶντο.
’ 而随着明晰性的出现,信义也随之转向,并与其他事物一同改变,以至于在过去,大众将那些不寻常、不普通、全然晦涩且迂回的表达归结于神性的启示,从而感到惊异并加以崇敬;但后来,他们乐于明晰且容易地理解每件事,不带庄重也不带矫饰,便开始指责围绕着神谕的诗歌,不仅因为诗歌阻碍了对真理的理解,并给所说的事物混入了晦涩与阴影,而且他们也已然起疑,将隐喻、谜题和歧义视为为了预言出错时能够钻入并撤退而制造的,如同角落和避难所一般。
πολλῶν δʼ ἦν ἀκούειν ὅτι ποιητικοί τινες ἄνδρες ἐκδεχόμενοι τὰς φωνὰς καὶ ὑπολαμβάνοντες ἐπικάθηνται περὶ τὸ χρηστήριον, ἔπη καὶ μέτρα καὶ ῥυθμοὺς οἷον ἀγγεῖα τοῖς χρησμοῖς ἐκ τοῦ προστυχόντος περιπλέκοντες.
并且可以听到许多人说,有一些具有诗才的人,承接并接续这些声音,坐在神谕所周围,临时将诗句、韵律和节奏如同容器一般编织在神谕周围。
Ὀνομάκριτοι δʼ ἐκεῖνοι καὶ Ἡρόδικοι καὶ Κιναίθωνες ὅσην αἰτίαν ἠνέγκαντο τῶν χρησμῶν, ὡς τραγῳδίαν αὐτοῖς καὶ ὄγκον οὐδὲν δεομένοις προσθέντες, ἐῶ λέγειν οὐδὲ προσίεμαι τὰς διαβολάς.
至于那些著名的奥诺马克利托斯、希罗多科斯和基奈松们,因给毫无此需要的神谕加上了悲剧色彩和庄重而给神谕带来了多大的指责,我便不予赘述,亦不接受这些诽谤。
πλείστης μέντοι ποιητικὴν ἐνέπλησεν ἀδοξίας τὸ ἀγυρτικὸν καὶ ἀγοραῖον καὶ περὶ τὰ μητρῷα καὶ Σεραπεῖα βωμολοχοῦν καὶ πλανώμενον γένος, οἱ μὲν αὐτόθεν οἱ δὲ κατὰ κλῆρον ἔκ τινων γραμματείων χρησμοὺς περαίνοντες οἰκέταις καὶ γυναίοις ὑπὸ τῶν μέτρων ἀγομένοις μάλιστα καὶ τοῦ ποιητικοῦ τῶν ὀνομάτων ὅθεν οὐχ ἥκισθʼ ἡ ποιητικὴ δοκοῦσα κοινὴν ἐμπαρέχειν ἑαυτὴν ἀπατεῶσι καὶ γόησιν ἀνθρώποις καὶ ψευδομάντεσιν ἐξέπεσε τῆς ἀληθείας καὶ τοῦ τρίποδος.
然而,在母神和塞拉皮斯神庙周围插科打诨且四处流浪的那些乞讨者、市井之徒,给诗歌带来了最大的恶名。 他们有的当场即席、有的根据某些书册抽签,为特别容易被韵律和诗意辞藻所吸引的奴仆和妇女宣示神谕;因此,诗歌因被认为向骗子、巫术师和伪预言者提供了共用的媒介,从而尤其丧失了真理性,并从三脚器上跌落下来。

词汇与语法注释

  1. 406eοὐ φαύλως ἐθιζομένων — 属格独立结构。双重否定“并非不善”(即“顺利地”或“非常”)表示随着时代的发展,人们顺利地适应了排斥繁饰、接受朴素的心理过渡。
  2. 407aἀνάγοντας — 现在时主动宾格分词,在性、数、格上与不定式 `ἐκπλήττεσθαι καὶ σέβεσθαι` 的逻辑主语 `τοὺς πολλούς` 一致。起着手段或原因的作用,意为“通过将(这些表达)归结于神圣性”。
  3. 407bὥσπερ μυχοὺς καὶ καταφυγὰς ἐνδύεσθαι καὶ ἀναχωρεῖν τῷ πταίοντι πεποιημένας τῆς μαντικῆς — `πεποιημένας` 是完成时被动分词(阴性复数宾格),修饰前文的名词(`μεταφορὰς` 等)。与格 `τῷ πταίοντι` 是利益与格(“对于犯错者”或“对于失效的预言”)。不定式 `ενδύεσθαι καὶ ἀναχωρεῖν` 用作目的状语,解释了这些“避难所”是为何而设。

引用这一段

普鲁塔克, 论德尔斐神谕为何不再用诗体发布 §24-25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg091.humanitext-grc2:24-25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。