§14ἐπεὶ δὲ τὸν Ἀκανθίων καὶ Βρασίδου παρελθοῦσιν οἶκον ἡμῖν ἔδειξεν ὁ περιηγητὴς χωρίον, ἐν ᾧ Ῥοδώπιδος ἔκειντό ποτε τῆς ἑταίρας ὀβελίσκοι σιδηροῖ, δυσχεράνας ὁ Διογενιανὸς
ἦν ἄρα τῆς αὐτῆς
ἔφη πόλεως
Ῥοδώπιδι μὲν χώραν παρασχεῖν, ὅπου τὰς δεκάτας φέρουσα καταθήσεται τῶν μισθῶν, Αἴσωπον δʼ ἀπολέσαι τὸν ὁμόδουλον αὐτῆς.
当我们在走过阿坎索斯人和巴西达斯的宝库后,导游向我们展示了曾经放置过女妓罗多皮斯铁钎的地方。 迪奥格尼亚诺斯对此感到愤慨,说道: “看来,为罗多皮斯提供一个地方让她带着收入的十分之一来存放,却又杀害了她同为奴隶的伙伴艾索波斯,这竟是出自同一个城市之手。
καὶ ὁ Σαραπίων
τί δὲ ταῦτʼ
ἔφη
μακάριε, δυσχεραίνεις;
” 萨拉皮翁说: “我的好朋友,你为何对这些事感到愤慨呢?
ἐκεῖ βλέψον ἄνω καὶ τὴν χρυσῆν ἐν τοῖς στρατηγοῖς καὶ βασιλεῦσι θέασαι Μνησαρέτην, ἣν Κράτης εἶπε τῆς τῶν Ἑλλήνων ἀκρασίας ἀνακεῖσθαι τρόπαιον.
往那边上看,在将军和国王们中间,去瞻仰那尊黄金的慕尼萨蕾特吧,克拉特斯曾说这尊像是作为希腊人无节制的纪念碑而奉纳的。
ἰδὼν οὖν ὁ νεανίας
εἶτʼ οὐ περὶ Φρύνης
ἔφη
τοῦτʼ ἦν εἰρημένον τῷ Κράτητι;
” 于是,那个年轻人看着说道: “那么,克拉特斯说的那句话,难道不是关于芙里妮的吗?
ʼ
ναί
εἶπεν ὁ Σαραπίων· Μνησαρέτη γὰρ ἐκαλεῖτο, τὴν δὲ Φρύνην ἐπίκλησιν ἔσχε διὰ τὴν ὠχρότητα.
” “是的,”萨拉皮翁说, “因为她原本名叫慕尼萨蕾特,但由于肤色发黄而得到了芙里妮的绰号。
πολλὰ δʼ ὡς ἔοικε τῶν ὀνομάτων ἀποκρύπτουσιν αἱ παρωνυμίαι.
正如所见,别名往往会掩盖许多真实的名字。
τὴν γοῦν Ἀλεξάνδρου μητέρα Πολυξένην εἶτα Μυρτάλην Ὀλυμπιάδα τε καὶ Στρατονίκην κληθῆναι λέγουσι· τὴν δὲ Ῥοδίαν Εὔμητιν ἄχρι νῦν Κλεοβουλίνην πατρόθεν οἱ πλεῖστοι καλοῦσιν Ἡροφίλην δὲ τὴν Ἐρυθραίαν μαντικὴν γενομένην Σίβυλλαν προσηγόρευσαν.
例如,人们说亚历山大的母亲曾被称为波吕克塞娜,后来又叫米尔塔蕾,以及奥林匹娅斯和斯特拉托妮可;而大多数人直到现在仍根据她父亲的名字将罗得斯人尤美蒂丝称为克勒欧布丽娜;而厄里特里亚的赫罗皮莱在成为女预言家后,人们称她为西比拉。
, τῶν δὲ γραμματικῶν ἀκούσῃ καὶ τὴν Λήδαν Μνησινόην, καὶ τὸν Ὀρέστην Ἀχαιὸν ὠνομάσθαι φασκόντων.
你也会听到文法学家们声称丽达名叫慕尼西诺埃,而俄瑞斯忒斯被称为阿开奥斯。
ἀλλὰ πῶς, ἔφη, διανοῇ σὺ ʽ βλέψας πρὸς τὸν Θέωνἀ τουτὶ διαλῦσαι τὸ περὶ Φρύνης αἰτίαμα;
但是,”他说着转头看向泰翁,“关于芙里妮的这指控,你打算如何辩解呢?
§15κἀκεῖνος ἡσυχῆ διαμειδιάσας
οὕτως
εἶπεν
ὥστε καὶ σοὶ προσεγκαλεῖν τὰ μικρότατα τῶν Ἑλληνικῶν πλημμελημάτων ἐλέγχοντι.
” 泰翁微微一笑,说道: “我的方法是,在纠正希腊人最微不足道的过错的同时,也对你提出反诉。
καθάπερ γὰρ ὁ Σωκράτης; ἑστιώμενος ἐν Καλλίου τῷ μύρῳ πολεμεῖ μόνον, ὀρχήσεις δὲ παίδων καὶ κυβιστήσεις καὶ φιλήματα καὶ γελωτοποιοὺς ὁρῶν ἀνέχεται καὶ σύ μοι δοκεῖς ὁμοίως γύναιον εἴργειν τοῦ ἱεροῦ χρησάμενον ὥρᾳ σώματος οὐκ ἐλευθερίως, φόνων δὲ καὶ πολέμων καὶ λεηλασιῶν ἀπαρχαῖς καὶ δεκάταις κύκλῳ περιεχόμενον τὸν θεὸν ὁρῶν, καὶ τὸν νεὼν σκύλων Ἑλληνικῶν ἀνάπλεων καὶ λαφύρων οὐ δυσχεραίνεις, οὐδʼ οἰκτίρεις τοὺς Ἕλληνας ἐπὶ τῶν καλῶν ἀναθημάτων αἰσχίστας ἀναγιγνώσκων ἐπιγραφὰς
Βρασίδας καὶ Ἀκάνθιοι ἀπʼ Ἀθηναίων
καὶ ʽ
Ἀθηναῖοι ἀπὸ Κορινθίων
καὶ
Φωκεῖς ἀπὸ Θεσσαλῶν,
Ὀρνεᾶται δʼ ἀπὸ Σικυωνίων,
Ἀμφικτύονες δʼ ἀπὸ Φωκέων.
因为,正如苏格拉底在卡利亚斯家做客时,仅对香油表示反对,却容忍观看少年们的舞蹈、杂技、接吻和滑稽丑角一样;在我看来,你也是同样:一方面试图将一个以非自由的方式利用身体之美的女人逐出神殿,但另一方面,当你看到神被四周杀戮、战争和掠夺的首献品与十分之一供品所包围,看到神殿里堆满了从希腊同胞那里掠夺来的战利品和武装时,你却不感到愤慨,在那些美丽的奉纳品上读到最可耻的铭文时,也并不怜悯希腊人: ‘巴西达斯与阿坎索斯人,取自雅典人’,以及 ‘雅典人取自科林斯人’,以及 ‘福基斯人取自色萨利人’, ‘奥尔内阿伊人取自西基翁人’, ‘近邻同盟取自福基斯人’。
ἀλλὰ Πραξιτέλης ὡς· ἔοικε·
然而,似乎只有普拉克西特利斯因其情妇在此获得奉纳神像的特权而惹恼了克拉特斯。
μόνος ἠνίασε Κράτητα τῇ ἐρωμένῃ τυχὼν αὐτόθι δωρεᾶς, ὃν ἐπαινεῖν ὤφειλε Κράτης, ὅτι τοῖς χρυσοῖς βασιλεῦσι τούτοις παρέστησε χρυσῆν ἑταίραν, ἐξονειδίζων τὸν πλοῦτον ὡς οὐδὲν ἔχοντα θαυμάσιον οὐδὲ σεμνόν.
克拉特斯本应赞扬他,因为他在这群黄金国王的身边立了一尊黄金游女像,以此羞辱财富,表明它毫无奇特或庄严可言。
δικαιοσύνης γὰρ ἀναθήματα καὶ σωφροσύνης καὶ μεγαλονοίας καλῶς ἔχει τίθεσθαι παρὰ τῷ θεῷ τοὺς βασιλεῖς καὶ τοὺς ἄρχοντας, οὐ χρυσῆς καὶ τρυφώσης εὐπορίας ἧς μέτεστι καὶ τοῖς αἴσχιστα βεβιωκόσιν.
因为对于国王和统治者们来说,在神身边所应陈设的,应是正义、节制和慷慨的奉纳品,而非黄金和奢侈的富足,因为这些东西甚至是那些生活最可耻的人也能拥有的。
§16ἐκεῖνο δʼ οὐ λέγεις
εἶπεν ἅτερος τῶν περιηγητῶν
ὅτι Κροῖσος ἐνταῦθα καὶ τῆς ἀρτοποιοῦ χρυσῆν εἰκόνα ποιησάμενος ἀνέθηκε πλὴν οὐκ ἐντρυφῶν τῷ ἱερῷ, καλὴν δὲ λαβὼν αἰτίαν καὶ δικαίαν.
” “你难道不提那另一件事吗? ”另一位导游说道, “克罗伊索斯在这里也为他的女面包师制作并奉纳了一尊黄金像,不过,这并非为了在神殿里炫耀,而是因为他有着一个美好而正当的理由。
λέγεται γὰρ Ἀλυάττην τὸν πατέρα τοῦ Κροίσου δευτέραν ἀγαγέσθαι γυναῖκα καὶ παῖδας ἑτέρους τρέφειν·
因为据说克罗伊索斯的父亲阿吕亚特斯娶了第二个妻子,并抚养了其他的孩子。
ἐπιβουλεύουσαν οὖν τῷ Κροίσῳ τὴν ἄνθρωπον φάρμακον δοῦναι τῇ ἀρτοποιῷ, καὶ κελεῦσαι διαπλάσασαν ἄρτον ἐξ αὐτοῦ τῷ Κροίσῳ παραθεῖναι τὴν δʼ ἀρτοποιὸν κρύφα τῷ Κροίσῳ φράσαι, παραθεῖναι δὲ τοῖς ἐκείνης παισὶ τὸν ἄρτον.
那个女人企图陷害克罗伊索斯,便把毒药交给了女面包师,并命令她用它做成面包递给克罗伊索斯。 但女面包师暗中告诉了克罗伊索斯,并将那只面包递给了那个女人的孩子们。
ἀνθʼ ὧν βασιλεύσαντα τὸν Κροῖσον οἷον ἐπὶ μάρτυρι τῷ θεῷ τὴν χάριν ἀμείψασθαι τῆς γυναικός, εὖ γε ποιοῦντʼ ἐκεῖνον.
作为回报,克罗伊索斯在即位为王后,仿佛以神为见证,向这个女人报答了恩情,他确实做得非常好。
ὅθεν, εἶπεν, ἄξιον δὴ καὶ τῶν πόλεων εἴ τι τοιοῦτόν ἔστιν ἀνάθημα τιμᾶν καὶ ἀγαπᾶν, οἷον τὸ Ὀπουντίων.
因此,”他说,“对于各城邦的奉纳品,如果也有类似由来的,便同样值得敬重和珍视,例如奥普斯人的奉纳品。
ἐπεὶ γὰρ οἱ Φωκέων τύραννοι πολλὰ τῶν χρυσῶν καὶ ἀργυρῶν ἀναθημάτων συγχέαντες ἔκοψαν νόμισμα καὶ διέσπειραν εἰς τὰς πόλεις, Ὀπούντιοι συναγαγόντες ὅσον ἀργύριον, ὑδρίαν ἔπεμψαν ἐνθάδε τῷ θεῷ καὶ καθιέρωσαν.
因为当福基斯的僭主们熔化了许多金银奉纳品,铸造货币并散布到各城市时,奥普斯人收集了所有的这些银子,为神制作了一个水罐送来并奉纳。
ἐγὼ δὲ καὶ Μυριναίους ἐπαινῶ καὶ Ἀπολλωνιάτας θέρη χρυσᾶ δεῦρο πέμψαντας· ἔτι δὲ μᾶλλον Ἐρετριεῖς καὶ Μάγνητας, ἀνθρώπων ἀπαρχαῖς;
而我也赞扬向这里送来黄金麦穗的米里纳人和阿波罗尼亚人;更赞扬埃雷特里亚人和马格内斯人,他们用人的初物来赠礼给神,视神为作物的赐予者、祖先之神、诞生之神和热爱人类之神。
δωρησαμένους τὸν θεόν, ὡς καρπῶν δοτῆρα καὶ πατρῷον καὶ γενέσιον καὶ φιλάνθρωπον αἰτιῶμαι δὲ Μεγαρεῖς, ὅτι μόνοι σχεδὸν ἐνταῦθα λόγχην ἔχοντα τὸν θεὸν ἔστησαν ἀπὸ τῆς μάχης, ἣν Ἀθηναίους μετὰ τὰ Περσικὰ τὴν πόλιν ἔχοντας αὐτῶν νικήσαντες ἐξέβαλον.
但我指责美加拉人,因为几乎只有他们在这里树立了一尊手持长枪的神像,这来自那场战役——在波斯战争后,他们击败并驱逐了占领他们城市的雅典人。
ὕστερον μέντοι πλῆκτρον ἀνέθηκαν τῷ θεῷ χρυσοῦν ἐπιστήσαντες ὡς ἔοικε Σκυθίνῳ λέγοντι περὶ τῆς λύρας,
"
ἣν ἁρμόζεται
Ζηνὸς εὐειδὴς; Ἀπόλλων, πᾶσαν ἀρχὴν καὶ τέλος
συλλαβών ἔχει δὲ λαμπρὸν πλῆκτρον ἡλίου φάος.
不过后来,他们向神奉纳了一个黄金拨子,这显然是基于斯丘蒂诺斯关于竖琴的诗句: ‘宙斯之子、俊美的小阿波罗为其调音,包罗万象的始与终;他手中握着的,是太阳之光的灿烂拨子。
"
’”',