Humanitext Reader

普鲁塔克 · 论德尔斐神谕为何不再用诗体发布 §17-18

神谕转向散文与学术文体的自然演变

第 8 段,共 14 段 · 希腊语

内容简介

外邦人要求讨论皮提娅停止使用诗歌神启的原因,一行人便坐在神殿台阶上。泰翁和萨拉皮翁指出,向散文的转变是自然的变迁而非艺术的消亡,并以哲学和天文学从韵律走向散文的发展为例进行了论证。

§17ἐπιβάλλοντος δὲ τοῦ Σαραπίωνος εἰπεῖν τι περὶ τούτων, ὁ ξένος· ἡδὺ μέν ἔφη τὸ τοιούτων ἀκροᾶσθαι λόγων, ἐμοὶ δʼ ἀναγκαῖόν ἐστι τὴν πρώτην ὑπόσχεσιν ἀπαιτῆσαι περὶ τῆς αἰτίας, ἣ πέπαυκε τὴν Πυθίαν ἐν ἔπεσι καὶ μέτροις ἄλλοις θεσπίζουσαν·
当萨拉皮翁正打算就这些事说点什么时,外邦人说道: “聆听这样的话语固然令人愉快,但对我而言,必须要求履行最初的诺言,探讨那导致皮提娅停止以诗歌和其他韵律发表神启的原因。
ὥστʼ, εἰ δοκεῖ, τὰ λειπόμενα τῆς θέας ὑπερθέμενοι περὶ τούτων ἀκούσωμεν ἐνταῦθα καθίσαντες.
因此,如果大家同意,我们且把余下的游览推迟,坐在这里听听这些事。
οὗτος γάρ ἐστιν ὁ μάλιστα πρὸς τὴν τοῦ χρηστηρίου πίστιν ἀντιβαίνων λόγος· ὡς δυεῖν θάτερον, ἢ τῆς Πυθίας τῷ χωρίῳ μὴ πελαζούσης ἐν ᾧ τὸ θεῖόν ἐστιν, ἢ τοῦ πνεύματος παντάπασιν ἀπεσβεσμένου καὶ τῆς δυνάμεως ἐκλελοιπυίας.
因为这是最反对对神启产生信任的论点,即两者必居其一:要么皮提娅没有接近神明所在的那个地方,要么是那精气(普纽马)已经完全熄灭,其力量已经枯竭。
περιελθόντες; οὖν ἐπὶ τῶν μεσημβρινῶν καθεζόμεθα κρηπίδων τοῦ νεὼ πρὸς τὸ τῆς Γῆς ἱερὸν τὸ θʼ ὕδωρ ἀποβλέποντες ὥστʼ εὐθὺς εἰπεῖν τὸν Βόηθον, ὅτι καὶ ὁ τόπος τῆς ἀπορίας συνεπιλαμβάνεται τῷ ξένῳ.
” 于是,我们绕过去,坐在神殿南侧的台阶上,望着大地女神(盖亚)的圣所和那泉水,以至于博埃托斯立即说道,这个地方本身也和外邦人一起协助提出了这一疑难。
Μουσῶν γὰρ ἦν ἱερὸν ἐνταῦθα περὶ τὴν ἀναπνοὴν τοῦ νάματος, ὅθεν ἐχρῶντο πρός τε τὰς λοιβὰς ὕδατι τούτῳ, ὥς φησι Σιμωνίδης " ἔνθα χερνίβεσσιν εἰρύεται τὸ Μοισᾶν καλλικόμων ὑπένερθεν ἁγνὸν ὕδωρ.
因为曾经在这里,泉水涌出的地方周围有缪斯女神的圣所,他们从那里取这水用于奠酒,正如西莫尼德斯所说: “在此,从长发缪斯女神之下,汲取纯洁的水用于洗手。
" μικρῷ δὲ περιεργότερον αὖθις ὁ Σιμωνίδης τὴν Κλειὼ προσειπών "ἁγνᾶν ἐπίσκοπον, χερνίβων φησὶ πολύλιστον ἀραιόν τέ ἐστιν ἀχρυσόπεπλον εὐῶδες ἀμβροσίων ἐκ μυχῶν ἐρανὸν ὕδωρ λαβόν.
” 西莫尼德斯再次用稍微更考究的辞藻向克利奥致意,说道: “清白洗手的守护者,”他说,“备受祈求、稀薄、不着金衣、芬芳,从神圣的深处获得了可爱的水。
" οὐκ ὀρθῶς οὖν Εὔδοξος ἐπίστευσε τοῖς Στυγὸς ὕδωρ τοῦτο καλεῖσθαι πεφήνασι.
” 因此,尤多克索斯相信那些声称这水被称为斯堤克斯之水的人是不正确的。
τὰς δὲ Μούσας ἱδρύσαντο παρέδρους τῆς μαντικῆς καὶ φύλακας αὐτοῦ παρὰ τὸ νᾶμα καὶ τὸ τῆς Γῆς ἱερόν, ἧς λέγεται τὸ μαντεῖον γενέσθαι διὰ τὴν ἐν μέτροις καὶ μέλεσι χρησμῳδίαν.
人们将缪斯女神设立为占卜之术的协助者和守护者,安置在泉水和大地女神圣所的旁边,据说大地女神的神谕所曾因其用韵律和旋律咏唱神启而存在。
ἔνιοι δὲ καὶ πρῶτον ἐνταῦθά φασιν ἡρῷον μέτρον ἀκουσθῆναι, "συμφέρετε πτερά, οἰωνοί, κηρόν τε, μέλισσαι" ὅτε τῷ θεῷ ἐπιδεᾶ γενομένην ἀποβαλεῖν τὸ σεμνόν.
有人还说,英雄韵律在这里第一次被听到: “鸟儿啊,带来羽毛;蜜蜂啊,带来蜜蜡。 ” 这是在当时,因为它对神来说变得不充足,从而失去了它的庄严。
§18ὁ Σαραπίων ἐπιεικέστερα ταῦτʼ εἶπεν ὦ Βόηθε, καὶ μουσικώτερα δεῖ γὰρ μὴ μάχεσθαι πρὸς τὸν θεὸν μηδʼ ἀναιρεῖν μετὰ τῆς μαντικῆς ἅμα τὴν πρόνοιαν καὶ τὸ θεῖον, ἀλλὰ τῶν ὑπεναντιοῦσθαι δοκούντων λύσεις ἐπιζητεῖν τὴν δʼ εὐσεβῆ καὶ πάτριον μὴ προΐεσθαι πίστιν.
萨拉皮翁说: “博埃托斯,这些话更温和,也更有文雅之风。 因为我们不应该与神明对抗,也不应该在否定占卜术的同时否定天意(普罗诺亚)和神性,而应该为那些看似矛盾的事情寻找解决办法,而不放弃虔诚和祖先的信仰。
ὀρθῶς ἔφην ἐγὼ λέγεις, ἄριστε Σαραπίων οὐδὲ γὰρ φιλοσοφίαν ἀπεγιγνώσκομεν ὡς ἀνῃρημένην παντάπασι, καὶ διεφθορυῖαν, ὅτι πρότερον μὲν ἐν ποιήμασιν ἐξέφερον οἱ φιλόσοφοι τὰ δόγματα καὶ τοὺς λόγους, ὥσπερ Ὀρφεὺς καὶ Ἡσίοδος καὶ Παρμενίδης καὶ Ξενοφάνης καὶ Ἐμπεδοκλῆς καὶ Θαλῆς· ὕστερον δʼ ἐπαύσαντο καὶ πέπαυνται χρώμενοι μέτροις πλὴν σοῦ· διὰ σοῦ δʼ αὖθις εἰς φιλοσοφίαν ποιητικὴ κάτεισιν, ὄρθιον καὶ γενναῖον ἐγκελευομένη τοῖς νέοις.
” “你说得对,优秀的萨拉皮翁,”我说道。 “因为我们也没有因为哲学家们以前用诗歌发表他们的学说和论述(如奥菲斯、赫西俄德、巴门尼德、克塞诺芬尼、恩培多克勒和泰勒斯),而后来他们停止并至今停止使用韵律(除了你以外),就断定哲学已被完全消灭和毁坏;但通过你,诗歌之术再次回归哲学,向年轻人发出高亢而高贵的召唤。
οὐδʼ ἀστρολογίαν ἀδοξοτέραν ἐποίησαν οἱ περὶ Ἀρίσταρχον καὶ Τιμόχαριν καὶ Ἀρίστυλλον καὶ Ἵππαρχον καταλογάδην γράφοντες, ἐν μέτροις πρότερον Εὐδόξου καὶ Ἡσιόδου καὶ Θαλοῦ γραφόντων, εἴ γε Θαλῆς ἐποίησεν, ὡς ἀληθῶς εἰπεῖν, τὴν εἰς αὐτὸν ἀναφερομένην *)astrologi/an.
阿里斯塔克斯、提摩卡里斯、阿里斯提洛斯和伊巴谷也没有因为用散文写作而使天文学声誉受损,而此前尤多克索斯、赫西俄德和泰勒斯是用韵律写作的——如果说泰勒斯真的创作了那部归于他名下的天文学著作的话。
Πίνδαρος δὲ καὶ περὶ τρόπου μελῳδίας ἀμελουμένου· καθʼ αὑτὸν ἀπορεῖν ὁμολογεῖ, καὶ θαυμάζειν ὅτι οὐδὲν γάρ ἐστι δεινὸν οὐδʼ ἄτοπον αἰτίας ζητεῖν τῶν τοιούτων μεταβολῶν ἀναιρεῖν δὲ τὰς τέχνας καὶ τὰς δυνάμεις, ἄν τι κινηθῇ καὶ παραλλάξῃ τῶν κατὰ ταύτας, οὐ δίκαιον.
而品达也承认自己对自己时代被忽视的旋律风格感到困惑,并感到惊异。 因为寻找这类变化的原因并没有什么可怕或奇怪的;但如果有什么在这些技术和力量中发生了变动和改变,就去彻底否定这些技术和力量,这是不公正的。 ”

词汇与语法注释

  1. §17ἐπιβάλλοντος δὲ τοῦ Σαραπίωνος — 属格独立结构。不及物动词 ἐπιβάλλω 在此处意为“插话”或“企图发言”。
  2. §17ὥστʼ — 在此并非用作引导结果从句的从属连词,而是起承接前文“因此”的并列连接词作用,引导劝诱语气虚拟语气 ἀκούσωμεν。
  3. ¦15¦συνεπιλαμβάνεται τῷ ξένῳ — 动词 συνεπιλαμβάνομαι 接人称与格(τῷ ξένῳ)和事物属格(τῆς ἀπορίας),意为“在疑难中协助某人”或“与某人一同面对困难”。
  4. ¦402e¦γενομένην ἀποβαλεῖν — ὅτε 从句中的“对格+不定式”结构。女性单数对格分词 γενομένην 以其逻辑主语身份,指代前文的“神启歌(χρησμῳδία)”或等效女性名词,作为不定式 ἀποβαλεῖν 的逻辑主语。
  5. ¦403a¦ὡς ἀληθῶς εἰπεῖν — 不定式的绝对用法(绝对不定式),作为修饰整个句子的插入语,意为“说实话”或“事实上”。

引用这一段

普鲁塔克, 论德尔斐神谕为何不再用诗体发布 §17-18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg091.humanitext-grc2:17-18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。