Humanitext Reader

普鲁塔克 · 论德尔斐神谕为何不再用诗体发布 §12-13

科林斯青铜椰子树的图案与宝库的历史

第 6 段,共 14 段 · 希腊语

内容简介

叙述者批判了萨拉皮翁对科林斯宝库青铜椰子树上青蛙等图案的斯多葛主义自然学解释。此外,他们还讨论了该宝库更名的历史背景。

§12ἅμα δὲ τούτων λεγομένων προῄειμεν.
在说着这些话的同时,我们继续前行。
ἐν δὲ τῷ Κορινθίων οἴκῳ τὸν φοίνικα θεωμένοις τὸν χαλκοῦν, ὅσπερ ἔτι λοιπός ἐστι τῶν ἀναθημάτων, οἱ περὶ τὴν ῥίζαν ἐντετορευμένοι βάτραχοι καὶ ὕδροι θαῦμα τῷ Διογενιανῷ παρεῖχον, ἀμέλει δὲ καὶ ἡμῖν.
在科林斯人的宝库里,当我们观看着那棵作为奉纳品中唯一幸存至今的青铜椰子树时,雕刻在树根周围的青蛙和水蛇引起了迪奥格尼亚诺斯的惊奇,当然也引起了我们的惊奇。
οὔτε γὰρ φοίνιξ, ὡς ἕτερα δένδρα, λιμναῖόν ἐστι καὶ φίλυδρον φυτόν, οὔτε Κορινθίοις· τι βάτραχοι προσήκουσιν, ὥστε σύμβολον ἢ παράσημον εἶναι τῆς πόλεως· ὥσπερ ἀμέλει Σελινούντιοί ποτε χρυσοῦν σέλινον ἀναθεῖναι λέγονται, καὶ Τενέδιοι τὸν πέλεκυν ἀπὸ τῶν καρκίνων τῶν γιγνομένων περὶ τὸ καλούμενον Ἀστέριον παρʼ αὐτοῖς· μόνοι γὰρ ὡς ἔοικεν ἐν τῷ χελωνίῳ τύπον πελέκεως ἔχουσι.
因为椰子树并不像其他树木那样是喜沼泽和喜水的植物,青蛙也与科林斯人没有任何关系,以至于可以成为该城市的象征或徽章;就像,塞利努斯人据说曾经献纳过一株黄金芹菜,而特内多斯人则根据在他们那里被称为阿斯特里翁的地方周围所生长的螃蟹而献纳了双刃斧;因为似乎只有这些螃蟹的甲壳上带有双刃斧的图案。
καὶ μὴν αὐτῷ γε τῷ θεῷ κόρακας καὶ κύκνους καὶ λύκους καὶ ἱέρακας καὶ πάντα μᾶλλον ἢ ταῦτʼ εἶναι προσφιλῆ τὰ θηρία νομίζομεν εἰπόντος δὲ τοῦ Σαραπίωνος, ὅτι τὴν ἐξ ὑγρῶν ᾐνίξατο τροφὴν τοῦ ἡλίου καὶ γένεσιν καὶ ἀναθυμίασιν ὁ δημιουργός, εἴθʼ Ὁμήρου λέγοντος ἀκηκοώς "ἠέλιος δʼ ἀπόρουσε λιπὼν, περικαλλέα λίμνην· " εἴτʼ Αἰγυπτίους ἑωρακὼς ἀρχὴς ἀνατολῆς παιδίον νεγνὸν γράφοντας ἐπὶ λωτῷ καθεζόμενον γελάσας ἐγὼ ποῦ σὺ πάλιν εἶπον ὦ χρηστέ, τὴν Στοὰν δευρὶ παρωθεῖς καὶ ὑποβάλλεις ἀτρέμα τῷ λόγῳ τὰς ἀνάψεις καὶ ἀναθυμιάσεις, οὐχ ὥσπερ αἱ Θετταλαὶ κατάγων τὴν σελήνην καὶ τὸν ἣλιον, ὡς ἐντεῦθεν ἀπὸ γῆς καὶ ὑδάτων βλαστάνοντας καὶ ἀρδομένους;
而且,对于神明本身,我们认为乌鸦、天鹅、狼和鹰以及几乎任何其他动物都比这些野兽更受青睐;而当萨拉皮翁说,创造者是在隐喻太阳从湿气中汲取养分、生成和蒸腾——这或许是因为他听过荷马说: “太阳跳跃起来,离开了那极美丽的湖泊;” 或者是因为他看到埃及人将初升的太阳描绘成坐在莲花上的新生婴儿——我笑着说道:“我的好朋友,你又要把斯多葛学派往哪里推,并在言谈中悄悄塞入点火与蒸腾的思想,你难道不像那些特萨利亚的女巫拉下月亮和太阳那样,把它们当作是从这里的土地和水中发芽并获得滋润的吗?
ὁ μὲν γὰρ Πλάτων καὶ τὸν ἄνθρωπον οὐράνιον ὠνόμασε φυτόν, ὥσπερ ἐκ ῥίζης ἄνω τῆς κεφαλῆς ὀρθούμενον ὑμεῖς δὲ τοῦ μὲν Ἐμπεδοκλέους καταγελᾶτε, φάσκοντος τὸν ἣλιον περὶ γῆν ἀνακλάσει φωτὸς οὐρανίου γενόμενον αὖθις "ἀνταυγεῖν πρὸς ὄλυμπον ἀταρβήτοισι προσώποις" αὐτοὶ δὲ γηγενὲς ζῷον ἢ φυτὸν ἕλειον ἀποφαίνετε τὸν ἥλιον, εἰς βατράχων πατρίδα ἢ ὕδρων ἐγγράφοντες.
因为柏拉图甚至称人是天上的植物,就像是从上面的头部作为根部而被挺直站立的一样;而你们却嘲笑恩培多克勒,因为他说太阳是由于天光的反射在地球周围形成的,然后再次 “以无畏的容颜向奥林匹斯反照” 你们自己却把太阳宣布为土生的生物或沼泽的植物,将他登记在青蛙或水蛇的家乡。
ἀλλὰ ταῦτα μὲν εἰς τὴν Στωικὴν ἀναθώμεθα τραγῳδίαν, τὰ δὲ τῶν χειροτεχνῶν πάρεργα παρέργως ἐξετάσωμεν.
不过,这些事就归于斯多葛学派的戏剧吧,让我们顺便探讨一下手艺人的副产物。
ἐν πολλοῖς γάρ εἰσι κομψοί, τὸ δὲ ψυχρὸν οὐ πανταχοῦ καὶ περίεργον ἐκπεφεύγασιν.
因为他们在许多方面都很精致,尽管他们并非在所有地方都避免了陈腐和过度的矫饰。
ὥσπερ οὖν ὁ τὸν ἀλεκτρυόνα ποιήσας ἐπὶ τῆς χειρὸς τοῦ Ἀπόλλωνος ἑωθινὴν ὑπεδήλωσεν ὥραν καὶ καιρὸν ἐπιούσης ἀνατολῆς, οὕτως ἐνταῦθα τοὺς βατράχους ἐαρινῆς ὥροις φαίη τις ἂν γεγονέναι σύμβολον ἐν κρατεῖν ἄρχεται τοῦ ἀέρος ὁ ἥλιος καὶ τὸν χειμῶνα διαλύειν, εἴ γε δεῖ καθʼ ὑμᾶς τὸν Ἀπόλλωνα καὶ τὸν ἥλιον μὴ δύο θεοὺς ἀλλʼ ἕνα νομίζειν καὶ ὁ Σαραπίων σὺ γάρ εἶπεν οὐχ οὕτω νομίζεις ἀλλʼ οἴει τὸν ἣλιον διαφέρειν τοῦ Ἀπόλλωνος;
因此,就像在阿波罗手上雕刻公鸡的人暗示了清晨的时间和即将来临的日出的时刻一样,在这里,人们也可以说青蛙成了春季的象征,在这个季节里,太阳开始主宰空气并瓦解寒冬——如果按照你们的观点,必须认为阿波罗和太阳不是两个神,而是一个神的话。 ” 萨拉皮翁说:“难道你不这么认为,而是觉得太阳与阿波罗不同吗?
ʼ ἔγωγʼ εἶπεν ὡς τοῦ ἡλίου τὴν σελήνην ἀλλʼ αὕτη μὲν οὐ πολλάκις οὐδὲ πᾶσιν ἀποκρύπτει τὸν ἥλιον, ὁ δʼ ἥλιος ὁμοῦ τι πάντας ἀγνοεῖν τὸν Ἀπόλλωνα πεποίηκεν ἀποστρέφων τῇ αἰσθήσει τὴν διάνοιαν ἀπὸ τοῦ ὄντος ἐπὶ τὸ φαινόμενον.
” “是的,”我说,“正如月亮不同于太阳一样;但是,月亮并不经常、也不对所有人遮蔽太阳,而太阳却通过感官将人们的心智从真实存在转向表象,从而使几乎所有人都不认识阿波罗。
§13ἐκ τούτου τοὺς περιηγητὰς; ὁ Σαραπίων ἤρετο τί δὴ τὸν οἶκον οὐ Κυψέλου τοῦ ἀναθέντος ἀλλὰ Κορινθίων ὀνομάζουσιν.
” 在此之后,萨拉皮翁问那些导游,为什么他们不把这座宝库称为献纳者库普塞洛斯的宝库,而是称为科林斯人的宝库。
ἀπορίᾳ δʼ αἰτίας ἐμοὶ γοῦν δοκεῖ σιωπώντων ἐκείνων, ἐπιγελάσας ἐγὼ τί δʼ εἶπον ἔτι τούτους οἰόμεθα γιγνώσκειν ἢ μνημονεύειν ἐκπεπληγμένους παντάπασιν, ἡμῶν μετεωρολεσχούντων;
由于他们无法给出原因而保持沉默(至少在我看来是如此),我笑了笑说道:“我们为什么还以为这些人知道或记得什么呢? 我们在这里大谈天象,已经让他们彻底目瞪口呆了。
ἐπεὶ πρότερὸν γʼ αὐτῶν ἠκούομεν λεγόντων, ὅτι τῆς τυραννίδος καταλυθείσης ἐβούλοντο Κορίνθιοι καὶ τὸν ἐν Πίσῃ χρυσοῦν ἀνδριάντα καὶ τὸν ἐνταῦθα τουτονὶ θησαυρὸν ἐπιγράψαι τῆς πόλεως.
因为先前我们曾听他们说过,当僭主政治被推翻时,科林斯人希望在比萨的黄金雕像和这里的这座宝库上都刻上他们城市的名字。
Δελφοὶ μὲν οὖν ἔδοσαν ὡς δίκαιον, καὶ συνεχώρησαν, Ἠλείους δὲ φθονήσαντας ἐψηφίσαντο μὴ μετέχειν Ἰσθμίων ὅθεν οὐδεὶς ἐξ ἐκείνου γέγονεν Ἰσθμίων ἀγωνιστὴς Ἠλεῖος.
德尔斐人认为这很公正并予以同意,但伊利斯人出于嫉妒,投票决定不让科林斯人参加地峡竞技会;因此,从那时起,就没有任何一个伊利斯人成为地峡竞技会的参赛者。
ὁ δὲ Μολιονιδῶν φόνος ὑφʼ Ἡρακλέους περὶ Κλεωνὰς οὐδέν ἐστι, μεταίτιος, ὡς ἔνιοι νομίζουσιν, Ἠλείοις τοῦ εἴργεσθαι· τοὐναντίον γὰρ ἦν αὐτοῖς προσῆκον εἴργειν, εἰ διὰ τοῦτο Κορινθίοις προσεκεκρούκεσαν.
而赫拉克勒斯在克勒奥奈附近杀害莫里奥尼代一事,绝非如某些人所认为的那样,是伊利斯人被排除在外的共同原因;因为相反,如果他们因为这件事与科林斯人发生冲突,那么反倒是他们应该排除科林斯人。
ἐγὼ μὲν οὖν ταῦτʼ εἶπον.
” 我便是说了这些话。

词汇与语法注释

  1. 399fθεωμένοις — 与格分词。尽管语法上的主语没有明确指出,但从上下文中看是指“我们”,在格上与主句的与格间接宾语 τῷ Διογενιανῷ ... καὶ ἡμῖν 相一致。
  2. 400aἀκηκοώς — 主格单数完成主动分词。该分词及随后的 ἑωρακὼς 的语法主语是 ὅτι 从句的主语 ὁ δημιουργός(创造者/雕刻师)。在萨拉皮翁的陈述中,它们解释了创造者设置谜题(ᾐνίξατο)的原因,即“要么是因为他听了荷马……要么是因为他看到了……”
  3. 400bκατάγων — 主格现在主动分词,与前述动词(παρωθεῖς 和 ὑποβάλλεις)的主语“你”(萨拉皮翁)一致。它带讽刺地将特萨利亚女巫魔术般地拉下月亮,与萨拉皮翁的斯多葛式自然学解释(将天体拉低到地上的湿气)联系起来。
  4. 400eἡμῶν μετεωρολεσχούντων — 属格绝对。前接的完成被动分词宾格复数 ἐκπεπληγμένους(彻底目瞪口呆)修饰先行指示代名词 τούτους(导游们),此属格绝对句解释了他们目瞪口呆的原因(“因为我们大谈天象”)。

引用这一段

普鲁塔克, 论德尔斐神谕为何不再用诗体发布 §12-13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg091.humanitext-grc2:12-13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。