§14ἐπεὶ δὲ τὸν Ἀκανθίων καὶ Βρασίδου παρελθοῦσιν οἶκον ἡμῖν ἔδειξεν ὁ περιηγητὴς χωρίον, ἐν ᾧ Ῥοδώπιδος ἔκειντό ποτε τῆς ἑταίρας ὀβελίσκοι σιδηροῖ, δυσχεράνας ὁ Διογενιανὸς
ἦν ἄρα τῆς αὐτῆς
ἔφη πόλεως
Ῥοδώπιδι μὲν χώραν παρασχεῖν, ὅπου τὰς δεκάτας φέρουσα καταθήσεται τῶν μισθῶν, Αἴσωπον δʼ ἀπολέσαι τὸν ὁμόδουλον αὐτῆς. καὶ ὁ Σαραπίων
τί δὲ ταῦτʼ
ἔφη
μακάριε, δυσχεραίνεις;
When the guide, after we had passed the treasury of the Acanthians and Brasidas, showed us the place where the iron spits of the courtesan Rhodopis once lay, Diogenianus, being annoyed, said: "It was then the deed of the very same city both to provide a place for Rhodopis where she, bringing the tithe of her earnings, might deposit it, and to destroy Aesop, her fellow-slave." And Sarapion said: "Why indeed, my good friend, are you annoyed at these things?
ἐκεῖ βλέψον ἄνω καὶ τὴν χρυσῆν ἐν τοῖς στρατηγοῖς καὶ βασιλεῦσι θέασαι Μνησαρέτην, ἣν Κράτης εἶπε τῆς τῶν Ἑλλήνων ἀκρασίας ἀνακεῖσθαι τρόπαιον. ἰδὼν οὖν ὁ νεανίας
εἶτʼ οὐ περὶ Φρύνης
ἔφη
τοῦτʼ ἦν εἰρημένον τῷ Κράτητι; ʼ
ναί
εἶπεν ὁ Σαραπίων· Μνησαρέτη γὰρ ἐκαλεῖτο, τὴν δὲ Φρύνην ἐπίκλησιν ἔσχε διὰ τὴν ὠχρότητα.
Look up there and behold, among the generals and kings, the golden Mnesarete, whom Crates said was dedicated as a trophy of the self-indulgence of the Greeks." So the young man, looking, said: "Was this then not said by Crates concerning Phryne?" "Yes," said Sarapion; "for she was called Mnesarete, but she got the nickname Phryne because of her paleness.
πολλὰ δʼ ὡς ἔοικε τῶν ὀνομάτων ἀποκρύπτουσιν αἱ παρωνυμίαι.
Indeed, as it seems, epithets obscure many of the names.
τὴν γοῦν Ἀλεξάνδρου μητέρα Πολυξένην εἶτα Μυρτάλην Ὀλυμπιάδα τε καὶ Στρατονίκην κληθῆναι λέγουσι· τὴν δὲ Ῥοδίαν Εὔμητιν ἄχρι νῦν Κλεοβουλίνην πατρόθεν οἱ πλεῖστοι καλοῦσιν Ἡροφίλην δὲ τὴν Ἐρυθραίαν μαντικὴν γενομένην Σίβυλλαν προσηγόρευσαν.
For instance, they say that the mother of Alexander was called Polyxene, then Myrtale, Olympias, and Stratonice; and most people up to now call the Rhodian Eumetis Cleobuline, after her father; and Herophile of Erythrae, when she became a prophetess, they addressed as Sibyl.
, τῶν δὲ γραμματικῶν ἀκούσῃ καὶ τὴν Λήδαν Μνησινόην, καὶ τὸν Ὀρέστην Ἀχαιὸν ὠνομάσθαι φασκόντων.
And you will hear the grammarians asserting that Leda was named Mnesinoe, and Orestes was called Achaeus.
ἀλλὰ πῶς, ἔφη, διανοῇ σὺ ʽ βλέψας πρὸς τὸν Θέωνἀ τουτὶ διαλῦσαι τὸ περὶ Φρύνης αἰτίαμα; §15κἀκεῖνος ἡσυχῆ διαμειδιάσας
οὕτως
εἶπεν
ὥστε καὶ σοὶ προσεγκαλεῖν τὰ μικρότατα τῶν Ἑλληνικῶν πλημμελημάτων ἐλέγχοντι.
But how," he said, looking towards Theon, "do you intend to resolve this charge concerning Phryne?" And he, smiling gently, said: "In such a way as to accuse even you yourself, who are censuring the smallest of the Greek offenses.
καθάπερ γὰρ ὁ Σωκράτης; ἑστιώμενος ἐν Καλλίου τῷ μύρῳ πολεμεῖ μόνον, ὀρχήσεις δὲ παίδων καὶ κυβιστήσεις καὶ φιλήματα καὶ γελωτοποιοὺς ὁρῶν ἀνέχεται καὶ σύ μοι δοκεῖς ὁμοίως γύναιον εἴργειν τοῦ ἱεροῦ χρησάμενον ὥρᾳ σώματος οὐκ ἐλευθερίως, φόνων δὲ καὶ πολέμων καὶ λεηλασιῶν ἀπαρχαῖς καὶ δεκάταις κύκλῳ περιεχόμενον τὸν θεὸν ὁρῶν, καὶ τὸν νεὼν σκύλων Ἑλληνικῶν ἀνάπλεων καὶ λαφύρων οὐ δυσχεραίνεις, οὐδʼ οἰκτίρεις τοὺς Ἕλληνας ἐπὶ τῶν καλῶν ἀναθημάτων αἰσχίστας ἀναγιγνώσκων ἐπιγραφὰς
Βρασίδας καὶ Ἀκάνθιοι ἀπʼ Ἀθηναίων
καὶ ʽ
Ἀθηναῖοι ἀπὸ Κορινθίων
καὶ
Φωκεῖς ἀπὸ Θεσσαλῶν,
Ὀρνεᾶται δʼ ἀπὸ Σικυωνίων,
Ἀμφικτύονες δʼ ἀπὸ Φωκέων. ἀλλὰ Πραξιτέλης ὡς· ἔοικε· μόνος ἠνίασε Κράτητα τῇ ἐρωμένῃ τυχὼν αὐτόθι δωρεᾶς, ὃν ἐπαινεῖν ὤφειλε Κράτης, ὅτι τοῖς χρυσοῖς βασιλεῦσι τούτοις παρέστησε χρυσῆν ἑταίραν, ἐξονειδίζων τὸν πλοῦτον ὡς οὐδὲν ἔχοντα θαυμάσιον οὐδὲ σεμνόν.
For just as Socrates, when feasted at the house of Callias, fights against the perfume alone, but tolerates seeing the dancing of children, the tumbling, the kisses, and the jesters; so you also seem to me, on the one hand, to exclude from the temple a woman who used her body's beauty in an unfree manner, while on the other hand, seeing the god surrounded on all sides by the first-fruits and tithes of slaughters, wars, and plunders, and the temple full of Greek spoils and booty, you are not annoyed, nor do you pity the Greeks when reading upon the beautiful offerings the most shameful inscriptions: 'Brasidas and the Acanthians from the Athenians,' and 'The Athenians from the Corinthians,' and 'The Phocians from the Thessalians,' and 'The Orneatae from the Sicyonians,' and 'The Amphictyons from the Phocians.' But Praxiteles alone, as it seems, vexed Crates by his mistress obtaining a gift here; whereas Crates ought to have praised him, because he set up a golden courtesan beside these golden kings, reproaching wealth as having nothing wonderful or venerable.
δικαιοσύνης γὰρ ἀναθήματα καὶ σωφροσύνης καὶ μεγαλονοίας καλῶς ἔχει τίθεσθαι παρὰ τῷ θεῷ τοὺς βασιλεῖς καὶ τοὺς ἄρχοντας, οὐ χρυσῆς καὶ τρυφώσης εὐπορίας ἧς μέτεστι καὶ τοῖς αἴσχιστα βεβιωκόσιν.
For it is fitting that offerings of justice, temperance, and magnanimity should be dedicated to the god by kings and rulers, not of golden and luxurious abundance, in which even those who have lived most shamefully have a share." "And do you not mention that other thing," said the other of the guides, "that Croesus here also had a golden statue of his female bread-maker made and dedicated?
§16ἐκεῖνο δʼ οὐ λέγεις
εἶπεν ἅτερος τῶν περιηγητῶν
ὅτι Κροῖσος ἐνταῦθα καὶ τῆς ἀρτοποιοῦ χρυσῆν εἰκόνα ποιησάμενος ἀνέθηκε πλὴν οὐκ ἐντρυφῶν τῷ ἱερῷ, καλὴν δὲ λαβὼν αἰτίαν καὶ δικαίαν.
Yet he did so, not to insult the temple, but having received a beautiful and just cause.
λέγεται γὰρ Ἀλυάττην τὸν πατέρα τοῦ Κροίσου δευτέραν ἀγαγέσθαι γυναῖκα καὶ παῖδας ἑτέρους τρέφειν· ἐπιβουλεύουσαν οὖν τῷ Κροίσῳ τὴν ἄνθρωπον φάρμακον δοῦναι τῇ ἀρτοποιῷ, καὶ κελεῦσαι διαπλάσασαν ἄρτον ἐξ αὐτοῦ τῷ Κροίσῳ παραθεῖναι τὴν δʼ ἀρτοποιὸν κρύφα τῷ Κροίσῳ φράσαι, παραθεῖναι δὲ τοῖς ἐκείνης παισὶ τὸν ἄρτον.
For it is said that Alyattes, the father of Croesus, took a second wife and was nurturing other children; this woman, then, plotting against Croesus, gave poison to the bread-maker and ordered her to knead a loaf from it and set it before Croesus; but the bread-maker secretly told Croesus, and set the bread before that woman's children.
ἀνθʼ ὧν βασιλεύσαντα τὸν Κροῖσον οἷον ἐπὶ μάρτυρι τῷ θεῷ τὴν χάριν ἀμείψασθαι τῆς γυναικός, εὖ γε ποιοῦντʼ ἐκεῖνον.
In return for which, Croesus, when he became king, as if with the god as witness, repaid the favor to the woman, acting very well indeed.
ὅθεν, εἶπεν, ἄξιον δὴ καὶ τῶν πόλεων εἴ τι τοιοῦτόν ἔστιν ἀνάθημα τιμᾶν καὶ ἀγαπᾶν, οἷον τὸ Ὀπουντίων.
Whence," he said, "it is indeed worthy to honor and cherish any such offering of the cities, if there is one, like that of the Opuntians.
ἐπεὶ γὰρ οἱ Φωκέων τύραννοι πολλὰ τῶν χρυσῶν καὶ ἀργυρῶν ἀναθημάτων συγχέαντες ἔκοψαν νόμισμα καὶ διέσπειραν εἰς τὰς πόλεις, Ὀπούντιοι συναγαγόντες ὅσον ἀργύριον, ὑδρίαν ἔπεμψαν ἐνθάδε τῷ θεῷ καὶ καθιέρωσαν.
For when the tyrants of the Phocians, having melted down many of the golden and silver offerings, coined money and dispersed it among the cities, the Opuntians, having collected all the silver, sent a water-jar here to the god and dedicated it.
ἐγὼ δὲ καὶ Μυριναίους ἐπαινῶ καὶ Ἀπολλωνιάτας θέρη χρυσᾶ δεῦρο πέμψαντας· ἔτι δὲ μᾶλλον Ἐρετριεῖς καὶ Μάγνητας, ἀνθρώπων ἀπαρχαῖς; δωρησαμένους τὸν θεόν, ὡς καρπῶν δοτῆρα καὶ πατρῷον καὶ γενέσιον καὶ φιλάνθρωπον αἰτιῶμαι δὲ Μεγαρεῖς, ὅτι μόνοι σχεδὸν ἐνταῦθα λόγχην ἔχοντα τὸν θεὸν ἔστησαν ἀπὸ τῆς μάχης, ἣν Ἀθηναίους μετὰ τὰ Περσικὰ τὴν πόλιν ἔχοντας αὐτῶν νικήσαντες ἐξέβαλον.
And I also praise the Myrinaeans and the Apolloniates who sent golden ears of corn here; and still more the Eretrians and the Magnesians, who presented the god with first-fruits of men, as the giver of fruits, ancestral, progenitor, and lover of mankind; but I blame the Megarians, because they almost alone set up here a statue of the god holding a spear, from the battle in which, after the Persian wars, they defeated and cast out the Athenians who held their city.
ὕστερον μέντοι πλῆκτρον ἀνέθηκαν τῷ θεῷ χρυσοῦν ἐπιστήσαντες ὡς ἔοικε Σκυθίνῳ λέγοντι περὶ τῆς λύρας,
"
ἣν ἁρμόζεται
Ζηνὸς εὐειδὴς; Ἀπόλλων, πᾶσαν ἀρχὴν καὶ τέλος
συλλαβών ἔχει δὲ λαμπρὸν πλῆκτρον ἡλίου φάος. "
Afterwards, however, they dedicated a golden plectrum to the god, having set it up, as it seems, in accordance with Scythinus speaking about the lyre: 'Which well-formed Apollo, son of Zeus, tunes, grasping every beginning and end; and he has as a brilliant plectrum the light of the sun.'"