Humanitext Reader

プルタルコス · ピュティアは今日では詩のかたちで神託を降ろさないことについて §14-16

神殿の奉納品と戦利品の是非をめぐる対話

7 / 14 箇所 · ギリシア語

要旨

ディオゲニアノスたちがロドピスの奉納品を巡ってデルポイの矛盾を非難したのに対し、テオンはギリシアの都市国家が戦争の略奪品を奉納している不名誉を指摘し、また案内人はクロいソスやオプース人らの美しい奉納の由緒を紹介する。

§14ἐπεὶ δὲ τὸν Ἀκανθίων καὶ Βρασίδου παρελθοῦσιν οἶκον ἡμῖν ἔδειξεν ὁ περιηγητὴς χωρίον, ἐν ᾧ Ῥοδώπιδος ἔκειντό ποτε τῆς ἑταίρας ὀβελίσκοι σιδηροῖ, δυσχεράνας ὁ Διογενιανὸς ἦν ἄρα τῆς αὐτῆς ἔφη πόλεως Ῥοδώπιδι μὲν χώραν παρασχεῖν, ὅπου τὰς δεκάτας φέρουσα καταθήσεται τῶν μισθῶν, Αἴσωπον δʼ ἀπολέσαι τὸν ὁμόδουλον αὐτῆς.
アカントス人とブラシダスの宝庫を通り過ぎた私たちに、案内人がかつて遊女ロドピスの鉄の串が置かれていた場所を示したとき、ディオゲニアノスは憤慨して言った。 「ロドピスには、彼女が自分の稼ぎの十分の一を持ってきて納める場所を提供しながら、彼女の同僚の奴隷であったアイソポスを殺害するとは、まさに同じ都市の仕業であったのだな。
καὶ ὁ Σαραπίων τί δὲ ταῦτʼ ἔφη μακάριε, δυσχεραίνεις;
」するとサラピオンが言った。 「わが友よ、なぜそのようなことを不快に思うのか。
ἐκεῖ βλέψον ἄνω καὶ τὴν χρυσῆν ἐν τοῖς στρατηγοῖς καὶ βασιλεῦσι θέασαι Μνησαρέτην, ἣν Κράτης εἶπε τῆς τῶν Ἑλλήνων ἀκρασίας ἀνακεῖσθαι τρόπαιον.
あそこ、上を見て、将軍たちや王たちのなかにいる黄金のムネサレテを眺めるがよい。 クラテスが、ギリシア人の無節操の記念碑として奉納されていると言った女性だ。
ἰδὼν οὖν ὁ νεανίας εἶτʼ οὐ περὶ Φρύνης ἔφη τοῦτʼ ἦν εἰρημένον τῷ Κράτητι;
」そこで若者は見て言った。 「ええと、それはクラテスによってプリュネについて言されたことではなかったのですか。
ʼ ναί εἶπεν ὁ Σαραπίων·
」「そうだ」とサラピオンは言った。
Μνησαρέτη γὰρ ἐκαλεῖτο, τὴν δὲ Φρύνην ἐπίκλησιν ἔσχε διὰ τὴν ὠχρότητα.
「彼女はムネサレテと呼ばれていたのだが、青白さのためにプリュネというあだ名を得たのだ。
πολλὰ δʼ ὡς ἔοικε τῶν ὀνομάτων ἀποκρύπτουσιν αἱ παρωνυμίαι.
どうやら多くの名前があだ名によって覆い隠されているようだ。
τὴν γοῦν Ἀλεξάνδρου μητέρα Πολυξένην εἶτα Μυρτάλην Ὀλυμπιάδα τε καὶ Στρατονίκην κληθῆναι λέγουσι·
たとえば、アレクサンドロスの母は、ポリュクセネ、次にミュルタレ、そしてオリュンピアス、またストラトニケと呼ばれたと言われている。
τὴν δὲ Ῥοδίαν Εὔμητιν ἄχρι νῦν Κλεοβουλίνην πατρόθεν οἱ πλεῖστοι καλοῦσιν Ἡροφίλην δὲ τὴν Ἐρυθραίαν μαντικὴν γενομένην Σίβυλλαν προσηγόρευσαν.
また、ロドス人のエウメティスを、今に至るまで大半の者は父親の名にちなんでクレオブリーネと呼んでいる。 また、予言者となったエリュトリアのヘロピレを、人々はシビュラと呼んだ。
, τῶν δὲ γραμματικῶν ἀκούσῃ καὶ τὴν Λήδαν Μνησινόην, καὶ τὸν Ὀρέστην Ἀχαιὸν ὠνομάσθαι φασκόντων.
文法家たちが、レダはムネシノエと呼ばれ、オレステスはアカイオスと名付けられていたと主張するのも聞くだろう。
ἀλλὰ πῶς, ἔφη, διανοῇ σὺ ʽ βλέψας πρὸς τὸν Θέωνἀ τουτὶ διαλῦσαι τὸ περὶ Φρύνης αἰτίαμα;
しかし」と彼は言い、テオンの方を向いて尋ねた。 「あなたは、このプリュネに関する非難をどのように解決するつもりですか。
§15κἀκεῖνος ἡσυχῆ διαμειδιάσας οὕτως εἶπεν ὥστε καὶ σοὶ προσεγκαλεῖν τὰ μικρότατα τῶν Ἑλληνικῶν πλημμελημάτων ἐλέγχοντι.
」すると彼(テオン)は静かに微笑んで言った。 「ギリシア人の過ちのうち最も些細なものを責め立てているあなた自身をも、私が逆に告発するような仕方で(解決しよう)。
καθάπερ γὰρ ὁ Σωκράτης;
というのも、ソクラテスがカリアスの家で歓待されたとき、香油に対してのみ戦いながら、少年たちの踊りや宙返り、口づけ、道化師たちを見ることは容認しているように、あなたも同様に、体の美しさを自由人らしからぬ方法で利用した女を神殿から排除しているように私には見える一方で、殺戮や戦争や略奪の初物や十分の一によってぐるりと取り囲まれている神を見、神殿がギリシア人から奪った武具や戦利品で満ちていることには不快にならず、また、美しい奉納品の上に、最も恥ずべき碑文を読みながら、ギリシア人たちを憐れみもしないからだ。
ἑστιώμενος ἐν Καλλίου τῷ μύρῳ πολεμεῖ μόνον, ὀρχήσεις δὲ παίδων καὶ κυβιστήσεις καὶ φιλήματα καὶ γελωτοποιοὺς ὁρῶν ἀνέχεται καὶ σύ μοι δοκεῖς ὁμοίως γύναιον εἴργειν τοῦ ἱεροῦ χρησάμενον ὥρᾳ σώματος οὐκ ἐλευθερίως, φόνων δὲ καὶ πολέμων καὶ λεηλασιῶν ἀπαρχαῖς καὶ δεκάταις κύκλῳ περιεχόμενον τὸν θεὸν ὁρῶν, καὶ τὸν νεὼν σκύλων Ἑλληνικῶν ἀνάπλεων καὶ λαφύρων οὐ δυσχεραίνεις, οὐδʼ οἰκτίρεις τοὺς Ἕλληνας ἐπὶ τῶν καλῶν ἀναθημάτων αἰσχίστας ἀναγιγνώσκων ἐπιγραφὰς Βρασίδας καὶ Ἀκάνθιοι ἀπʼ Ἀθηναίων καὶ ʽ Ἀθηναῖοι ἀπὸ Κορινθίων καὶ Φωκεῖς ἀπὸ Θεσσαλῶν, Ὀρνεᾶται δʼ ἀπὸ Σικυωνίων, Ἀμφικτύονες δʼ ἀπὸ Φωκέων.
『ブラシダスとアカントス人、アテナイ人から』とか、『アテナイ人、コリントス人から』とか、『フォキス人、テッサリア人から』、『オルネアイ人、シキュオン人から』、『隣国同盟、フォキス人から』といった碑文をね。
ἀλλὰ Πραξιτέλης ὡς· ἔοικε·
しかし、プラクシテレスだけが、その愛人がこの場所に特権を得たことで、クラテスをいら立たせたようだ。
μόνος ἠνίασε Κράτητα τῇ ἐρωμένῃ τυχὼν αὐτόθι δωρεᾶς, ὃν ἐπαινεῖν ὤφειλε Κράτης, ὅτι τοῖς χρυσοῖς βασιλεῦσι τούτοις παρέστησε χρυσῆν ἑταίραν, ἐξονειδίζων τὸν πλοῦτον ὡς οὐδὲν ἔχοντα θαυμάσιον οὐδὲ σεμνόν.
クラテスは彼を褒め称えるべきであったのに。 なぜなら、これら黄金の王たちの傍らに、黄金の遊女を立たせることによって、富というものが驚嘆すべきものでも尊厳あるものでもないと恥じ入らせたのだから。
δικαιοσύνης γὰρ ἀναθήματα καὶ σωφροσύνης καὶ μεγαλονοίας καλῶς ἔχει τίθεσθαι παρὰ τῷ θεῷ τοὺς βασιλεῖς καὶ τοὺς ἄρχοντας, οὐ χρυσῆς καὶ τρυφώσης εὐπορίας ἧς μέτεστι καὶ τοῖς αἴσχιστα βεβιωκόσιν.
王たちや支配者たちが神の傍らに捧げるべきなのは、正義や節制、不屈の心の奉納品であって、最も恥ずべき生き方をした者たちさえも与りうるような、黄金や贅沢な富ではないのだから。
§16ἐκεῖνο δʼ οὐ λέγεις εἶπεν ἅτερος τῶν περιηγητῶν ὅτι Κροῖσος ἐνταῦθα καὶ τῆς ἀρτοποιοῦ χρυσῆν εἰκόνα ποιησάμενος ἀνέθηκε πλὴν οὐκ ἐντρυφῶν τῷ ἱερῷ, καλὴν δὲ λαβὼν αἰτίαν καὶ δικαίαν.
」「しかし、あの一件は言わないのですか」と案内人の一人が言った。 「クロイソスがここで、彼の女性パン焼き職人の黄金の像を制作して奉納したことを。 ただし、彼は神殿を侮辱するためではなく、立派で正当な理由があってそうしたのです。
λέγεται γὰρ Ἀλυάττην τὸν πατέρα τοῦ Κροίσου δευτέραν ἀγαγέσθαι γυναῖκα καὶ παῖδας ἑτέρους τρέφειν·
というのも、クロイソスの父アリュアッテスは後妻を迎え、別の子供たちを育てていたと言われているからです。
ἐπιβουλεύουσαν οὖν τῷ Κροίσῳ τὴν ἄνθρωπον φάρμακον δοῦναι τῇ ἀρτοποιῷ, καὶ κελεῦσαι διαπλάσασαν ἄρτον ἐξ αὐτοῦ τῷ Κροίσῳ παραθεῖναι τὴν δʼ ἀρτοποιὸν κρύφα τῷ Κροίσῳ φράσαι, παραθεῖναι δὲ τοῖς ἐκείνης παισὶ τὸν ἄρτον.
そこで、その女はクロイソスを陥れようと企み、パン焼き職人に毒を渡し、それからパンをこねて、その毒入りパンをクロイソスの前に出すようにと命じました。 しかし、パン焼き職人は密かにクロイソスにその陰謀を告げ、そのパンを彼女の子供たちの前に出したのです。
ἀνθʼ ὧν βασιλεύσαντα τὸν Κροῖσον οἷον ἐπὶ μάρτυρι τῷ θεῷ τὴν χάριν ἀμείψασθαι τῆς γυναικός, εὖ γε ποιοῦντʼ ἐκεῖνον.
その返礼として、王となったクロイソスは、いわば神を証人としてその女性に恩を返したのです。 それは実に立派な行為でした。
ὅθεν, εἶπεν, ἄξιον δὴ καὶ τῶν πόλεων εἴ τι τοιοῦτόν ἔστιν ἀνάθημα τιμᾶν καὶ ἀγαπᾶν, οἷον τὸ Ὀπουντίων.
それゆえ」と彼は言った。 「都市たちの奉納品についても、もしそのような由緒あるものがあれば、敬意を払い愛着を抱く価値があります。 たとえばオプースの人々のそれのように。
ἐπεὶ γὰρ οἱ Φωκέων τύραννοι πολλὰ τῶν χρυσῶν καὶ ἀργυρῶν ἀναθημάτων συγχέαντες ἔκοψαν νόμισμα καὶ διέσπειραν εἰς τὰς πόλεις, Ὀπούντιοι συναγαγόντες ὅσον ἀργύριον, ὑδρίαν ἔπεμψαν ἐνθάδε τῷ θεῷ καὶ καθιέρωσαν.
というのも、フォキスの僭主たちが多くの金銀の奉納品を溶かして貨幣を鋳造し、諸都市に散布したとき、オプースの人々はその銀をすべて集め、水瓶を制作してここの神に送り、捧げたからです。
ἐγὼ δὲ καὶ Μυριναίους ἐπαινῶ καὶ Ἀπολλωνιάτας θέρη χρυσᾶ δεῦρο πέμψαντας·
私はまた、黄金の穂をここに送ったミュリナの人々やアポロニアの人々をも称賛します。
ἔτι δὲ μᾶλλον Ἐρετριεῖς καὶ Μάγνητας, ἀνθρώπων ἀπαρχαῖς;
さらにそれ以上に、人間の初物をもって神に贈り物をしたエレトリアの人々やマグネス人たちをも。
δωρησαμένους τὸν θεόν, ὡς καρπῶν δοτῆρα καὶ πατρῷον καὶ γενέσιον καὶ φιλάνθρωπον αἰτιῶμαι δὲ Μεγαρεῖς, ὅτι μόνοι σχεδὸν ἐνταῦθα λόγχην ἔχοντα τὸν θεὸν ἔστησαν ἀπὸ τῆς μάχης, ἣν Ἀθηναίους μετὰ τὰ Περσικὰ τὴν πόλιν ἔχοντας αὐτῶν νικήσαντες ἐξέβαλον.
神を、実りの与え手、祖先の神、誕生の神、人間を愛する神として。 しかし、メガラの人々を私は非難します。 彼らだけが、ペルシア戦争の後に自分たちの都市を占領していたアテナイ人を打ち破って追い払ったあの戦いから、槍を持った神の像をここに建てたからです。
ὕστερον μέντοι πλῆκτρον ἀνέθηκαν τῷ θεῷ χρυσοῦν ἐπιστήσαντες ὡς ἔοικε Σκυθίνῳ λέγοντι περὶ τῆς λύρας, " ἣν ἁρμόζεται Ζηνὸς εὐειδὴς;
しかし後になって、彼らは神に黄金のプレクトロンを奉納しました。 それは、竪琴について語るスキュティノスの次の言葉を、どうやら念頭に置いてのことでしょう。 『美しきアポロン、ゼウスの竪琴の調子を合わせ、すべての始まりと終わりを包み込む。
Ἀπόλλων, πᾶσαν ἀρχὴν καὶ τέλος συλλαβών ἔχει δὲ λαμπρὸν πλῆκτρον ἡλίου φάος. "
そして、輝くプレクトロンとして、太陽の光を手にしている。 』」

語釈・文法注

  1. 401aἦν ἄρα τῆς αὐτῆς ... πόλεως — 叙述的属格。「〜の性質、特徴、あるいは(ここでは行為主体としての)仕業である」を表す。ここでは、同一の都市(デルポイ)が一方の奴隷(ロドピス)には恩恵を与え(παρασχεῖν)、他方の奴隷(アイソポス)は殺害した(ἀπολέσαι)という二つの不定詞句にかかり、その矛盾を非難している。
  2. 401cκαὶ σύ μοι δοκεῖς ὁμοίως γύναιον εἴργειν ... οὐ δυσχεραίνεις, οὐδʼ οἰκτίρεις — 構文上の破綻(アナコルトン)の一例。文頭の `δοκεῖς`(〜と思われる)が不定詞 `εἴργειν`(排除している)を従える一方で、文の後半では、同じく `δοκεῖς` の支配下に入るはずの動詞が、直説法第二人称 `οὐ δυσχεραίνεις`(不快に思わない)および `οὐδʼ οἰκτίρεις`(憐れまない)へと滑り落ちている。
  3. 402aἀνθρώπων ἀπαρχαῖς — 本来、農作物や家畜などの収穫物の「初物」を意味する `ἀπαρχαί` が人間に適用されている。これは、特定の都市(エレトリアやマグネシア)が、植民地の創設や神殿への恒常的な奉仕のために、人口の一部(若者など)を「神の取り分」としてデルポイに割いた(奉納した)歴史的慣行を指している。

この箇所を引用する

プルタルコス, ピュティアは今日では詩のかたちで神託を降ろさないことについて §14-16. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg091.humanitext-grc2:14-16

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。