Humanitext Reader

普鲁塔克 · 论德尔斐的E §14-16

数字五的生成、柏拉图哲学与德尔斐仪轨

第 7 段,共 10 段 · 希腊语

内容简介

通过平方数的结合解释了五的生成,并引证了柏拉图对话录中关于五个类以及善的阶层的讨论。此外,提出了一个关于德尔斐仪轨的数秘学谜题,并结束了关于“E”的数学颂赞。

§14τοσαύτας δὲ καὶ τηλικαύτας ἔχοντος τοῦ ἀριθμοῦ δυνάμεις, καλὴ καὶ ἡ γένεσίς ἐστιν, οὐχ ἣν ἤδη διήλθομεν, ἐκ δυάδος οὖσα καὶ τριάδος, ἀλλʼ ἣν ἡ ἀρχὴ τῷ πρώτῳ συνελθοῦσα τετραγώνῳ παρέσχεν.
既然该数字拥有如此之多且如此巨大的力量,其生成也是美丽的——不是我们已经叙述过的、由二和三组成的生成,而是由始基与第一个平方数结合而提供的生成。
ἀρχὴ μὲν γὰρ ἀριθμοῦ παντὸς ἡ μονάς, τετράγωνος δὲ πρῶτος ἡ τετράς ἐκ δὲ τούτων, ὥσπερ ἰδέας καὶ ὕλης πέρας ἐχούσης, ἡ πεμπάς.
因为一切数字的始基是一,而四是第一个平方数;而由这些,正如由形式和具有界限的质料一样,产生了五。
εἰ δὲ δὴ καὶ τὴν μονάδα τετράγωνον ὀρθῶς ἔνιοι τίθενται, δύναμιν οὖσαν ἑαυτῆς καὶ περαίνουσαν εἰς ἑαυτήν, ἐκ δυεῖν πεφυκυῖα τῶν πρώτων τετραγώνων ἡ πεμπὰς οὐκ ἀπολέλοιπεν ὑπερβολὴν εὐγενείας.
如果确实有人正确地将一也定为平方数——因为它是其自身的力量,并向其自身限界——那么由两个最先的平方数自然产生的五,便毫不欠缺极度的高贵。
§15τὸ δὲ μέγιστον ἔφην δέδια μὴ ῥηθὲν πιέζῃ τὸν Πλάτωνα ἡμῶν, ὡς ἐκεῖνος ἔλεγε πιέζεσθαι τῷ τῆς σελήνης ὀνόματι τὸν Ἀναξαγόραν, παμπάλαιον οὖσαν τινα τὴν περὶ τῶν φωτισμῶν δόξαν αὑτοῦ, ἰδίαν ποιούμενον.
“但最重大的一点,”我说,“我担心说出来可能会使我们的柏拉图蒙受压力,正如他曾说阿那克萨戈拉被月亮的名字所难堪,因为阿那克萨戈拉把关于月亮发光的极古老观点占为己有。
ἦ γὰρ οὐ ταῦτʼ εἴρηκεν ἐν Κρατύλῳ ;
难道他不是在《克拉底鲁篇》中这样说的吗?
πάνυ μὲν οὖν ὁ Εὔστροφος ἔφη, τί δʼ ὅμοιον πέφυκεν οὐ συνορῶ.
” “完全是这样,”欧斯特罗福斯说,“但我看不出有什么相似之处。
καὶ μὴν οἶσθα δήπουθεν, ὅτι πέντε μὲν ἐν Σοφιστῇ τὰς κυριωτάτας· ἀποδείκνυσιν ἀρχάς, τὸ ὂν τὸ ταὐτὸν τὸ ἕτερον, τέταρτον δὲ καὶ πέμπτον ἐπὶ τούτοις κίνησιν καὶ στάσιν.
” “但你肯定知道,他在《智者篇》中证明了五个最主要的始基:存在、同一、变异,在此之外,第四和第五则是运动与静止。
ἄλλῳ δʼ αὖ τρόπῳ διαιρέσεως ἐν Φιλήβῳ χρώμενος, ἓν μὲν εἶναί φησι τὸ ἄπειρον ἕτερον δὲ τὸ πέρας· τούτων δὲ μιγνυμένων πᾶσαν συνίστασθαι γένεσιν.
而在《斐力兵斯篇》中,他采用另一种划分方法,说一个是无限,另一个是极限;而由两者的混合,构成了所有的生成。
αἰτίαν δʼ, ὑφʼ ἧς μίγνυται, τέταρτον γένος τίθεται· καὶ πέμπτον ἡμῖν ὑπονοεῖν ἀπολέλοιπεν, ᾧ τὰ μιχθέντα πάλιν ἴσχει διάκρισιν καὶ διάστασιν.
并且,他将混合得以进行的原因,设为第四类;他还留给我们去推想第五类,借此,被混合之物再次获得分离和分裂。
τεκμαίρομαι δὲ ταῦτʼ ἐκείνων ὥσπερ εἰκόνας λέγεσθαι, τοῦ μὲν ὄντος τὸ γιγνόμενον, κινήσεως δὲ τὸ ἄπειρον, τὸ δὲ πέρας τῆς στάσεως, ταὐτοῦ δὲ τὴν μιγνύουσαν ἀρχήν, θατέρου δὲ τὴν διακρίνουσαν.
我推测,这些是被作为那些的摹像来叙述的:生成是存在的摹像,无限是运动的摹像,极限是静止的摹像,混合的原理是同一的摹像,分离的原理是变异的摹像。
εἰ δʼ ἕτερα ταῦτʼ ἐστί, κἀκείνως ἂν εἴη καὶ οὕτως ἐν πέντε γένεσι καὶ διαφοραῖς.
但如果这些与那些不同,那么不论是那样还是这样,它们都将存在于五个类别和区分之中。
πυθόμενος, φήσει δή τις, ταῦτα πρότερος συνιδὼν Πλάτωνος, δύο Ε καθιέρωσε τῷ θεῷ, δήλωμα καὶ σύμβολον τοῦ ἀριθμοῦ τῶν πάντων ἀλλὰ μὴν καὶ τἀγαθὸν ἐν πέντε γένεσι φανταζόμενον κατανοήσας, ὧν πρῶτόν ἐστι τὸ μέτριον δεύτερον δὲ τὸ σύμμετρον, καὶ τρίτον ὁ νοῦς καὶ τέταρτον αἱ περὶ ψυχὴν ἐπιστῆμαι καὶ τέχναι καὶ δόξαι ἀληθεῖς, πέμπτον εἴ τις ἡδονὴ καθαρὰ καὶ πρὸς τὸ λυποῦν ἄκρατος, ἐνταῦθα λήγει τὸ Ὀρφικὸν ὑπειπών "ἕκτῃ δʼ ἐν γενεῇ καταπαύσατε θεσμὸν ἀοιδῆς. "
无疑会有人说,有人比柏拉图更早了解并看清了这些,因而向神献上了两个E,作为万物之数的显明和象征。 不仅如此,他还领会到善也表现在五个类别中,其中第一个是适度,第二个是均衡,第三个是理智,第四个是属于灵魂的科学、技术和真意见,第五个是任何纯洁且不掺杂痛苦的快乐,他便在此处结束,暗引奥菲斯诗句:‘在第六代,让歌唱的仪轨停息。
§16ἐπὶ τούτοις ἔφην εἰρημένοις πρὸς ὑμᾶς ἓν βραχύ τοῖς περὶ Νίκανδρον ἀείσω ξυνετοῖσι τῇ γὰρ ἕκτῃ τοῦ νέου μηνὸς ὅταν κατάγῃ εἷς τὴν Πυθίαν εἰς τὸ πρυτανεῖον, ὁ πρῶτος ὑμῖν γίγνεται τῶν τριῶν κλήρων εἰς, τὰ πέντε, πρὸς ἀλλήλους ἐκείνης τὰ τρία τοῦ δὲ τὰ δύο βάλλοντες.
’ “在对你们说了这些话之后,”我说, “我要向尼坎德罗斯及其同伴、向心领神会者,吟唱一首简短之歌。 因为在朔月第六日,当有人引导皮提娅前往市政厅时,在你们的三种签中,第一种变成了关于五的,因为你们互相投掷,她得三,而他得二。
ἦ γὰρ οὐχ οὕτως ἔχει;
难道不是这样吗?
καὶ ὁ Νίκανδρος οὕτως εἶπεν ἡ δʼ αἰτία πρὸς ἑτέρους ἄρρητός ἐστι .
” 尼坎德罗斯说:“确实如此;但其原因对其他人是不可言说的。
οὐκοῦν ἔφην ἐγὼ μειδιάσας ἄχρι οὗ τἀληθὲς; ἡμῖν ὁ θεὸς ἱεροῖς γενομένοις γνῶναι παράσχῃ, προσκείσεται καὶ τοῦτο τοῖς ὑπὲρ τῆς πεμπάδος λεγομένοις.
” “既然如此,”我微笑着说,“直到神在我们通过祭祀变得圣洁之后,允许我们知晓真相,这一项也将被列入关于五的讨论之中。
τοιοῦτο μὲν καὶ ὁ τῶν ἀριθμητικῶν καὶ ὁ τῶν μαθηματικῶν ἐγκωμίων τοῦ Ε λόγος, ὡς ἐγὼ μέμνημαι, πέρας ἔσχεν.
” 关于E的算术与数学颂赞的论述,据我所记,便是如此结束的。

词汇与语法注释

  1. 391aἐκ δυεῖν πεφυκυῖα τῶν πρώτων τετραγώνων — 意为“由最初的两个平方数自然产生”。在这里,“最初的平方数”指1(一,1的平方)和4(四,2的平方)。完成时主动分词阴性单数主格的 `πεφυκυῖα` 修饰主语 `ἡ πεμπάς`(五),而双数属格 `δυεῖν... τετραγώνων` 受表示来源的介词 `ἐκ` 支配。
  2. 391bὡς ἐκεῖνος ἔλεγε πιέζεσθαι τῷ τῆς σελήνης ὀνόματι τὸν Ἀναξαγόραν — 指向柏拉图《克拉底鲁篇》409a-b。这是由主动词 `ἔλεγε` 引导的带对格的不定式(A.c.I.)结构,其中被动不定式为 `πιέζεσθαι`,其逻辑主语为对格的 `τὸν Ἀναξαγόραν`,而 `τῷ... ὀνόματι` 是表示手段的与格(通过月亮的名字)。接下来的对格短语 `παμπάλαιον οὖσαν... δόξαν` 作为修饰 `Anaxagoras` 的分词 `ποιούμενον` 的宾语。
  3. 391dπέμπτον εἴ τις ἡδονὴ καθαρὰ — 列举柏拉图《斐力兵斯篇》66a-c中“善的五个类别”的最后一项。由 `εἴ τις`(若有任何)引导的条件从句在此处省略了系动词 `ἐστί`,实际上起到了名词短语的作用,代表第五个范畴(“第五,如果有任何纯洁的快乐”)。

引用这一段

普鲁塔克, 论德尔斐的E §14-16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg090.humanitext-grc2:14-16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。