Humanitext Reader

普鲁塔克 · 论德尔斐的E §9-10

阿波罗与狄奥尼索斯及音乐中的五种协和音

第 5 段,共 10 段 · 希腊语

内容简介

第九章通过德尔斐的冬季祭仪和诗歌传统阐释了阿波罗与狄奥尼索斯互补的神性特征;第10章则通过音乐中的五种主要协和音及其数学比例论证了数字“五”的至关重要性。

§9ἐὰν οὖν ἔρηταί τις, τί ταῦτα πρὸς τὸν Ἀπόλλωνα, φήσομεν οὐχὶ μόνον ἀλλὰ καὶ πρὸς τὸν Διόνυσον, ᾧ τῶν Δελφῶν οὐδὲν ἧττον ἢ τῷ Ἀπόλλωνι μέτεστιν.
因此,如果有人问起这些事与阿波罗有什么关系,我们会说这不仅关系到他,还关系到狄奥尼索斯,因为狄奥尼索斯在德尔斐所占的份额绝不亚于阿波罗。
ἀκούομεν οὖν τῶν θεολόγων τὰ μὲν ἐν ποιήμασι τὰ δʼ ἄνευ μέτρου λεγόντων καὶ ὑμνούντων, ὡς ἄφθαρτος ὁ θεὸς καὶ ἀίδιος πεφυκώς, ὑπὸ δή τινος εἱμαρμένης γνώμης καὶ λόγου μεταβολαῖς ἑαυτοῦ χρώμενος, ἄλλοτε μὲν εἰς πῦρ ἀνῆψε τὴν φύσιν πάνθʼ ὁμοιώσας πᾶσιν, ἄλλοτε δὲ παντοδαπὸς ἔν τε μορφαῖς καὶ ἐν πάθεσι καὶ δυνάμεσι διαφόροις γιγνόμενος, ὡς γίγνεται νῦν, κόσμος ὀνομάζεται δὲ τῷ γνωριμωτάτῳ τῶν ὀνομάτων.
所以我们听到神学家们在诗歌中或散文中宣称并歌颂,神按其本性是永恒不灭的,但由于某种注定的意志和理性而使自身发生改变,有时他将自己的本性点燃为火,使万物等同于万物,有时他又在各种形状、受动和不同的能力中变得多种多样,正如他现在这样,并被冠以最广为人知的名字——宇宙。
κρυπτόμενοι δὲ τοὺς πολλοὺς οἱ σοφώτεροι τὴν μὲν εἰς πῦρ μεταβολὴν Ἀπόλλωνά τε τῇ μονώσει Φοῖβόν τε τῷ καθαρῷ καὶ ἀμιάντῳ καλοῦσι.
但较聪明的人为了对大众隐瞒真相,将向火的转变因其单一性而称为“阿波罗”,因其纯洁无瑕而称为“福玻斯”。
τῆς δʼ εἰς πνεύματα καὶ ὓδωρ καὶ γῆν καὶ ἄστρα καὶ φυτῶν ζῴων τε γενέσεις τροπῆς αὐτοῦ καὶ διακοσμήσεως τὸ μὲν πάθημα καὶ τὴν μεταβολὴν διασπασμόν τινα καὶ διαμελισμὸν αἰνίττονται· Διόνυσον δὲ καὶ Ζαγρέα καὶ Νυκτέλιον καὶ Ἰσοδαίτην αὐτὸν ὀνομάζουσι, καὶ φθοράς τινας καὶ ἀφανισμοὺς οἱ τὰς ἀποβιώσεις καὶ παλιγγενεσίας, οἰκεῖα ταῖς εἰρημέναις μεταβολαῖς αἰνίγματα καὶ μυθεύματα περαίνουσι·
另一方面,对于他向风、水、土、星辰以及动植物生成的转变和秩序化,他们将这种受难和变化隐喻为某种撕裂和肢解;他们称他为狄奥尼索斯、扎格柔斯、尼克特里奥斯和伊索戴特斯,并通过讲述死亡与再生等消亡和消失,来完成与上述变化相适应的谜语和神话。
καὶ ᾅδουσι τῷ μὲν διθυραμβικὰ μέλη παθῶν μεστὰ καὶ μεταβολῆς πλάνην τινὰ καὶ διαφόρησιν ἐχούσης· " μιξοβόαν γὰρ Αἰσχύλος φησὶ πρέπει διθύραμβον ὁμαρτεῖν σύγκωμον Διονύσῳ; " τῷ δὲ παιᾶνα, τεταγμένην καὶ σώφρονα μοῦσαν.
他们向其中一位神献唱充满激情和包含流浪与消散之变化的迪提兰博斯诗歌; “因为埃斯库罗斯说,伴随着喧闹的迪提兰博斯作为狂欢的同伴伴随狄奥尼索斯是合适的;” 而向另一位神则献唱赞美诗(派安),这是一种有序且克制的乐歌。
ἀγήρων τε τοῦτον ἀεὶ καὶ νέον ἐκεῖνον δὲ πολυειδῆ καὶ πολύμορφον ἐν γραφαῖς καὶ πλάσμασι δημιουργοῦσι·
他们在绘画和雕塑中将前者塑造为永远不老且年轻的形象,而将后者塑造为多姿多彩、多种形状的形象。
καὶ ὅλως τῷ μὲν ὁμοιότητα καὶ τάξιν καὶ σπουδὴν ἄκρατον, τῷ δὲ μεμιγμένην τινὰ παιδιᾷ καὶ ὕβρει καὶ σπουδῇ καὶ μανίᾳ προσφέροντες ἀνωμαλίαν, εὔιον ὀρσιγύναικα μαινομέναις Διόνυσον ἀνθέοντα τιμαῖς ἀνακαλοῦσιν, οὐ φαύλως ἑκατέρας μεταβολῆς τὸ οἰκεῖον λαμβάνοντες.
总的来说,他们将相似性、秩序和纯粹的庄重赋予前者,而将嬉戏、放肆、庄重和疯狂混合而成的无序赋予后者,呼唤他为: “唤起妇女的埃乌欧斯,在疯狂尊荣中绽放的狄奥尼索斯”,他们极其巧妙地把握了这两种变化各自的特征。
ἐπεὶ δʼ οὐκ ἴσος τῶν περιόδων ἐν ταῖς μεταβολαῖς χρόνος, ἀλλὰ μείζων ὁ τῆς ἑτέρας ἣν κόρον· καλοῦσιν, ὁ δὲ τῆς χρησμοσύνης ἐλάττων, τὸ κατὰ λόγον τηροῦντες ἐνταῦθα τὸν μὲν ἄλλον ἐνιαυτὸν παιᾶνι χρῶνται περὶ τὰς θυσίας, ἀρχομένου δὲ χειμῶνος ἐπεγείραντες διθύραμβον τὸν δὲ παιᾶνα καταπαύσαντες, τρεῖς μῆνας ἀντʼ ἐκείνου τοῦτον κατακαλοῦνται τὸν θεὸν· ὅπερ τρία πρὸς ἕν, τοῦτο τὴν διακόσμησιν οἰόμενοι χρόνῳ πρὸς τὴν ἐκπύρωσιν εἶναι.
然而,变化中周期的持续时间并不相等,他们称为“充足”的一方周期较长,而称为“匮乏”的另一方周期较短,他们在此也遵守比例关系,在全年的其他时间里在祭祀中使用赞美诗,而在冬季开始时则唤醒迪提兰博斯,停用赞美诗,在三个月里用前者代替后者来呼唤这位神;这正是三比一的比例,因为他们认为宇宙秩序化的时间与大火时期的时间比也是如此。
§10ἀλλὰ ταῦτα μὲν ἱκανοῦ καιροῦ μᾶλλον ἀπομεμήκυνται·
但这些话已经超出了适当的时机,拖得太长了。
δῆλον δʼ ὅτι συνοικειοῦσιν αὐτῷ τὴν πεμπάδα, νῦν μὲν αὐτὴν ἑαυτὴν ὡς τὸ πῦρ αὖθις δὲ τὴν δεκάδα ποιοῦσαν ἐξ ἑαυτῆς ὡς τὸν κόσμον.
显而易见的是,他们将五与他联系在一起,因为五有时产生其自身(如火),有时又从自身中产生十(如宇宙)。
τῆς δὲ δὴ μάλιστα κεχαρισμένης τῷ θεῷ μουσικῆς οὐκ οἰόμεθα τούτῳ τῷ ἀριθμῷ· μετεῖναι;
而在最讨神喜悦的音乐中,难道我们不认为这个数字也占有一席之地吗?
τὸ γὰρ πλεῖστον ὡς ἔνι εἰπεῖν ἔργον ἁρμονικῆς περὶ τὰς συμφωνίας ἐστίν.
因为可以毫不夸张地说,和声学最大部分的工作都是关于协和音的。
αὗται δʼ ὅτι πέντε καὶ οὐ πλείους, ὁ λόγος ἐξελέγχει τὸν ἐν χορδαῖς καὶ τρυπήμασι ταῦτα θηρᾶν ἀλόγως τῇ αἰσθήσει βουλόμενον.
而这些协和音只有五个而没有更多,理性驳斥了那些企图在琴弦和管孔中无视理性、仅凭感觉去探寻这些事物的人。
πᾶσαι γὰρ ἐν λόγοις τὴν γένεσιν ἀριθμῶν λαμβάνουσιν· καὶ λόγος ἐστὶ τῆς μὲν διὰ τεσσάρων ἐπίτριτος, τῆς δὲ διὰ πέντε ἡμιόλιος, διπλάσιος δὲ τῆς διὰ πασῶν, τῆς δὲ διὰ πασῶν καὶ διὰ πέντε τριπλάσιος, τῆς δὲ δὶς διὰ πασῶν τετραπλάσιος.
因为所有的协和音都在数字的比例中获得其生成的根据;四度音程的比例是四分之三,五度音程是二分之三,八度音程是两倍,八度加五度是三倍,双八度音程是四倍。
ἣν δὲ ταύταις ἐπεισάγουσιν οἱ ἁρμονικοὶ διὰ πασῶν καὶ διὰ τεσσάρων ὀνομάζοντες, ἔξω μέτρου βαίνουσαν, οὐκ ἄξιόν ἐστι δέχεσθαι, τῆς ἀκοῆς τῷ ἀλόγῳ παρὰ τὸν λόγον ὥσπερ νόμον χαριζομένους.
然而,和声学者们在这些音程之外引入的、被称为八度加四度的音程,超出了尺度,是不值得接受的,因为这只是在违背理性的情况下,向听觉的非理性部分迎合,视其为法律一般。
ἵνα τοίνυν ἀφῶ πέντε τετραχόρδων θέσεις, καὶ πέντε τοὺς πρώτους, εἴτε τόνους ἢ τρόπους; εἴθʼ ἁρμονίας χρὴ καλεῖν, ὧν ἐπιτάσει καὶ ὑφέσει τρεπομένων κατὰ τὸ μᾶλλον καὶ ἧττον αἱ λοιπαὶ βαρύτητές εἰσι καὶ ὀξύτητες ἆρʼ οὐχὶ πολλῶν, μᾶλλον δʼ ἀπείρων διαστημάτων ὄντων, τὰ μελῳδούμενα μόνα πέντʼ ἐστί, δίεσις καὶ ἡμιτόνιον καὶ τόνος καὶ τριημιτόνιον καὶ δίτονον, ἄλλο δʼ οὐδὲν οὔτε μικρότερον οὔτε μεῖζον ἐν φωναῖς χωρίον ὀξύτητι καὶ βαρύτητι περατούμενον μελῳδητόν ἐστι;
因此,即使我略去四弦音阶的五种排列法,以及最先的五个音调(无论该称之为音调、调式还是和声,其余的低音和高音都是由于它们的紧张和松弛而在程度上发生变化而形成的);难道不是在存在着许多、甚至是无限的音程中,实际用于旋律的只有五个吗? 即微音、半音、全音、一音半和双全音,在由高音和低音限定的声音区间中,难道还有其他更小或更大且可用于旋律的音程吗?

词汇与语法注释

  1. 388fἀκούομεν οὖν τῶν θεολόγων τὰ μὲν ἐν ποιήμασι τὰ δʼ ἄνευ μέτρου λεγόντων καὶ ὑμνούντων, ὡς... — 动词 ἀκούομεν(我们听到)直接接属格名词 τῶν θεολόγων(神学家们)以及修饰它的属格分词 λεγόντων καὶ ὑμνούντων(宣称并歌颂),分词后接由 ὡς 引导的宾语从句。这一结构表达了“我们听到神学家们宣称并歌颂以下内容”的意思。
  2. 389cὅπερ τρία πρὸς ἕν, τοῦτο τὴν διακόσμησιν οἰόμενοι χρόνῳ πρὸς τὴν ἐκπύρωσιν εἶναι — 此句采用了无主动词的紧凑对比结构。关系从句 ὅπερ τρία πρὸς ἕν(这正是三比一)指代前文提到的九个月与三个月的比例,而随后的带对格不定式结构(τὴν διακόσμησιν... εἶναι)作为分词 οἰόμενοι(认为)的宾语,完成了“宇宙秩序化的时间与大火时期的时间比亦是如此”这一宇宙论类比。
  3. 389eἵνα τοίνυν ἀφῶ πέντε τετραχόρδων θέσεις... ἆρʼ οὐχὶ... τὰ μελῳδούμενα μόνα πέντʼ ἐστί; — 由 ἵνα 结合虚拟语气 ἀφῶ 引导的从句是一个独立目的从句,惯用语意为“为了略去……”或“且不说……”。句子的逻辑主句是反问句 ἆρʼ οὐχὶ... ἐστί;(难道不正是……吗?),在跨越了中间插入的关系从句等长句后,最终落实到“实际用于旋律的只有五个(音程)”这一结论。

引用这一段

普鲁塔克, 论德尔斐的E §9-10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg090.humanitext-grc2:9-10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。