Humanitext Reader

普鲁塔克 · 论雅典人的荣耀 §5-6

戏剧家的虚名与将领实功之对比

第 3 段,共 5 段 · 希腊语

内容简介

作者将诗人和悲剧作家的成就与拯救并装点城邦的将军们的丰功伟绩进行对比,批评了戏剧排演所带来的巨大财政负担与奢侈风气。

§5Ἐπικῆς μὲν οὖν ποιήσεως ἡ πόλις οὐκ ἔσχηκεν ἔνδοξον δημιουργὸν οὐδὲ μελικῆς.
因此,在叙事诗和抒情诗方面,我们这座城市都没有出过著名的创作者。
ὁ γὰρ Κινησίας ἀργαλέος ἔοικε ποιητὴς γεγονέναι διθυράμβων· καὶ αὐτὸς μὲν ἄγονος καὶ ἀκλεὴς γέγονε, σκωπτόμενος σὲ καὶ χλευαζόμενος ὑπὸ τῶν κωμῳδιοποιῶν οὐκ εὐτυχοῦς δόξης μετέσθηκε.
因为基内西亚斯似乎是一个拙劣的狄俄尼索斯赞歌诗人;他本人无所成就、默默无闻,因受到喜剧作家的讥讽和奚落,而分得了一份名声不佳的声誉。
τῶν δὲ δραματοποιῶν τὴν μὲν κωμῳδιοποιίαν οὕτως ἄσεμνον ἡγοῦντο καὶ φορτικόν, ὥστε νόμος ἦν μηδένα ποιεῖν κωμῳδίας Ἀρεοπαγίτην.
此外,在剧作家中,人们认为喜剧创作是如此不雅和粗俗,以至于法律规定任何阿雷奥帕戈斯议员都不得创作喜剧。
ἤνθησε δʼ ἡ τραγῳδία καὶ διεβοήθη, θαυμαστὸν ἀκρόαμα καὶ θέαμα τῶν τότʼ ἀνθρώπων γενομένη καὶ παρασχοῦσα τοῖς μύθοις καὶ τοῖς πάθεσιν ἀπάτην, ὡς Γοργίας φησίν, ἣν ὃ τʼ ἀπατήσας δικαιότερος τοῦ μὴ ἀπατήσαντος, καὶ ὁ ἀπατηθεὶς σοφώτερος τοῦ μὴ ἀπατηθέντος.
然而,悲剧蓬勃发展并名声大噪,成为当时人们令人惊叹的听觉与视觉盛宴,正如高尔吉亚所说,悲剧通过神话和情感带来了“欺骗”,在这场欺骗中,欺骗者比未欺骗者更公正,而被欺骗者则比未被欺骗者更聪明。
ὁ μὲν γὰρ ἀπατήσας δικαιότερος, ὅτι τοῦθʼ ὑποσχόμενος πεποίηκεν· ὁ δʼ ἀπατηθεὶς σοφώτερος· εὐάλωτον γὰρ ὑφʼ ἡδονῆς λόγων τὸ μὴ ἀναίσθητον.
因为欺骗者更公正,是因为他履行了承诺;而被欺骗者更聪明,是因为并非麻木不仁的心灵很容易被言辞的快乐所捕获。
τίνʼ οὖν αἱ καλαὶ τραγῳδίαι ταῖς Ἀθήναις ὄνησιν ἤνεγκαν ὡς ἡ Θεμιστοκλέους δεινότης ἐτείχισε τὴν πόλιν, ὡς ἡ Περικλέους ἐπιμέλεια τὴν ἄκραν ἐκόσμησεν, ὡς Μιλτιάδης ἠλευθέρωσεν, ὡς Κίμων προῆγεν εἰς τὴν ἡγεμονίαν;
那么,优秀的悲剧带给雅典什么益处呢? 难道能像地米斯托克利的聪明才智修筑了城墙,伯里克利的细心照料装饰了雅典卫城,米太亚德带来了自由,客蒙引领城邦走向霸权那样吗?
εἰ οὕτως ἡ Εὐριπίδου σοφία καὶ ἡ Σοφοκλέους λογιότης καὶ τὸ Αἰσχύλου στόμα τι τῶν δυσχερῶν ἀπήλλαξεν ἤ τι τῶν λαμπρῶν περιεποίησεν, ἄξιόν γε τὰ δράματα τοῖς τροπαίοις ἀντιπαραθεῖναι καὶ τῷ στρατηγίῳ τὸ θέατρον ἀνταναστῆσαι καὶ ταῖς ἀριστείαις τὰς διδασκαλίας ἀντιπαραβαλεῖν.
如果欧里庇得斯的智慧、索福克勒斯的能言善辩和埃斯库罗斯的宏大口才,真的以这种方式为我们消除了任何困难或赢得了任何光荣,那么确实值得将剧作与战功纪念碑相提并论,将剧场与将军府对立耸立,并将剧作的排演指导与英勇事迹进行对比。
§6βούλεσθε τοὺς ἄνδρας εἰσάγωμεν αὐτοὺς τὰ σύμβολα καὶ τὰ παράσημα τῶν ἔργων κομίζοντας, ἰδίαν ἑκατέρῳ πάροδον ἀποδόντες;
你们想让我们把这些人带进来,让他们带着自己事迹的象征和徽章,并为双方分配各自的入场通道吗?
ἔνθεν μὲν δὴ προσίτωσαν ὑπʼ αὐλοῖς καὶ λύραις ποιηταὶ λέγοντες καὶ ᾄδοντες, " εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμην μὴ καθαρεύει, ἢ γενναίων ὄργια Μουσῶν μήτʼ ᾖσεν μήτʼ ἐχόρευσε, μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώττης βακχεῖʼ ἐτελέσθη, " καὶ σκευὰς καὶ προσωπεῖα καὶ βωμοὺς καὶ μηχανὰς ἀπὸ σκηνῆς καὶ περιάκτους καὶ τρίποδας ἐπινικίους κομίζοντες τραγικοὶ δʼ αὐτοῖς ὑποκριταὶ καὶ Νικόστρατοι καὶ Καλλιππίδαι καὶ Μυννίσκοι καὶ Θεόδωροι καὶ Πῶλοι συνίτωσαν, ὥσπερ γυναικὸς πολυτελοῦς τῆς τραγῳδίας κομμωταὶ καὶ διφροφόροι, μᾶλλον δʼ ὡς ἀγαλμάτων ἐγκαυσταὶ καὶ χρυσωταὶ καὶ βαφεῖς παρακολουθοῦντες·
那么,让诗人们从这一侧在双簧管和竖琴的伴奏下,边说边唱地走进来吧: “凡是对这类言辞无经验者,或心灵不纯洁者,或既未歌唱也未舞蹈过高贵的缪斯之秘仪者,以及未曾领受过吞食公牛的克拉提诺斯之舌的巴克科斯狂欢礼者,皆应保持肃静并退出我们的合唱队。 ” 然后,让悲剧演员们——尼科斯特拉托斯们、卡利皮德斯们、米尼斯科斯们、狄奥多罗斯们和波洛斯们——带着道具、面具、祭坛、舞台机关、旋转布景以及胜利的三脚祭坛随同行进,他们就像是悲剧这位奢华夫人的理发师和抬椅人,或者更确切地说,像是雕像的蜡画师、贴金师和染色师随行。
σκευῶν δὲ καὶ προσώπων καὶ ξυστίδων ἁλουργῶν καὶ μηχανῶν ἀπὸ σκηνῆς καὶ χοροποιῶν καὶ δορυφόρων δυσπραγμάτευτος λαὸς καὶ χορηγία πολυτελὴς παρασκευαζέσθω.
让一大群难以应付的道具、面具、紫红长袍、舞台机关、合唱指导者和卫兵,以及奢华的合唱赞助准备就绪。
πρὸς ἃ Λάκων ἀνὴρ ἀποβλέψας οὐ κακῶς εἶπεν ὡς ἁμαρτάνουσιν Ἀθηναῖοι μεγάλα τὴν σπουδὴν εἰς τὴν παιδιὰν καταναλίσκοντες, τουτέστι μεγάλων ἀποστόλων δαπάνας καὶ στρατευμάτων ἐφόδια καταχορηγοῦντες εἰς τὸ θέατρον.
看到这些,一位拉刻代蒙人说得不错:雅典人犯了大错,把精力浪费在娱乐上,也就是说,把相当于庞大舰队派遣费用和军队旅费的开支挥霍在剧场上。
ἂν γὰρ ἐκλογισθῇ τῶν δραμάτων ἕκαστον ὅσου κατέστη, πλέον ἀνηλωκὼς φανεῖται ὁ δῆμος εἰς Βάκχας καὶ Φοινίσσας καὶ Οἰδίποδας καὶ Ἀντιγόνας καὶ τὰ Μηδείας κακὰ καὶ Ἠλέκτρας, ὧν ὑπὲρ τῆς ἡγεμονίας καὶ τῆς ἐλευθερίας πολεμῶν τοὺς βαρβάρους ἀνάλωσεν.
因为如果计算一下每部剧作花了多少钱,就会发现,民众在《巴克科斯的女信徒》、《腓尼基妇女》、《俄狄浦斯》、《安提戈涅》以及美狄亚和厄勒克特拉的灾难上所花费的资金,比他们为了霸权和自由与蛮族战斗所花费的资金还要多。
οἱ μὲν γὰρ στρατηγοὶ πολλάκις παραγγείλαντες ἄπυρα σιτία κομίζειν ἐξῆγον ἐπὶ τὰς μάχας τοὺς ἄνδρας· καὶ νὴ Δίʼ οἱ τριήραρχοι τοῖς ἐλαύνουσιν ἄλφιτα παρασκευάσαντες, τοῖς δὲ κρόμμυα καὶ τυρόν, ἐνεβίβαζον εἰς τὰς τριήρεις· οἱ δὲ χορηγοὶ τοῖς χορευταῖς ἐγχέλεια καὶ θριδάκια καὶ σκελίδας καὶ μυελὸν παρατιθέντες, εὐώχουν ἐπὶ πολὺν χρόνον φωνασκουμένους καὶ τρυφῶντας.
因为将军们常常命令士兵携带不需生火的干粮便带他们上战场;而凭宙斯起誓,三段底桨战船的船长们在让桨手登船时,也只为他们准备大麦粉,为其他人准备洋葱和奶酪;然而合唱赞助人却给合唱队员提供鳗鱼、生菜、牛肋骨和骨髓,让他们在长时间进行发声训练和奢华生活的同时享受丰盛的宴席。
καὶ τούτων τοῖς μὲν ἡττηθεῖσι περιῆν προσυβρίσθαι καὶ γεγονέναι καταγελάστους· τοῖς δὲ νικήσασιν τρίπους ὑπῆρχεν, οὐκ ἀνάθημα τῆς νίκης, ὡς Δημήτριός φησιν, ἀλλʼ ἐπίσπεισμα τῶν ἐκκεχυμένων βίων καὶ τῶν ἐκλελοιπότων κενοτάφιον οἴκων.
而在这些人中,失败者只能留下被进一步侮辱并沦为笑柄的结局;但对胜利者而言,得到的只是三脚釜——正如德米特里奥斯所说,这不是胜利的献纳物,而是对耗尽家产的最后一注奠酒,是破产之家的空墓。
τοιαῦτα γὰρ τὰ ποιητικῆς τέλη καὶ λαμπρότερον οὐδὲν ἐξ αὐτῶν.
因为诗歌的结局就是如此,其中没有任何更为辉煌的东西。

词汇与语法注释

  1. 348cἣν — 先行词是前句中的 `ἀπάτην`(欺骗)。阴性单数宾格关系代词 `ἣν` 引导了描述这种“欺骗”性质的从句,即在这种欺骗中,欺骗者比未欺骗者更公正。
  2. 348cτὸ μὴ ἀναίσθητον — 该名词化的中性形容词作为句子的主语,其表语形容词为 `εὐάλωτον`。字面意思是“非麻木不仁者”,即“具有感受力、心思敏感的人”。
  3. 348dὡς — 比较连词 `ὡς` 引导的从句展示了将军们的历史性功绩,与悲剧带来何种益处(`τίνʼ ... ὄνησιν ἤνεγκαν`)的提问形成对比。它在此用于具体说明进行比较的那些丰功伟绩。
  4. 349aὧν — 关系代词的格吸引现象。这里原本应当是宾格 `ἃ`(作为 `ἀνάλωσεν` 的直接宾语,指为对抗蛮族而花费的资金),但由于受到前文比较结构(比……更多)的影响,被吸引成了属格 `ὧν`。

引用这一段

普鲁塔克, 论雅典人的荣耀 §5-6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg088.humanitext-grc3:5-6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。