Humanitext Reader

普鲁塔克 · 论雅典人的荣耀 §7

雅典诸将的辉煌战功与城邦节庆

第 4 段,共 5 段 · 希腊语

内容简介

作者热烈地引介了将军们以及雅典的军事胜利史,以此取代对戏剧制作的论述,并指出城邦的各项节日庆典与宾达罗斯的赞誉,皆是献给光辉的战场功勋而非戏剧胜利。

§7τοὺς δὲ στρατηγοὺς αὖ πάλιν ἐνθένδε παριόντας σκοπῶμεν, ὧν παρερχομένων ὡς ἀληθῶς εὐφημεῖν χρὴ κἀξίστασθαι τοὺς ἀπράκτους καὶ ἀπολιτεύτους καὶ ἀστρατεύτους, ὅστις ἄτολμος πρὸς ἔργα τοιαῦτα καὶ γνώμῃν μὴ καθαρεύει, μηδὲ Μιλτιάδου τοῦ μηδοφόνου μηδὲ τοῦ περσοκτόνου Θεμιστοκλέους χειρὸς βακχεῖʼ ἐτελέσθη.
另一方面,让我们再来观察从这一侧走过来的将军们,在他们通过时,确实 “应当肃静,并予让路” 给那些无所作为、不参与政治、不服兵役的人, “凡是对此等事业胆怯,且心灵不纯洁的人”,亦未领受过杀敌寇的米太亚德之手,或斩波斯人的地米斯托克利之手的(战争的)狂欢仪式。
Ἀρήιος ὁ κῶμος οὗτος ἐκ γῆς ἅμα φάλαγξι καὶ στόλοις ἐκ θαλάττης καὶ μεμειγμένοις σκύλοις καὶ τροπαίοις βεβριθώς.
这一游行是属于阿瑞斯的,在陆地上因方阵、在海上因舰队而显得沉甸甸,并充盈着混杂的战利品与战功纪念碑。
" κλῦθʼ Ἀλαλά, Πολέμου θύγατερ, ἐγχέων προοίμιον, ᾇ θύεται ἄνδρες τὸν ἱρόθυτον θάνατον, " ὡς ὁ Θηβαῖος Ἐπαμεινώνδας εἶπεν, ὑπὲρ πατρίδος καὶ τάφων καὶ ἱερῶν ἐπιδιδόντες ἑαυτοὺς τοῖς καλλίστοις καὶ λαμπροτάτοις ἀγῶσιν.
“倾听吧,战吼,战争之女,枪矛之序曲,为此男人们将自己奉献于神圣的牺牲之死, "正如底比斯人伊帕密浓达所说,为了祖国、墓地和神庙,在最美妙、最辉煌的战斗中奉献自己。
ὧν τὰς Νίκας ὁρᾶν μοι δοκῶ προσερχομένας, οὐ βοῦν ἔπαθλον ἑλκούσας ἢ τράγον, οὐδʼ ἀνεστεμμένας κιττῷ καὶ Διονυσιακῆς τρυγὸς ὀδωδυίας;
我仿佛看见她们的胜利女神正迎面走来;难道她们是拉着作为奖品的公牛或山羊,或是戴着常春藤冠、散发着迪奥尼索斯祭典新酒的气味吗?
ἀλλʼ ὅλαι μὲν πόλεις αὐτῶν εἰσι καὶ νῆσοι καὶ ἤπειροι, καὶ ναοὶ χιλιοτάλαντοι καὶ δήμων ἀποικισμοὶ μυρίανδροι, τροπαίοις δὲ παντοδαποῖς ἀναστέφονται καὶ λαφύροις·
不,整座整座的城市、岛屿和大陆都是她们的,还有价值千个塔兰同的神庙,以及万人的殖民城邦,她们被各种各样的战功纪念碑和战利品所加冕。
ὧν ἀγάλματα καὶ σύμβολα παρθενῶνες ἑκατόμπεδοι, νότια τείχη, νεώσοικοι, προπύλαια, Χερρόνησος, Ἀμφίπολις.
而她们的雕像和象征则是百尺的帕特农神庙、南部城墙、船坞、前门、赫尔松涅斯和安菲波利斯。
Μαραθὼν τὴν Μιλτιάδου Νίκην προπέμπει, καὶ Σαλαμὶς τὴν Θεμιστοκλέους, χιλίων σκαφῶν ναυαγίοις ἐπιβεβηκυῖαν.
马拉松送来了米太亚德的胜利,萨拉米斯送来了地米斯托克利的胜利,那是踏在一千艘战船的残骸之上。
φέρει δʼ ἡ μὲν Κίμωνος τριήρεις ἑκατὸν Φοινίσσας ἀπʼ Εὐρυμέδοντος, ἡ δὲ Δημοσθένους καὶ Κλέωνος ἀπὸ Σφακτηρίας τὴν Βρασίδου ἀσπίδʼ αἰχμάλωτον καὶ δεδεμένους Σπαρτιάτας.
奇蒙的胜利从欧里梅敦运来了一百艘腓尼基三段底桨战船,而德摩斯梯尼和克里昂的胜利则从斯法克特里亚运来了被俘的布拉西达斯的盾牌和被绑缚的斯巴达人。
τειχίζει δὲ τὴν πόλιν ἡ Κόνωνος, ἡ δὲ Θρασυβούλου κατάγει τὸν δῆμον ἀπὸ φυλῆς ἐλεύθερον, αἱ δὲ Ἀλκιβιάδου περὶ Σικελίαν ὀλισθοῦσαν τὴν πόλιν ἐγείρουσιν· ἐκ δὲ τῶν Νείλεω καὶ Ἀνδρόκλου περὶ Λυδίαν καὶ Καρίαν ἀγώνων Ἰωνίαν ἀνισταμένην ἐπεῖδεν ἡ Ἑλλάς.
色诺芬科农的胜利修筑了城墙,色拉西布洛斯的胜利则让民众从菲莱自由地归来,阿尔西比亚德斯的胜利则扶起在西西里周围滑落的城邦;由于内琉斯和安德罗克洛斯在吕底亚和卡里亚周围的战斗,希腊目睹了爱奥尼亚的复兴。
τῶν δʼ ἄλλων ἑκάστης ἂν πύθῃ τί τῇ πόλει γέγονεν ἐξ αὐτῆς ἀγαθόν, ἡ μὲν ἐρεῖ Λέσβον, ἡ δὲ Σάμον, ἡ δὲ Κύπρον, ἡ δὲ Πόντον Εὔξεινον, ἡ δὲ πεντακοσίας τριήρεις, ἡ δὲ μυρία τάλαντα, προῖκα τῆς δόξης καὶ τῶν τροπαίων.
如果询问其他胜利中的每一个,它自身给城邦带来了什么好处,一个会说是莱斯沃斯,另一个会说是萨摩斯,另一个会说是塞浦路斯,另一个会说是黑海,另一个会说是五百艘三段底桨战船,另一个会说是一万个塔兰同,作为名声和战功的嫁妆。
ταῦθʼ ἡ πόλις ἑορτάζει καὶ ὑπὲρ τούτων θύει τοῖς θεοῖς, οὐκ ἐπὶ ταῖς Αἰσχύλου νίκαις ἢ Σοφοκλέους· οὐδʼ ὅτε Καρκίνος Ἀερόπῃ εὐτύχει ἢ Ἕκτορι Ἀστυδάμας, ἀλλʼ ἕκτῃ μὲν ἱσταμένου Βοηδρομιῶνος ἐσέτι νῦν τὴν ἐν Μαραθῶνι νίκην ἡ πόλις ἑορτάζει·
城邦为了这些事而庆祝节日并向神明献祭,而不是为了埃斯库罗斯或索福克勒斯的胜利,也不是在卡尔基诺斯因《埃洛珀》获得成功,或阿斯蒂达马斯因《赫克托尔》获得成功的时候。
ἕκτῃ δʼ ἐπὶ δέκα τοῦ μηνὸς οἰνοχοεῖται τῆς Χαβρίου περὶ Νάξον ἐπινίκια ναυμαχίας· τῇ δὲ δωδεκάτῃ χαριστήρια ἔθυον ἐλευθερίας· ἐν ἐκείνῃ γὰρ οἱ ἀπὸ Φυλῆς κατῆλθον. τρίτῃ δʼ ἱσταμένου τὴν ἐν Πλαταιαῖς μάχην ἐνίκων.
相反,直到现在,在波德罗米昂月之初的第六天,城邦仍庆祝在马拉松的胜利;在该月的第十六天,为哈布里亚斯在纳克索斯附近的胜利海战斟酒;在第十二天,他们献上自由的谢恩祭,因为在这一天从菲莱出发的人们归来了;在初三,他们在普拉提亚的战斗中获胜。
τὴν δὲ ἕκτην ἐπὶ δέκα τοῦ Μουνιχιῶνος Ἀρτέμιδι καθιέρωσαν, ἐν ᾗ τοῖς Ἕλλησι περὶ Σαλαμῖνα νικῶσιν ἐπέλαμψεν ἡ θεὸς πανσέληνος.
他们将慕尼基昂月的第十六天奉献给阿耳特弥斯,在这一天,女神以满月照亮了在萨拉米斯获胜的希腊人。
τὴν δὲ δωδεκάτην τοῦ Σκιρροφοριῶνος ἱερωτέραν ἐποίησεν ὁ Μαντινειακὸς ἀγών, ἀπὸ τῶν ἄλλων συμμάχων ἐκβιασθέντων καὶ τραπέντων, μόνοι τὸ καθʼ ἑαυτοὺς νικήσαντες ἔστησαν τρόπαιον ἀπὸ τῶν νικώντων πολεμίων.
而斯基罗弗里昂月的第十二天,因曼蒂尼亚的战斗而变得更加神圣,因为在其他盟友被逼退和溃败时,唯独他们自己在自己的战线上获胜,并对正在获胜的敌人立起了战胜纪念碑。
ταῦτα τὴν πόλιν ᾖρεν εἰς δόξαν, ταῦτα εἰς μέγεθος·
这些使城邦享有声誉,使城邦走向伟大。
ἐπὶ τούτοις Πίνδαρος "ἔρεισμα τῆς Ἑλλάδος" προσεῖπε τὰς Ἀθήνας, οὐχ ὅτι ταῖς Φρυνίχου τραγῳδίαις καὶ Θέσπιδος ὤρθουν τοὺς Ἕλληνας, ἀλλʼ ὅτι πρῶτον, ὥς φησιν αὐτός, ἐπʼ Ἀρτεμισίῳ "παῖδες Ἀθαναίων ἐβάλοντο φαεννὰν κρηπῖδʼ ἐλευθερίας· " ἐπί τε Σαλαμῖνι καὶ Μυκάλῃ καὶ Πλαταιαῖς ὥσπερ ἀδαμαντίνοις στηρίξαντες τὴν ἐλευθερίαν τῆς Ἑλλάδος παρέδοσαν τοῖς ἄλλοις ἀνθρώποις.
由于这些,宾达罗斯称雅典为 “希腊的支柱”,并非因为他们用弗律尼科斯和泰斯皮斯的悲剧振兴了希腊人,而是因为,正如他自己所说,首先在阿提米西昂 “雅典人的子弟奠定了自由的光辉基础”;并在萨拉米斯、米卡列和普拉提亚,如同用金刚石一般的支撑物稳固了希腊的自由,并将其传给了其他人。

词汇与语法注释

  1. 349cὧν παρερχομένων ὡς ἀληθῶς εὐφημεῖν χρὴ κἀξίστασθαι — 模仿了前一章(348e)所引用的阿里斯托芬《蛙》第354行起关于“神圣合唱队”入场的诗句,在此被巧妙地套用于将军们及其军事战功的入场描写。
  2. 349cὧν τὰς Νίκας ὁρᾶν μοι δοκῶ προσερχομένας, οὐ βοῦν ἔπαθλον ἑλκούσας...; ἀλλʼ... — 从 οὐ 到 ὀδωδυίας; 的部分在语境上起到了修辞性问句的作用(“难道不是……吗?不,而是……”),随后通过紧接着的 ἀλλʼ 引入强烈的对比。
  3. 349fἕκτῃ μὲν ἱσταμένου — 在雅典历法中,ἱσταμένου 指该月的前十天(上旬)。因此,该表达意为“波德罗米昂月上旬的第六天(即该月六日)”。
  4. 350aτὴν δὲ δωδεκάτην τοῦ Σκιρροφοριῶνος ἱερωτέραν ἐποίησεν ὁ Μαντινειακὸς ἀγών — 句子的主语是后置的 ὁ Μαντινειακὸς(ὁ Μαντινειακὸς ἀγών),而前置的宾格 τὴν δὲ δωδεκάτην(斯基罗弗里昂月的第十二天)则是其直接宾语。

引用这一段

普鲁塔克, 论雅典人的荣耀 §7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg088.humanitext-grc3:7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。