Humanitext Reader

普鲁塔克 · 论雅典人的荣耀 §3-4

诗画的模仿与历史学家的生动描绘

第 2 段,共 5 段 · 希腊语

内容简介

作者讨论了绘画、诗歌与历史叙事之间共同的模仿目的,阐明了历史学家生动描绘的价值,并通过若干逸事强调,行动者的实际功绩才是支撑言辞美感的根本。

§3πλὴν ὁ Σιμωνίδης τὴν μὲν ζωγραφίαν ποίησιν σιωπῶσαν προσαγορεύει, τὴν δὲ ποίησιν ζωγραφίαν λαλοῦσαν.
然而,西蒙尼德斯将绘画称为“静默的诗”,而将诗称为“有声的绘画”。
ἃς γάρ οἱ ζωγράφοι πράξεις ὡς γιγνομένας δεικνύουσι, ταύτας οἱ λόγοι γεγενημένας διηγοῦνται καὶ συγγράφουσιν.
因为画家们展示为正在发生的事迹,言辞则将它们作为已经发生的加以详述并记录。
εἰ δʼ οἱ μὲν χρώμασι καὶ σχήμασιν, οἱ δʼ ὀνόμασι καὶ λέξεσι ταὐτὰ δηλοῦσιν, ὕλῃ καὶ τρόποις μιμήσεως διαφέρουσι, τέλος δʼ ἀμφοτέροις ἓν ὑπόκειται, καὶ τῶν ἱστορικῶν κράτιστος ὁ τὴν διήγησιν ὥσπερ γραφὴν πάθεσι καὶ προσώποις εἰδωλοποιήσας.
如果说一方用色彩和形状,另一方用文字和表达来展现相同的事物,它们只是在媒介和模仿方式上有所不同,但两者共同的目的却只有一个;历史学家中最优秀的,就是能像绘画一样,用情感和人物使叙述变得栩栩如生的人。
ὁ δʼ οὗν Θουκυδίδης ἀεὶ τῷ λόγῳ πρὸς ταύτην ἁμιλλᾶται τὴν ἐνάργειαν αν, οἷον θεατὴν ποιῆσαι τὸν ἀκροατὴν καὶ τὰ γιγνόμενα περὶ τοὺς ὁρῶντας ἐκπληκτικὰ καὶ ταρακτικὰ πάθη τοῖς ἀναγινώσκουσιν ἐνεργάσασθαι λιχνευόμενος.
至少修昔底德在文字中总是力求达到这种“鲜明性”,极力想让听众成为目击者,并在读者心中唤起那些目击者所感受到的惊心动魄、震撼人心的情感。
ὁ γὰρ παρὰ τὴν ῥαχίαν αὐτὴν τῆς Πύλου παρατάττων τοὺς Ἀθηναίους Δημοσθένης, καί. ὁ δʼ τὸν κυβερνήτην ἐπισπέρχων Βρασίδας ἐξοκέλλειν καί, χωρῶν ἐπί, τὴν ἀποβάθραν καὶ τραυματιζόμενος καὶ λιποφυχῶν καὶ ἀποκλίνων εἰς τὴν παρεξειρεσίαν, καὶ οἱ πεζομαχοῦντες μὲν ἐκ θαλάττης Λακεδαιμόνιοι, ναυμαχοῦντες δʼ ἀπὸ γῆς Ἀθηναῖοι· καὶ πάλιν ὁ ἐν τοῖς Σικελικοῖς ἐκ τῆς γῆς πεζὸς ἀμφοτέρων, ἰσορρόπου τῆς ναυμαχίας καθεστηκυίας, ἄληκτον ἀγῶνα καὶ ξύντασιν τῆς γνώμης ἔχων διὰ τὰς συντάξεις, καὶ, διὰ τὸ ἀκρίτως συνεχὲς τῆς ἁμίλλης καὶ τοῖς σώμασιν αὐτοῖς ἴσα τῇ δόξῃ περιδεῶς συναπονεύων τῇ διαθέσει καὶ τῇ διατυπώσει τῶν γινομένων γραφικῆς ἐναργείας ἐστίν.
因为那在皮洛斯波涛汹涌的海岸边部署雅典人的德摩斯梯尼,那敦促舵手搁浅战船并冲向踏板,却受伤晕厥倒在舷外支架上的布拉西达斯,以及从海上进行陆战的拉刻代蒙人和从陆地进行海战的雅典人;还有在西西里战役中,在海战胜负未决、势均力敌之时,陆地上的步兵们因战线的变动而心悬一线,在持续且无法评判的决战中,身体也随着心里的恐慌而一同倾斜——这一切通过对事迹的编排和描绘,充满了绘画般的鲜明感。
ὣστʼ εἰ τοὺς ζωγραφοῦντας οὐκ ἄξιον παραβάλλειν τοῖς στρατηγοῖς, μηδὲ τοὺς ἱστοροῦντας παραβάλλωμεν.
因此,如果说不应当将画家与将军相比,那么我们也不要把历史学家与将军相比。
τὴν τοίνυν ἐν Μαραθῶνι μάχην ἀπήγγειλεν, ὡς μὲν Ἡρακλείδης ὁ Ποντικὸς ἱστορεῖ, Θέρσιππος ὁ Ἐροιεύς· οἱ δὲ πλεῖστοι λέγουσιν Εὐκλέα, δραμόντα σὺν τοῖς ὅπλοις θερμὸν ἀπὸ τῆς μάχης καὶ ταῖς θύραις ἐμπεσόντα τῶν πρώτων, τοσοῦτο μόνον εἰπεῖν, χαίρετε·
至于马拉松战役,据庞托斯的赫拉克莱德斯记录,是由埃罗亚伊区的德尔西波斯报捷的;但大多数人说是欧克勒斯,他身穿铠甲跑回,带着战火的温热,跌倒在执政官员们的门前,只说了这么一句: “恭喜,我们胜利了!
νικῶμεν , εἶτʼ εὐθὺς ἐκπνεῦσαι.
” 随后便立即气绝。
πλὴν οὗτος μὲν αὐτάγγελος ἧκε τῆς μάχης ἀγωνιστὴς γενόμενος.
然而,此人是作为战斗的参与者亲身前来报捷的。
φέρε δʼ εἴ τις ὑπὲρ λόφου τινὸς ἢ σκοπῆς αἰπόλων ἢ βοτήρων τοῦ ἀγῶνος ἄπωθεν γενόμενος θεατὴς, καὶ κατιδὼν τὸ μέγα καὶ παντὸς λόγου μεῖζον ἐκεῖνο ἔργον ἧκεν εἰς τὴν πόλιν ἄτρωτος ἄγγελος καὶ ἀναίμακτος, εἶτʼ ἠξίου τιμὰς ἔχειν ἃς Κυνέγειρος ἔσχεν, ἃς Καλλίμαχος, ἃς Πολύζηλος, ὅτι τὰς τούτων ἀριστείας καὶ τραύματα καὶ θανάτους ἀπήγγειλεν· ἆρ’ οὐκ ἂν ἐδόκει πᾶσαν ὑπερβάλλειν ἀναίδειαν;
但假设有人站在山丘或瞭望塔上,作为远离战场的牧羊人目睹了那场伟大到无法用言语形容的战役,毫发无损、未流一滴血地作为使者来到城市,然后要求获得库涅盖罗斯、卡利马科斯或波留泽洛斯所获得的荣誉,理由仅仅是他报告了他们的英勇事迹、伤口和死亡,这难道不显得极其无耻吗?
ὃπου γε Λακεδαιμονίους φασὶ τῷ τὴν ἐν Μαντινείᾳ φράσαντι νίκην, ἣν Θουκυδίδης ἱστόρηκεν, εὐαγγέλιον ἐκ φιδιτίου κρέας ἀποστεῖλαι.
事实上,据说拉刻代蒙人对于那个报告了修昔底德所记录的曼蒂内亚战役胜利的人,只从公共食堂送去了一块肉作为捷报的赏赐。
μὴν οἱ συγγράφοντες ἐξάγγελοί τινές εἰσι τῶν πράξεων εὔφωνοι καὶ τῷ λόγῳ διὰ τὸ κάλλος καὶ τὴν δύναμιν ἐξικνούμενοι, οἷς εὐαγγέλιον ὀφείλουσιν οἱ πρώτως ἐντυγχάνοντες καὶ ἱστοροῦντες.
然而,记录历史的人确实是事迹的报捷者,他们用美妙的声音和文字的力量使之流传;而那些最先读到并了解历史的人,应该对他们支付捷报的赏赐。
ἀμέλει δὲ καὶ ἐγκωμιάζονται μνημονευόμενοι καὶ ἀναγινωσκόμενοι διὰ τοὺς κατορθώσαντας· οὐ γὰρ οἱ λόγοι ποιοῦσι τὰς πράξεις ἀλλὰ διὰ τὰς πράξεις καὶ ἀκοῆς ἀξιοῦνται.
毫无疑问,他们之所以被记住、被阅读并获得颂扬,是因为那些成就了功绩的人;因为不是言辞创造了事迹,而是因为事迹,言辞才被认为值得一听。
§4καὶ γὰρ ἡ ποιητικὴ χάριν ἔσχε καὶ τιμὴν τῷ τοῖς πεπραγμένοις ἐοικότα λέγειν, ὡς Ὅμηρος ἔφη "ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα.
因为诗歌之所以获得青睐和荣誉,也是因为叙述了与真实发生相类似的事情,正如荷马所说: “他说了许多谎言,却使其看起来像真的一样。
" λέγεται δὲ καὶ Μενάνδρῳ τῶν συνήθων τις εἰπεῖν, ἐγγὺς οὖν, Μένανδρε, τὰ Διονύσια, καὶ σὺ τὴν κωμῳδίαν οὐ πεποίηκας;
” 据说在梅南德斯的熟人中也有人对他说: “梅南德斯,酒神节快到了,你还没写好你的喜剧吗?
τὸν δὲ ἀποκρίνασθαι, νὴ τοὺς θεοὺς ἔγωγε πεποίηκα τὴν κωμῳδίαν· ᾠκονόμηται γὰρ ἡ διάθεσις· δεῖ δʼ αὐτῇ τὰ στιχίδια ἐπᾷσαι, ὅτι καὶ αὐτοὶ τὰ πράγματα τῶν λόγων ἀναγκαιότερα καὶ κυριώτερα νομίζουσιν.
” 他回答道: “凭神明起誓,我确实已经写好了这部喜剧;因为情节已经安排妥当,只是还需要给它配上一些诗句来弹唱,” 因为他们自己也认为事情比言辞更必要、更具支配地位。
ἡ δὲ Κόριννα τὸν Πίνδαρον, ὄντα νέον ἔτι καὶ τῇ λογιότητι σοβαρῶς χρώμενον, ἐνουθέτησεν ὡς ἄμουσον ὄντα καὶ μὴ ποιοῦντα μύθους, ὃ τῆς ποιητικῆς ἔργον εἶναι συμβέβηκε, γλώσσας δὲ καὶ καταχρήσεις καὶ μεταφοράσεις καὶ μέλη καὶ ῥυθμοὺς δʼ ἡδύσματα τοῖς πράγμασιν ὑποτιθέντα.
而科林纳对当时还年轻、在雄辩上表现得趾高气扬的品达进行了劝诫,说他缺乏诗才而不创作神话(情节),而神话才是诗歌的本职工作,他却只是把罕用词、借用词、隐喻、歌曲和节奏作为佐料加在事情上。
σφόδρʼ οὖν ὁ Πίνδαρος ἐπιστήσας τοῖς λεγομένοις ἐποίησεν ἐκεῖνο τὸ μέλος " Ἰσμηνὸν ἢ χρυσαλάκατον Μελίαν, ἢ Κάδμον ἢ Σπαρτῶν ἱερὸν γένος ἀνδρῶν, ἢ τὸ πάνυ σθένος Ἡρακλέους ἢ τὰν Διωνύσου πολυγαθέα τιμάν.
品达因此对这些话深加留意,创作了那首诗歌: “我们要歌唱伊斯梅诺斯,还是黄金纺锤的梅利亚,还是卡德摩斯,还是地生人神圣的后裔,还是赫拉克勒斯的万钧之力,还是狄奥尼索斯令人大喜的荣耀?
" δειξαμένου δὲ τῇ Κορίννῃ γελάσασα ἐκείνη τῇ χειρὶ δεῖν ἔφη σπείρειν, ἀλλὰ μὴ ὅλῳ τῷ θυλάκῳ.
” 当他把这首诗展示给科林纳时,她笑着说,应该用手来播种,而不是用整个口袋。
τῷ γὰρ ὄντι συγκεράσας καὶ συμφορήσας πανσπερμίαν τινὰ μύθων ὁ Πίνδαρος εἰς τὸ μέλος ἐξέχεεν.
因为事实上,品达在这首诗里混合并堆积了各种各样的神话,一下子倾泻了出来。
ἀλλʼ ὅτι μὲν ἡ ποιητικὴ περὶ μυθοποιίαν ἐστί καὶ Πλάτων εἴρηκεν.
不过,诗歌在于神话创作,这也是柏拉图所说过的。
ὁ δὲ μῦθος εἶναι βούλεται λόγος ψευδὴς ἐοικὼς ἀληθινῷ· διὸ καὶ πολὺ τῶν ἔργων ἀφέστηκεν, εἰ λόγος μὲν ἔργου, καὶ λόγου δὲ μῦθος εἰκὼν καὶ εἴδωλόν ἐστι.
而神话则是试图模仿真实的虚假言辞;因此,它距离实际的行动非常遥远,如果说言辞是行动的影子,而神话又是言辞的画像和幻影的话。
καὶ τοσοῦτον τῶν ἱστορούντων οἱ πλάττοντες τὰς πράξεις ὑστεροῦσιν, ὅσον ἀπολείπονται τῶν πραττόντων οἱ λέγοντες.
而那些虚构事迹的人(诗人)落后于记录历史的人(历史家)的程度,正如同口述事迹的人落后于实际践行事迹的人的程度一样。

词汇与语法注释

  1. 347aεἰδωλοποιήσας — 分词 εἰδωλοποιήσας 具有形容词性用法,修饰先行词引导的名词短语 ὁ(ὁ τὴν διήγησιν...),具体限定了“最优秀的(历史学家)”是指那些能将叙述描绘得栩栩如生的人。
  2. 347bὁ γὰρ παρὰ τὴν ῥαχίαν αὐτὴν τῆς Πύλου παρατάττων τοὺς Ἀθηναίους Δημοσθένης — 引用自修昔底德的段落(347b-c)没有主句的主动词,而是由一系列名词和分词并列构成。这种句法结构在修辞上起到直接展示历史场景的作用,如同在展示一幅幅生动的画面。
  3. 348aδεῖν ἔφη σπείρειν — 非人称动词的不定式 δεῖν 作为言说动词 ἔφη 的宾语,构成间接引语中的对格不定式结构,后接补充不定式 σπείρειν。其逻辑主语因泛指播种者(或品达)而在文中省略。

引用这一段

普鲁塔克, 论雅典人的荣耀 §3-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg088.humanitext-grc3:3-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。